Άλκηστις - Ευριπίδης (αρχαίο κείμενο)


Mοιραστείτε το:


Άλκηστις Ευριπίδης alcestis Euripides
EΥΡΙΠΙΔΗΣ

Άλκηστις

Αρχ.Θέατρο. Τραγωδία που έγραψε ο Ευριπίδης και διδάχθηκε (παίχτηκε) το 438 π.Χ.
Η Τραγωδία "Άλκηστις" παρέχει πρότυπο γυναικείας συζυγικής αφοσίωσης. Η επώνυμη ηρωίδα θυσιάζεται υπέρ του ανδρός της Αδμήτου, Βασιλέως των Φερών. Όμως ο Ηρακλής κατόπιν μονομαχίας με τον θάνατο επαναγάγει αυτήν στη ζωή. Επειδή το δράμα αυτό ήταν το τελευταίο τετραλογίας πιθανόν να ήταν σατυρικό.

Επεισόδιον α΄

Ἀπόλλων
Ὦ δώματ' Ἀδμήτει', ἐν οἷς ἔτλην ἐγὼ
θῆσσαν τράπεζαν αἰνέσαι θεός περ ὤν.
Ζεὺς γὰρ κατακτὰς παῖδα τὸν ἐμὸν αἴτιος
Ἀσκληπιόν, στέρνοισιν ἐμβαλὼν φλόγα: 5

οὗ δὴ χολωθεὶς τέκτονας Δίου πυρὸς
κτείνω Κύκλωπας: καί με θητεύειν πατὴρ
θνητῷ παρ' ἀνδρὶ τῶνδ' ἄποιν' ἠνάγκασεν.
ἐλθὼν δὲ γαῖαν τήνδ' ἐβουφόρβουν ξένῳ,
καὶ τόνδ' ἔσῳζον οἶκον ἐς τόδ' ἡμέρας. 10

ὁσίου γὰρ ἀνδρὸς ὅσιος ὢν ἐτύγχανον
παιδὸς Φέρητος, ὃν θανεῖν ἐῤῥυσάμην,
Μοίρας δολώσας: ᾔνεσαν δέ μοι θεαὶ
Ἄδμητον Ἅιδην τὸν παραυτίκ' ἐκφυγεῖν,
ἄλλον διαλλάξαντα τοῖς κάτω νεκρόν. 15

πάντας δ' ἐλέγξας καὶ διεξελθὼν φίλους,
[πατέρα γεραιάν θ' ἥ σφ' ἔτικτε μητέρα,]
οὐχ ηὗρε πλὴν γυναικὸς ὅστις ἤθελεν
θανὼν πρὸ κείνου μηκέτ' εἰσορᾶν φάος:
ἣ νῦν κατ' οἴκους ἐν χεροῖν βαστάζεται 20


ψυχοῤῥαγοῦσα: τῇδε γάρ σφ' ἐν ἡμέρᾳ
θανεῖν πέπρωται καὶ μεταστῆναι βίου.
ἐγὼ δέ, μὴ μίασμά μ' ἐν δόμοις κίχῃ,
λείπω μελάθρων τῶνδε φιλτάτην στέγην.
ἤδη δὲ τόνδε Θάνατον εἰσορῶ πέλας, 25

ἱερέα θανόντων, ὅς νιν εἰς Ἅιδου δόμους
μέλλει κατάξειν: συμμέτρως δ' ἀφίκετο,
φρουρῶν τόδ' ἦμαρ ᾧ θανεῖν αὐτὴν χρεών.

