Λόγος Καθολικός - Ερμής ο Τρισμέγιστος (αρχαίο κείμενο)


Mοιραστείτε το:


EΡΜΗΣ Ο ΤΡΙΣΜΕΓΙΣΤΟΣ

Λόγος Καθολικός

Πᾶν τὸ κινούμενον, ὦ ᾿Ασκληπιέ, οὐκ ἔν τινι κινεῖται
καὶ ὑπό τινος; – Μάλιστα. – Οὐκ ἀνάγκη δὲ μεῖζον
εἶναι ἐν ᾧ κινεῖται τὸ κινούμενον; – ᾿Ανάγκη. – Ἰσχυ-
ρότερον ἄρα τὸ κινοῦν τοῦ κινουμένου; – ᾿Ισχυρότερον γάρ.
– ᾿Εναντίαν δὲ ἔχειν φύσιν ἀνάγκη τὸ ἐν ᾧ κινεῖται τῇ
τοῦ κινουμένου; – Καὶ πάνυ.
Μέγας οὖν οὗτος <ὁ> κόσμος, οὗ μεῖζον οὐκ ἔστι
σῶμα; – ῾Ωμολόγηται. – Καὶ στιβαρός; πεπλήρωται γὰρ
ἄλλων σωμάτων μεγάλων πολλῶν, μᾶλλον δὲ πάντων ὅσα
ἐστὶ σώματα. – Οὕτως ἔχει. – Σῶμα δὲ ὁ κόσμος; –
Σῶμα. – Καὶ κινούμενον;
– Μάλιστα. – Πηλίκον
οὖν δεῖ τὸν τόπον εἶναι ἐν ᾧ κινεῖται καὶ ποταπὸν τὴν
φύσιν; οὐ πολὺ μείζονα, ἵνα δυνηθῇ δέξασθαι τῆς φορᾶς
τὴν συνέχειαν καὶ μὴ θλιβόμενον τὸ κινούμενον ὑπὸ τῆς
στενότητος ἐπίσχῃ τὴν κίνησιν; – Παμμέγεθές τι χρῆμα,
ὦ Τρισμέγιστε. –
Ποταπῆς δὲ φύσεως; τῆς ἐναντίας
ἄρα, ὦ ᾿Ασκληπιέ; σώματι δὲ ἐναντία φύσις τὸ ἀσώματον.
– ῾Ωμολόγηται. – ᾿Ασώματος οὖν ὁ τόπος, τὸ δὲ ἀσώματον
ἢ θεῖόν ἐστιν ἢ ὁ θεός. τὸ δὲ θεῖον λέγω νῦν, οὐ τὸ γεννητόν,
ἀλλὰ τὸ ἀγέννητον.
ἐὰν μὲν οὖν ᾖ θεῖον, οὐσιῶδές
ἐστιν· ἐὰν δὲ ᾖ θεός, καὶ ἀνουσίαστον γίνεται. ἄλλως δὲ
νοητόν, οὕτως· νοητὸς γὰρ πρῶτος ὁ θεός ἐστιν ἡμῖν, οὐχ
ἑαυτῷ· τὸ γὰρ νοητὸν τῷ νοοῦντι αἰσθήσει ὑποπίπτει· ὁ
θεὸς οὐκοῦν οὐχ ἑαυτῷ νοητός· οὐ γὰρ ἄλλο τι ὢν τοῦ νοου-
μένου ὑφ' ἑαυτοῦ νοεῖται·
ἡμῖν δὲ ἄλλο τί ἐστι· διὰ
τοῦτο ἡμῖν νοεῖται. εἰ δὲ νοητὸς ὁ τόπος, οὐχ ὡς θεός,
ἀλλ' ὡς τόπος. εἰ δὲ καὶ ὡς θεός, οὐχ ὡς τόπος, ἀλλ' ὡς
ἐνέργεια χωρητική. πᾶν δὲ τὸ κινούμενον οὐκ ἐν κινουμένῳ
κινεῖται ἀλλ' ἐν ἑστῶτι· καὶ τὸ κινοῦν δὲ ἕστηκεν, ἀδύνα-
τον συγκινεῖσθαι.
