Αριστοτέλης
Μικρά Φυσικά
Μικρά Φυσικά
Κατάλογος Έργων:
Περί ενυπνίου
Μετὰ δὲ ταῦτα περὶ ἐνυπνίου ἐπιζητητέον͵ καὶ πρῶτον τίνι τῶν τῆς ψυχῆς φαίνεται͵ καὶ πότερον τοῦ νοητικοῦ τὸ πάθος ἐστὶ τοῦτο ἢ τοῦ αἰσθητικοῦ· τούτοις γὰρ μόνοις τῶν ἐν ἡμῖν γνωρίζομέν τι. εἰ δ΄ ἡ χρῆσις ὄψεως ὅρασις͵ καὶ ἀκοῆς τὸ ἀκούειν͵ καὶ ὅλως αἰσθήσεως τὸ αἰσθάνεσθαι͵ κοινὰ δ΄ ἐστὶ τῶν αἰσθήσεων οἷον σχῆμα καὶ μέγεθος καὶ κίνησις καὶ τἆλλα τὰ τοιαῦτα͵ ἴδια δ΄ οἷον χρῶμα ψόφος χυμός͵ ἀδυνατεῖ δὲ πάντα μύοντα καὶ καθεύδοντα ὁρᾶν͵ ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν͵ δῆλον ὅτι οὐκ αἰσθανόμεθα οὐδὲν ἐν τοῖς ὕπνοις· οὐκ ἄρα γε τῇ αἰσθήσει τὸ ἐνύπνιον αἰσθανόμεθα.
ἀλλὰ μὴν οὐδὲ τῇ δόξῃ· οὐ γὰρ μόνον τὸ προσιόν φαμεν ἄνθρωπον ἢ ἵππον εἶναι͵ ἀλλὰ καὶ λευκὸν ἢ καλόν· ὧν ἡ δόξα ἄνευ αἰσθήσεως οὐδὲν ἂν φήσειεν͵ οὔτ΄ ἀληθῶς οὔτε ψευδῶς. ἐν δὲ τοῖς ὕπνοις συμβαίνει τὴν ψυχὴν τοῦτο ποιεῖν· ὁμοίως γὰρ ὅτι ἄνθρωπος καὶ ὅτι λευκὸς ὁ προσιὼν δοκοῦ μεν ὁρᾶν. ἔτι παρὰ τὸ ἐνύπνιον ἐννοοῦμεν ἄλλο τι͵ καθάπερ ἐν τῷ ἐγρηγορέναι αἰσθανόμενοί τι. περὶ οὗ γὰρ αἰσθανόμεθα͵ πολλάκις καὶ διανοούμεθά τι· οὕτω καὶ ἐν τοῖς ὕπνοις παρὰ τὰ φαντάσματα ἐνίοτε ἄλλα ἐννοοῦμεν.
φανείη δ΄ ἄν τῳ τοῦτο͵ εἴ τις προσέχοι τὸν νοῦν καὶ πειρῷτο μνημονεύειν ἀναστάς. ἤδη δέ τινες καὶ ἑωράκασιν ἐνύπνια τοιαῦτα͵ οἷον οἱ δοκοῦντες κατὰ τὸ μνημονικὸν παράγγελμα τίθεσθαι τὰ προβαλλόμενα· συμβαίνει γὰρ αὐτοῖς πολλάκις ἄλλο τι παρὰ τὸ ἐνύπνιον τίθεσθαι πρὸ ὀμμάτων εἰς τὸν τόπον φάντασμα· ὥστε δῆλον ὅτι οὐκ ἐνύπνιον πᾶν τὸ ἐν ὕπνῳ φάντασμα͵ καὶ ὅτι ὃ ἐννοοῦμεν τῇ δόξῃ δοξάζομεν.
δῆλον δὲ περὶ τούτων ἁπάντων τό γε τοσοῦτον͵ ὅτι τὸ αὐτὸ ᾧ καὶ ἐγρηγορότες ἐν ταῖς νόσοις ἀπατώμεθα͵ τοῦτ΄ αὐτὸ καὶ ἐν τῷ ὕπνῳ ποιεῖ τὸ πάθος. καὶ ὑγιαίνουσι δὲ καὶ εἰδόσιν ὅμως ὁ ἥλιος ποδιαῖος εἶναι δοκεῖ. ἀλλ΄ εἴτε δὴ ταὐτὸν εἴθ΄ ἕτερον τὸ φανταστικὸν τῆς ψυχῆς καὶ τὸ αἰσθητικόν͵ οὐδὲν ἧττον οὐ γίνεται ἄνευ τοῦ ὁρᾶν καὶ αἰσθάνεσθαί τι· τὸ γὰρ παρορᾶν καὶ παρακούειν ὁρῶντος ἀληθές τι καὶ ἀκούοντος͵ οὐ μέντοι τοῦτο ὃ οἴεται. ἐν δὲ τῷ ὕπνῳ ὑπόκειται μηδὲν ὁρᾶν μηδὲν ἀληθές͵ τὸ δὲ μηδὲν πάσχειν τὴν αἴσθησιν οὐκ ἀληθές͵ ἀλλ΄ ἐνδέχεται καὶ τὴν ὄψιν πάσχειν τι καὶ τὰς ἄλλας αἰσθήσεις͵ ἕκαστον δὲ τούτων ὥσπερ ἐγρηγορότος προσβάλλει μέν πως τῇ αἰσθήσει͵ οὐχ οὕτω δὲ ὥσπερ ἐγρηγορότος· καὶ ὁτὲ μὲν ἡ δόξα λέγει ὅτι ψεῦδος͵ ὥσπερ ἐγρηγορόσιν͵ ὁτὲ δὲ κατέχεται καὶ ἀκολουθεῖ τῷ φαντάσματι;