Θάνατος
ἆ ἆ:
τί σὺ πρὸς μελάθροις; τί σὺ τῇδε πολεῖς, 30

Φοῖβ'; ἀδικεῖς αὖ τιμὰς ἐνέρων
ἀφοριζόμενος καὶ καταπαύων;
οὐκ ἤρκεσέ σοι μόρον Ἀδμήτου
διακωλῦσαι, Μοίρας δολίῳ
σφήλαντι τέχνῃ; νῦν δ' ἐπὶ τῇδ' αὖ 35

χέρα τοξήρη φρουρεῖς ὁπλίσας,
ἣ τόδ' ὑπέστη, πόσιν ἐκλύσασ'
αὐτὴ προθανεῖν Πελίου παῖς;

Ἀπόλλων
θάρσει: δίκην τοι καὶ λόγους κεδνοὺς ἔχω.
Θάνατος
τί δῆτα τόξων ἔργον, εἰ δίκην ἔχεις; 40
Ἀπόλλων
σύνηθες αἰεὶ ταῦτα βαστάζειν ἐμοί.
Θάνατος
καὶ τοῖσδέ γ' οἴκοις ἐκδίκως προσωφελεῖν.
Ἀπόλλων
φίλου γὰρ ἀνδρὸς συμφοραῖς βαρύνομαι.
Θάνατος
καὶ νοσφιεῖς με τοῦδε δευτέρου νεκροῦ;
Ἀπόλλων
ἀλλ' οὐδ' ἐκεῖνον πρὸς βίαν σ' ἀφειλόμην. 45
Θάνατος
πῶς οὖν ὑπὲρ γῆς ἐστι κοὐ κάτω χθονός;
Ἀπόλλων
δάμαρτ' ἀμείψας, ἣν σὺ νῦν ἥκεις μέτα.
Θάνατος
κἀπάξομαί γε νερτέραν ὑπὸ χθόνα.
Ἀπόλλων
λαβὼν ἴθ': οὐ γὰρ οἶδ' ἂν εἰ πείσαιμί σε.
Θάνατος
κτείνειν γ' ὃν ἂν χρῇ; τοῦτο γὰρ τετάγμεθα. 50
Ἀπόλλων
οὔκ, ἀλλὰ τοῖς μέλλουσι θάνατον ἀμβαλεῖν.
Θάνατος
ἔχω λόγον δὴ καὶ προθυμίαν σέθεν.
Ἀπόλλων
ἔστ' οὖν ὅπως Ἄλκηστις ἐς γῆρας μόλοι;
Θάνατος
οὐκ ἔστι: τιμαῖς κἀμὲ τέρπεσθαι δόκει.
Ἀπόλλων
οὔτοι πλέον γ' ἂν ἢ μίαν ψυχὴν λάβοις. 55
Θάνατος
νέων φθινόντων μεῖζον ἄρνυμαι γέρας.
Ἀπόλλων
κἂν γραῦς ὄληται, πλουσίως ταφήσεται.
Θάνατος
πρὸς τῶν ἐχόντων, Φοῖβε, τὸν νόμον τίθης.
Ἀπόλλων
πῶς εἶπας; ἀλλ' ἦ καὶ σοφὸς λέληθας ὤν;
Θάνατος
ὠνοῖντ' ἂν οἷς πάρεστι γηραιοὶ θανεῖν. 60
Ἀπόλλων
οὔκουν δοκεῖ σοι τήνδε μοι δοῦναι χάριν.
Θάνατος
οὐ δῆτ': ἐπίστασαι δὲ τοὺς ἐμοὺς τρόπους.
Ἀπόλλων
ἐχθρούς γε θνητοῖς καὶ θεοῖς στυγουμένους.
Θάνατος
οὐκ ἂν δύναιο πάντ' ἔχειν ἃ μή σε δεῖ.
Ἀπόλλων
ἦ μὴν σὺ παύσῃ καίπερ ὠμὸς ὢν ἄγαν: 65

τοῖος Φέρητος εἶσι πρὸς δόμους ἀνὴρ
Εὐρυσθέως πέμψαντος ἵππειον μετὰ
ὄχημα Θρῄκης ἐκ τόπων δυσχειμέρων,
ὃς δὴ ξενωθεὶς τοῖσδ' ἐν Ἀδμήτου δόμοις
βίᾳ γυναῖκα τήνδε σ' ἐξαιρήσεται. 70

κοὔθ' ἡ παρ' ἡμῶν σοι γενήσεται χάρις
δράσεις θ' ὁμοίως ταῦτ', ἀπεχθήσῃ τ' ἐμοί.
Θάνατος
πόλλ' ἂν σὺ λέξας οὐδὲν ἂν πλέον λάβοις:
ἡ δ' οὖν γυνὴ κάτεισιν εἰς Ἅιδου δόμους.
στείχω δ' ἐπ' αὐτὴν ὡς κατάρξωμαι ξίφει: 75

ἱερὸς γὰρ οὗτος τῶν κατὰ χθονὸς θεῶν
ὅτου τόδ' ἔγχος κρατὸς ἁγνίσῃ τρίχα.