Πῶς οὖν, ὦ Τρισμέγιστε, τὰ ἐνθάδε συγκινεῖται τοῖς
κινοῦσιν; τὰς γὰρ σφαίρας ἔφης τὰς πλανωμένας κινεῖσθαι
ὑπὸ τῆς ἀπλανοῦς σφαίρας. – Οὐκ ἔστιν αὕτη, ὦ ᾿Ασκλη-
πιέ, συγκίνησις ἀλλ' ἀντικίνησις· οὐ γὰρ ὁμοίως κινοῦνται,
ἀλλ' ἐναντίαι ἀλλήλαις· ἡ δὲ ἐναντίωσις τὴν ἀντέρεισιν
τῆς κινήσεως ἑστῶσαν ἔχει·
ἡ γὰρ ἀντιτυπία στάσις
φορᾶς. αἱ οὖν πλανώμεναι σφαῖραι ἐναντίως κινούμε-
ναι τῇ ἀπλανεῖ ὑπ' ἀλλήλων τῇ ἐναντίᾳ ὑπαντήσει περὶ
τὴν ἐναντιότητα αὐτὴν ὑπὸ τῆς ἑστώσης κινοῦνται . καὶ
ἄλλως ἔχειν ἀδύνατον. τὰς γὰρ ἄρκτους ταύτας ἃς ὁρᾷς
μήτε δυνούσας μήτε ἀνατελλούσας, περὶ δὲ τὸ αὐτὸ στρεφο-
μένας, ἢ οἴει κινεῖσθαι ἢ ἑστάναι; – Κινεῖσθαι, ὦ Τρισ-
μέγιστε. – Κίνησιν ποίαν, ὦ ᾿Ασκληπιέ; – Τὴν περὶ τὰ
αὐτὰ ἀναστρεφομένην. – ῾Η δὲ περιφορὰ τὸ αὐτὸ καὶ ἡ
περὶ τὸ αὐτὸ κίνησις ὑπὸ στάσεως κατεχομένη. τὸ γὰρ περὶ
αὐτὸ κωλύει τὸ ὑπὲρ αὐτὸ κωλυόμενον δὲ τοὺς τὸ ὑπὲρ
αὐτό, εἰ ἔστη εἰς τὸ περὶ αὐτό , οὕτω καὶ ἡ ἐναντία φορὰ
ἕστηκεν ἑδραία, ὑπὸ τῆς ἐναντιότητος στηριζομένη.
παράδειγμα δέ σοι ἐπίγειον τοῖς ὀφθαλμοῖς ὑποπῖπτον
φράσω· τὰ ἐπίκηρα ζῷα, οἷον τὸν ἄνθρωπον λέγω, θεώρει
νηχόμενον· φερομένου γὰρ τοῦ ὕδατος, ἡ ἀντιτυπία τῶν
ποδῶν καὶ τῶν χειρῶν στάσις γίνεται τῷ ἀνθρώπῳ, τοῦ μὴ
συγκατενεχθῆναι τῷ ὕδατι. – Σαφὲς τὸ παράδειγμα, ὦ
Τρισμέγιστε.