ὅτι μὲν οὖν οὐκ ἔστι τοῦ δοξάζοντος οὐδὲ τοῦ διανοουμένου τὸ πάθος τοῦτο ὃ καλοῦμεν ἐνυπνιάζειν͵ φανερόν. ἀλλ΄ οὐδὲ τοῦ αἰσθανομένου ἁπλῶς· ὁρᾶν γὰρ ἂν ἦν καὶ ἀκούειν ἁπλῶς. ἀλλὰ πῶς δὴ καὶ τίνα τρόπον͵ ἐπισκεπτέον. ὑποκείσθω μὲν οὖν͵ ὅπερ ἐστὶ καὶ φανερόν͵ ὅτι τοῦ αἰσθητικοῦ τὸ πάθος͵ εἴπερ καὶ ὁ ὕπνος· οὐ γὰρ ἄλλῳ μέν τινι τῶν ζῴων ὑπάρχει ὁ ὕπνος͵ ἄλλῳ δὲ τὸ ἐνυπνιάζειν͵ ἀλλὰ τῷ αὐτῷ. ἐπεὶ δὲ περὶ φαντασίας ἐν τοῖς Περὶ ψυχῆς εἴρηται͵ καὶ ἔστι μὲν τὸ αὐτὸ τῷ αἰσθητικῷ τὸ φανταστικόν͵ τὸ δ΄ εἶναι φανταστικῷ καὶ αἰσθητικῷ ἕτερον͵ ἔστι δὲ φαντασία ἡ ὑπὸ τῆς κατ΄ ἐνέργειαν αἰσθήσεως γινομένη κίνησις͵ τὸ δ΄ ἐνύπνιον φάντασμά τι φαίνεται εἶναι (τὸ γὰρ ἐν ὕπνῳ φάντασμα ἐνύπνιον λέγομεν͵ εἴθ΄ ἁπλῶς εἴτε τρόπον τινὰ γινόμενον)͵ φανερὸν ὅτι τοῦ αἰσθητικοῦ μέν ἐστι τὸ ἐνυπνιάζειν͵ τούτου δ΄ ᾗ φανταστικόν.
(α) Αι δυνάμεις υπάρχουσιν έvεκα των ενεργειών.
(β) Και επομένως δεv ονειρώττομεν διά μέσου των αισθήσεων.
(γ) Δόξα είvαι η ενέργεια του πνεύματος, δι' ης κρίνομεν το ποιόν και τας ιδιότητας τωv όντων, και ούτω σχηματίζομεν γνώμην περί αυτών, ίδιον όμως έχει ότι αναφέρεται εις το ενδεχόμενον, το δυνάμενον και άλλως έχειν.
(δ) Kαι εv γένει ουσία.
(ε) Διότι η αίσθησις γνωρίζει ημίν πρώτη την ύπαρξιν των πραγμάτων.
(στ) Κρίνομεν δηλαδή και μορφούμεν γνώμην περί αυτού. “Αλλά κατά την δόξαν, οτιδήποτε δοξάζομεν, πάντοτε έχομεν συνείδησιν ότι δοξάζομεν. Δεv είναι λοιπόν έργον της δόξης τα ενύπνια. Συνάμα δε είναι φανερόν ότι ουχί παν ό,τι φανταζόμεθα εν τω ύπνω είναι όνειρον. Αλλά, όταν μεν τις βλέπων τι δεν νοή ότι τούτο όπερ βλέπει είναι όνειρον, τούτο είναι ενύπνιον. Όταν όμως βλέπων δύνηται να εννοή ότι το ορώμενον είναι ενύπνιον, τούτο είναι παράστασις (ή φάντασμα) και όχι ενύπνιον”. (Θεμίστιος).
(ζ) Γίνονται δηλ. και πράξεις του νου.
(η) Ούτοι δια των προσπαθειών των μνημονεύουσι τα απαγγελθέντα καλύτερον των αποστοματιζόντων αυτά. Ούτω και οι ησκημένοι να ενθυμώνται τα όνειρα, ενθυμούνται καλύτερον των άλλων.
(θ) Θεωρούμεν αυτό ψεύδος ή αληθές διά της δόξης.
(ι) Πόσω μάλλον λοιπόν πρέπει να συμβαίνει η απάτη όταν νοούμεν ή κοιμώμεθα ;
(ια) Ήτις κακώς υποτίθεται κατά τον Αριστοτέλην.
(ιβ) Και όνειρον.
(ιγ) Θεωρούσα τους τύπους των πραγμάτων ως αυτά τα πράγματα.
(ιδ) Διότι εν μέρει ανήκει αυτοίς.
(ιε) Και μη παρόντων των αισθητών.
(ιστ) Δήλα δη είτε αναγνωρίζεται ως όνειρον, είτε είναι μίγμα αληθούς και ψευδούς εγρηγόρσεως και ύπνου.
0 Σχόλια:
Σας παρακαλούμε πολύ να γράφετε με Ελληνικούς χαρακτήρες και οι σχολιασμοί σας να μη ξεφεύγουν απο τα όρια της ευπρέπειας. Σχόλια
τα οποία περιέχουν ύβρεις, θα αποκλείονται. Ευχαριστούμε.