Χορικόν α΄

Χορός α
τί ποθ' ἡσυχία πρόσθεν μελάθρων;
τί σεσίγηται δόμος Ἀδμήτου;
Χορός β
ἀλλ' οὐδὲ φίλων πέλας <ἔστ'> οὐδείς, 80

ὅστις ἂν εἴποι πότερον φθιμένην
χρὴ βασίλειαν πενθεῖν ἢ ζῶσ'
ἔτι φῶς λεύσσει Πελίου τόδε παῖς
Ἄλκηστις, ἐμοὶ πᾶσί τ' ἀρίστη
δόξασα γυνὴ 85

Χορός α
κλύει τις ἢ στεναγμὸν ἢ
χειρῶν κτύπον κατὰ στέγας
ἢ γόον ὡς πεπραγμένων;
Χορός β
οὐ μὰν οὐδέ τις ἀμφιπόλων 90

στατίζεται ἀμφὶ πύλας.
εἰ γὰρ μετακοίμιος ἄτας,
ὦ Παιάν, φανείης.

πόσιν εἰς αὑτῆς γεγενῆσθαι.

Χορός α
οὔ τἂν φθιμένας γ' ἐσιώπων.
οὐ γὰρ δήπου
φροῦδός γε δόμων νέκυς ἤδη. 95

-- πόθεν; οὐκ αὐχῶ. τί σε θαρσύνει;
-- πῶς ἂν ἔρημον τάφον Ἄδμητος
κεδνῆς ἂν ἔπραξε γυναικός;

Χορός α
πυλῶν πάροιθε δ' οὐχ ὁρῶ
πηγαῖον ὡς νομίζεται 100

χέρνιβ' ἐπὶ φθιτῶν πύλαις.
χαίτα τ' οὔτις ἐπὶ προθύροις
τομαῖος, ὃ δὴ νεκύων
πένθει πρέπει, οὐδὲ νεολαία
δουπεῖ χεὶρ γυναικῶν. 105

Χορός β
καὶ μὰν τόδε κύριον ἦμαρ . . .
Χορός α
τί τόδ' αὐδάσεις;
Χορός β
ᾧ χρή σφε μολεῖν κατὰ γαίας.
-- ἔθιγες ψυχῆς, ἔθιγες δὲ φρενῶν.
-- χρὴ τῶν ἀγαθῶν διακναιομένων 110

πενθεῖν ὅστις
χρηστὸς ἀπ' ἀρχῆς νενόμισται.

Χορός
ἀλλ' οὐδὲ ναυκληρίαν
ἔσθ' ὅποι τις αἴας
στείλας, ἢ Λυκίαν 115

εἴτ' ἐφ' ἕδρας ἀνύδρους Ἀμμωνιάδας,
δυστάνου παραλύσαι
ψυχάν: μόρος γὰρ ἀπότομος
πλάθει. θεῶν δ' ἐπ' ἐσχάραν 120

οὐκέτ' ἔχω τίνα μηλοθύταν πορευθῶ.

Χορός
μόνος δ' ἄν, εἰ φῶς τόδ' ἦν
ὄμμασιν δεδορκὼς
Φοίβου παῖς, προλιπεῖν 125

ἦνεν ἕδρας σκοτίους Ἅιδα τε πύλας:
δμαθέντας γὰρ ἀνίστα,
πρὶν αὐτὸν εἷλε διόβολον
πλῆκτρον πυρὸς κεραυνίου. 130

νῦν δὲ βίου τίν' ἔτ' ἐλπίδα προσδέχωμαι;

Χορός
[πάντα γὰρ ἤδη †τετέλεσται βασιλεῦσιν,
πάντων δὲ θεῶν ἐπὶ βωμοῖς
αἱμόῤῥαντοι θυσίαι πλήρεις, 135

οὐδ' ἔστι κακῶν ἄκος οὐδέν.]