– Πᾶσα οὖν κίνησις ἐν στάσει καὶ ὑπὸ στάσεως κινεῖ-
ται. ἡ οὖν κίνησις τοῦ κόσμου καὶ παντὸς δὲ ζῴου ὑλικοῦ
οὐχ ὑπὸ τῶν κατ' ἐκτὸς τοῦ σώματος συμβαίνει γίνεσθαι,
ἀλλ' ὑπὸ τῶν ἐντὸς εἰς τὸ κατ' ἐκτός, τῶν νοητῶν, ἤτοι
ψυχῆς ἢ πνεύματος, ἢ ἄλλου τινὸς ἀσωμάτου. σῶμα γὰρ
σῶμα ἔμψυχον οὐ κινεῖ, ἀλλ' οὐδὲ τὸ σύνολον σῶμα, κἂν
ᾖ ἄψυχον. –
Πῶς τοῦτο λέγεις, ὦ Τρισμέγιστε; τὰ
οὖν ξύλα καὶ τοὺς λίθους καὶ τὰ ἄλλα πάντα ἄψυχα, οὐ
σώματά ἐστι τὰ κινοῦντα; – Οὐδαμῶς, ὦ ᾿Ασκληπιέ· τὸ
γὰρ ἔνδον τοῦ σώματος τοῦ κινοῦντος τὸ ἄψυχον, οὐ σῶμα
ἐκεῖνό ἐστι τὸ ἀμφότερα κινοῦν, καὶ τὸ τοῦ βαστάζοντος
καὶ τὸ τοῦ βασταζομένου· διόπερ ἄψυχον οὐκ ἄψυχον
κινήσει. ὁρᾷς οὖν καταβαρουμένην τὴν ψυχήν, ὅταν μόνη δύο
σώματα φέρῃ. καὶ ὅτι μὲν ἔν τινι κινεῖται τὰ κινούμενα
καὶ ὑπό τινος, δῆλον.
– ᾿Εν κενῷ δὲ δεῖ κινεῖσθαι τὰ
κινούμενα, ὦ Τρισμέγιστε; – Εὐφήμει, ὦ ᾿Ασκληπιέ.
οὐδὲ ἓν τῶν ὄντων ἐστὶ κενὸν τῷ τῆς ὑπάρξεως λόγῳ· τὸ
δὲ ὂν οὐκ ἂν ἠδύνατο εἶναι ὄν, εἰ μὴ μεστὸν τῆς ὑπάρξεως
ἦν· τὸ γὰρ ὑπάρχον κενὸν οὐδέποτε γενέσθαι δύναται.
– Οὐκ ἔστιν οὖν κενά τινα, ὦ Τρισμέγιστε, οἷον κάδος
καὶ κέραμος καὶ ληνὸς καὶ τὰ ἄλλα τὰ παραπλήσια; –
Φεῦ τῆς πολλῆς πλάνης, <ὦ> ᾿Ασκληπιέ. τὰ μᾶλλον
πληρέστατα καὶ μεστότατα ὄντα, ταῦτα ἡγῇ κενὰ εἶναι;
– Πῶς λέγεις, ὦ Τρισμέγιστε; – Οὐ σῶμά ἐστιν
ὁ ἀήρ; – Σῶμα. – Τοῦτο δὲ τὸ σῶμα οὐ διὰ πάντων
διήκει τῶν ὄντων, καὶ πάντα διῆκον πληροῖ; σῶμα δὲ
οὐκ ἐκ τῶν τεσσάρων κεκραμένον συνέστηκε; μεστὰ οὖν
ἐστι πάντα, ἃ σὺ φῂς κενά, τοῦ ἀέρος· εἰ δὲ τοῦ ἀέρος,
καὶ τῶν τεσσάρων σωμάτων, καὶ συμβαίνει ὁ ἐναντίος
λόγος ἐκφαίνεσθαι, ὅτι ἃ σὺ φῂς μεστά, ταῦτα πάντα κενά
ἐστι τοῦ ἀέρος, ἐκείνων ὑπ' ἄλλων σωμάτων στενοχωρου-
μένων καὶ μὴ ἐχόντων τόπον δέξασθαι τὸν ἀέρα. ταῦτα
οὖν ἃ σὺ φῂς εἶναι κενά, κοῖλα δεῖ ὀνομάζειν, οὐ κενά·
ὑπάρξει γὰρ μεστά ἐστιν ἀέρος καὶ πνεύματος. –
᾿Αναντίρρητος ὁ λόγος, ὦ Τρισμέγιστε. τὸν οὖν τόπον
τὸν ἐν ᾧ κινεῖται τὸ πᾶν, τί εἴπομεν; – ᾿Ασώματον, ὦ ᾿Ασ-
κληπιέ. – Τὸ οὖν ἀσώματον τί ἐστι; – Νοῦς ὅλος ἐξ ὅλου
ἑαυτὸν ἐμπεριέχων, ἐλεύθερος σώματος παντός, ἀπλανής,
ἀπαθής, ἀναφής, αὐτὸς ἐν ἑαυτῷ ἑστώς, χωρητικὸς τῶν
πάντων καὶ σωτήριος τῶν ὄντων, οὗ ὥσπερ ἀκτῖνές εἰσι
τὸ ἀγαθόν, ἡ ἀλήθεια, τὸ ἀρχέτυπον πνεύματος, τὸ
ἀρχέτυπον ψυχῆς. – ῾Ο οὖν θεὸς τί ἐστιν; – ῾Ο μηδὲ
ἓν τούτων ὑπάρχων, ὢν δὲ καὶ τοῦ εἶναι τούτοις αἴτιος
καὶ πᾶσι καὶ ἑνὶ ἑκάστῳ τῶν ὄντων πάντων.
οὐδὲ
γὰρ οὐδὲν ὑπέλειπε πλέον τὸ μὴ ὄν, πάντα δέ ἐστι τὰ ἐκ
τῶν ὄντων γινόμενα οὐκ ἐκ τῶν μὴ ὄντων· τὰ γὰρ μὴ ὄντα
οὐ φύσιν ἔχει τοῦ δύνασθαι γενέσθαι ἀλλὰ τοῦ μὴ δύνασθαί
τι [τὸ] γενέσθαι καὶ πάλιν τὰ ὄντα οὐ φύσιν ἔχει τοῦ
μηδέποτε εἶναι.
τί οὖν φῂς τοῦ μὴ εἶναί ποτε;
ὁ οὖν θεὸς οὐ νοῦς ἐστιν, αἴτιος δὲ τοῦ <νοῦν> εἶναι,
οὐδὲ πνεῦμα, αἴτιος δὲ τοῦ εἶναι πνεῦμα, οὐδὲ φῶς, αἴτιος
δὲ τοῦ φῶς εἶναι. ὅθεν τὸν θεὸν δυσὶ ταύταις ταῖς προση-
γορίαις σέβεσθαι δεῖ, ταῖς μόνῳ αὐτῷ προσῳκειωμέναις
καὶ ἄλλῳ οὐδενί. οὔτε γὰρ τῶν ἄλλων λεγομένων θεῶν οὔτε
ἀνθρώπων οὔτε δαιμόνων τις δύναται κἂν κατὰ ποσονοῦν
ἀγαθὸς εἶναι ἢ μόνος ὁ θεός. καὶ τοῦτό ἐστι μόνον καὶ
οὐδὲν ἄλλο. τὰ δὲ ἄλλα πάντα ἀχώρητά ἐστι τῆς τοῦ ἀγαθοῦ
φύσεως· σῶμα γάρ εἰσι καὶ ψυχή, τόπον οὐκ ἔχοντα
χωρῆσαι δυνάμενον τὸ ἀγαθόν.
τοσοῦτον γάρ ἐστι
τοῦ ἀγαθοῦ τὸ μέγεθος ὅσον ἐστὶν ὕπαρξις πάντων τῶν
ὄντων, καὶ σωμάτων καὶ ἀσωμάτων, καὶ αἰσθητῶν καὶ
νοητῶν. τοῦτό ἐστι τὸ ἀγαθόν, τοῦτό ἐστιν ὁ θεός. μὴ
οὖν εἴπῃς ἄλλο τι ἀγαθόν, ἐπεὶ ἀσεβεῖς, ἢ ἄλλο τί ποτε
τὸν θεὸν ἢ μόνον τὸ ἀγαθόν, ἐπεὶ πάλιν ἀσεβεῖς.