Επεισόδιον β΄

Χορός
ἀλλ' ἥδ' ὀπαδῶν ἐκ δόμων τις ἔρχεται
δακρυῤῥοοῦσα: τίνα τύχην ἀκούσομαι;
πενθεῖν μέν, εἴ τι δεσπόταισι τυγχάνει,
συγγνωστόν: εἰ δ' ἔτ' ἐστὶν ἔμψυχος γυνὴ 140

εἴτ' οὖν ὄλωλεν εἰδέναι βουλοίμεθ' ἄν.
Θεράπαινα
καὶ ζῶσαν εἰπεῖν καὶ θανοῦσαν ἔστι σοι.

καὶ πῶς ἂν αὑτὸς κατθάνοι τε καὶ βλέποι; 143
Θεράπαινα

ἤδη προνωπής ἐστι καὶ ψυχοῤῥαγεῖ.
Χορός 146

ἐλπὶς μὲν οὐκέτ' ἐστὶ σῴζεσθαι βίον;
Θεράπαινα
πεπρωμένη γὰρ ἡμέρα βιάζεται.
Χορός
οὔκουν ἐπ' αὐτῇ πράσσεται τὰ πρόσφορα;
Θεράπαινα
κόσμος γ' ἕτοιμος, ᾧ σφε συνθάψει πόσις.
Χορός 144

ὦ τλῆμον, οἵας οἷος ὢν ἁμαρτάνεις.
Θεράπαινα 145

οὔπω τόδ' οἶδε δεσπότης, πρὶν ἂν πάθῃ.
Χορός 150

ἴστω νυν εὐκλεής γε κατθανουμένη
γυνή τ' ἀρίστη τῶν ὑφ' ἡλίῳ μακρῷ.
Θεράπαινα
πῶς δ' οὐκ ἀρίστη; τίς δ' ἐναντιώσεται;
τί χρὴ λεγέσθαι τὴν ὑπερβεβλημένην
γυναῖκα; πῶς δ' ἂν μᾶλλον ἐνδείξαιτό τις 155

πόσιν προτιμῶσ' ἢ θέλουσ' ὑπερθανεῖν;
καὶ ταῦτα μὲν δὴ πᾶσ' ἐπίσταται πόλις:
ἃ δ' ἐν δόμοις ἔδρασε θαυμάσῃ κλύων.
ἐπεὶ γὰρ ᾔσθεθ' ἡμέραν τὴν κυρίαν
ἥκουσαν, ὕδασι ποταμίοις λευκὸν χρόα 160

ἐλούσατ', ἐκ δ' ἑλοῦσα κεδρίνων δόμων
ἐσθῆτα κόσμον τ' εὐπρεπῶς ἠσκήσατο,
καὶ στᾶσα πρόσθεν Ἑστίας κατηύξατο:
Δέσποιν', ἐγὼ γὰρ ἔρχομαι κατὰ χθονός,
πανύστατόν σε προσπίτνουσ' αἰτήσομαι, 165

τέκν' ὀρφανεῦσαι τἀμά: καὶ τῷ μὲν φίλην
σύζευξον ἄλοχον, τῇ δὲ γενναῖον πόσιν:
μηδ' ὥσπερ αὐτῶν ἡ τεκοῦσ' ἀπόλλυμαι
θανεῖν ἀώρους παῖδας, ἀλλ' εὐδαίμονας
ἐν γῇ πατρῴᾳ τερπνὸν ἐκπλῆσαι βίον. 170

πάντας δὲ βωμούς, οἳ κατ' Ἀδμήτου δόμους,
προσῆλθε κἀξέστεψε καὶ προσηύξατο,
πτόρθων ἀποσχίζουσα μυρσίνης φόβην,
ἄκλαυτος ἀστένακτος, οὐδὲ τοὐπιὸν
κακὸν μεθίστη χρωτὸς εὐειδῆ φύσιν. 175

κἄπειτα θάλαμον ἐσπεσοῦσα καὶ λέχος
ἐνταῦθα δὴ 'δάκρυσε καὶ λέγει τάδε:
Ὦ λέκτρον, ἔνθα παρθένει' ἔλυσ' ἐγὼ
κορεύματ' ἐκ τοῦδ' ἀνδρός, οὗ θνῄσκω πάρος,
χαῖρ': οὐ γὰρ ἐχθαίρω σ': ἀπώλεσας δέ με 180

μόνον: προδοῦναι γάρ σ' ὀκνοῦσα καὶ πόσιν
θνῄσκω. σὲ δ' ἄλλη τις γυνὴ κεκτήσεται,
σώφρων μὲν οὐκ ἂν μᾶλλον, εὐτυχὴς δ' ἴσως.

κυνεῖ δὲ προσπίτνουσα, πᾶν δὲ δέμνιον
ὀφθαλμοτέγκτῳ δεύεται πλημμυρίδι. 185

ἐπεὶ δὲ πολλῶν δακρύων εἶχεν κόρον,
στείχει προνωπὴς ἐκπεσοῦσα δεμνίων,
καὶ πολλὰ θαλάμων ἐξιοῦσ' ἐπεστράφη
κἄῤῥιψεν αὑτὴν αὖθις ἐς κοίτην πάλιν.
παῖδες δὲ πέπλων μητρὸς ἐξηρτημένοι 190

ἔκλαιον: ἡ δὲ λαμβάνουσ' ἐς ἀγκάλας
ἠσπάζετ' ἄλλοτ' ἄλλον ὡς θανουμένη.
πάντες δ' ἔκλαιον οἰκέται κατὰ στέγας
δέσποιναν οἰκτίροντες, ἡ δὲ δεξιὰν
προύτειν' ἑκάστῳ, κοὔτις ἦν οὕτω κακὸς 195

ὃν οὐ προσεῖπε καὶ προσεῤῥήθη πάλιν.
τοιαῦτ' ἐν οἴκοις ἐστὶν Ἀδμήτου κακά.
καὶ κατθανών τἂν ᾤχετ', ἐκφυγὼν δ' ἔχει
τοσοῦτον ἄλγος, οὔποθ' οὗ λελήσεται.
Χορός
ἦ που στενάζει τοισίδ' Ἄδμητος κακοῖς, 200

ἐσθλῆς γυναικὸς εἰ στερηθῆναί σφε χρή;
Θεράπαινα
κλαίει γ' ἄκοιτιν ἐν χεροῖν φίλην ἔχων,
καὶ μὴ προδοῦναι λίσσεται, τἀμήχανα
ζητῶν: φθίνει γὰρ καὶ μαραίνεται νόσῳ.
παρειμένη δέ, χειρὸς ἄθλιον βάρος, 205

ὅμως δέ, καίπερ σμικρὸν ἐμπνέουσ' ἔτι,
βλέψαι πρὸς αὐγὰς βούλεται τὰς ἡλίου
ὡς οὔποτ' αὖθις, ἀλλὰ νῦν πανύστατον
[ἀκτῖνα κύκλον θ' ἡλίου προσόψεται].
ἀλλ' εἶμι καὶ σὴν ἀγγελῶ παρουσίαν: 210

οὐ γάρ τι πάντες εὖ φρονοῦσι κοιράνοις,
ὥστ' ἐν κακοῖσιν εὐμενεῖς παρεστάναι:
σὺ δ' εἶ παλαιὸς δεσπόταις ἐμοῖς φίλος
Mοιραστείτε το:




0 Σχόλια:

Σας παρακαλούμε πολύ να γράφετε με Ελληνικούς χαρακτήρες και οι σχολιασμοί σας να μη ξεφεύγουν απο τα όρια της ευπρέπειας. Σχόλια
τα οποία περιέχουν ύβρεις, θα αποκλείονται. Ευχαριστούμε.

 
Copyright © 2010-2013. Ελληνικό Αρχείο - All Rights Reserved | Designed by Graphopoly Designs