λόγῳ μὲν οὖν ὑπὸ πάντων λέγεται τὸ ἀγαθόν, οὐ νοεῖται
δὲ τί ποτέ ἐστιν ὑπὸ πάντων. διὰ τοῦτο οὐδὲ ὁ θεὸς νοεῖται
ὑπὸ πάντων, ἀλλ' ἀγνοίᾳ καὶ τοὺς θεοὺς καί τινας τῶν
ἀνθρώπων ἀγαθοὺς ὀνομάζουσι, μηδέποτε δυναμένους
μήτε εἶναι μήτε γενέσθαι· ἀναλλοτριώτατον γάρ ἐστι τοῦ
θεοῦ καὶ ἀχώριστον, ὡς αὐτὸς ὁ θεὸς ὄν. θεοὶ μὲν οὖν οἱ
ἄλλοι πάντες ἀθάνατοι τετιμημένοι τῇ τοῦ θεοῦ προσηγο-
ρίᾳ· ὁ δὲ θεὸς τὸ ἀγαθόν, οὐ κατὰ τιμήν, ἀλλὰ κατὰ φύσιν·
μία γὰρ ἡ φύσις τοῦ θεοῦ, τὸ ἀγαθόν, καὶ ἓν γένος ἀμφοτέ-
ρων, ἐξ οὗ τὰ γένη πάντα. ὁ γὰρ ἀγαθὸς ἅπαντά ἐστι
διδοὺς καὶ μηδὲν λαμβάνων. ὁ οὖν θεὸς πάντα δίδωσι καὶ
οὐδὲν λαμβάνει· ὁ οὖν θεὸς <τὸ> ἀγαθόν, καὶ τὸ ἀγαθὸν
ὁ θεός.
ἡ δὲ ἑτέρα προσηγορία ἐστὶν ἡ τοῦ πατρός, πάλιν
διὰ τὸ ποιητικὸν πάντων· πατρὸς γὰρ τὸ ποιεῖν. διὸ καὶ
μεγίστη ἐν τῷ βίῳ σπουδὴ καὶ εὐσεβεστάτη τοῖς εὖ φρο-
νοῦσίν ἐστιν ἡ παιδοποιΐα, καὶ μέγιστον ἀτύχημα καὶ
ἀσέβημά ἐστιν ἄτεκνόν τινα ἐξ ἀνθρώπων ἀπαλλαγῆναι,
καὶ δίκην οὗτος δίδωσι μετὰ θάνατον τοῖς δαίμοσιν. ἡ δὲ
τιμωρία ἐστὶν ἥδε, τὴν τοῦ ἀτέκνου ψυχὴν εἰς σῶμα
καταδικασθῆναι μήτε ἀνδρὸς μήτε γυναικὸς φύσιν ἔχοντος,
ὅπερ ἐστὶ κατηραμένον ὑπὸ τοῦ ῾Ηλίου. τοιγαροῦν, ὦ
᾿Ασκληπιέ, μηδενὶ ὄντι ἀτέκνῳ συνησθῇς· τοὐναντίον
δὲ ἐλέησον τὴν συμφοράν, ἐπιστάμενος οἵα αὐτὸν μένει
τιμωρία. τοσαῦτα καὶ τοιαῦτα λελέχθω, ὦ ᾿Ασκληπιέ,
προγνωσία τις τῆς πάντων φύσεως.
Mοιραστείτε το:




0 Σχόλια:

Σας παρακαλούμε πολύ να γράφετε με Ελληνικούς χαρακτήρες και οι σχολιασμοί σας να μη ξεφεύγουν απο τα όρια της ευπρέπειας. Σχόλια
τα οποία περιέχουν ύβρεις, θα αποκλείονται. Ευχαριστούμε.

 
Copyright © 2010-2013. Ελληνικό Αρχείο - All Rights Reserved | Designed by Graphopoly Designs