Κατά Αλκιβιάδου - Ανδοκίδης (αρχαίο κείμενο)


Mοιραστείτε το:


Aνδοκίδης

Κατά Αλκιβιάδου


[1] ὧν οὐκ ἐν τῷ παρόντι μόνον γιγνώσκω τῶν πολιτικῶν πραγμάτων ὡς σφαλερόν ἐστιν ἅπτεσθαι, ἀλλὰ καὶ πρότερον χαλεπὸν ἡγούμην, πρὶν τῶν κοινῶν ἐπιμελεῖσθαί τινος. πολίτου δὲ ἀγαθοῦ νομίζω προκινδυνεύειν ἐθέλειν τοῦ πλήθους, καὶ μὴ καταδείσαντα τὰς ἔχθρας τὰς ἰδίας ὑπὲρ τῶν δημοσίων ἔχειν ἡσυχίαν: διὰ μὲν γὰρ τοὺς τῶν ἰδίων ἐπιμελουμένους οὐδὲν αἱ πόλεις μείζους καθίστανται, διὰ δὲ τοὺς τῶν κοινῶν μεγάλαι καὶ ἐλεύθεραι γίγνονται. [2] ὧν [τῶν ἀγαθῶν] εἷς ἐγὼ βουληθεὶς ἐξετάζεσθαι μεγίστοις περιπέπτωκα κινδύνοις, προθύμων μὲν καὶ ἀγαθῶν ἀνδρῶν ὑμῶν τυγχάνων, δι' ὅπερ σῴζομαι, πλείστοις δὲ καὶ δεινοτάτοις ἐχθροῖς χρώμενος, ὑφ' ὧν διαβάλλομαι. ὁ μὲν οὖν ἀγὼν ὁ παρὼν οὐ στεφανηφόρος, ἀλλ' εἰ χρὴ μηδὲν ἀδικήσαντα τὴν πόλιν δέκα ἔτη φεύγειν: οἱ δ' ἀνταγωνιζόμενοι περὶ τῶν ἄθλων τούτων ἐσμὲν ἐγὼ καὶ Ἀλκιβιάδης καὶ Νικίας, ὧν ἀναγκαῖον ἕνα τῇ συμφορᾷ περιπεσεῖν.
[3] ἄξιον δὲ μέμψασθαι τὸν θέντα τὸν νόμον, ὃς ἐναντία τῷ ὅρκῳ τοῦ δήμου καὶ τῆς βουλῆς ἐνομοθέτησεν: ἐκεῖ μὲν γὰρ ὄμνυτε μηδένα μήτε ἐξελᾶν μήτε δήσειν μήτε ἀποκτενεῖν ἄκριτον, ἐν δὲ τῷδε τῷ καιρῷ οὔτε κατηγορίας γενομένης οὔτε ἀπολογίας ἀποδοθείσης [οὔτε] διαψηφισαμένων κρύβδην τὸν ὀστρακισθέντα τοσοῦτον χρόνον δεῖ στερηθῆναι τῆς πόλεως. [4] εἶτα ἐν τοῖς τοιούτοις οἱ τοὺς ἑταίρους καὶ συνωμότας κεκτημένοι πλέον φέρονται τῶν ἄλλων: οὐ γὰρ ὥσπερ ἐν τοῖς δικαστηρίοις οἱ λαχόντες κρίνουσιν, ἀλλὰ τούτου+ τοῦ πράγματος+ ἅπασιν Ἀθηναίοις μέτεστι. πρὸς δὲ τούτοις τῷ μὲν ἐλλείπειν τῷ δ' ὑπερβάλλειν ὁ νόμος μοι δοκεῖ: τῶν μὲν γὰρ ἰδίων ἀδικημάτων μεγάλην τιμωρίαν ταύτην νομίζω, τῶν δὲ δημοσίων μικρὰν καὶ οὐδενὸς ἀξίαν ἡγοῦμαι ζημίαν, ἐξὸν κολάζειν χρήμασι καὶ δεσμῷ καὶ θανάτῳ. [5] ἔτι δ' εἴ τις διὰ τοῦτο μεθίσταται ὅτι πολίτης ἐστίν, οὗτος οὐδ' ἀπελθὼν ἐνθένδε παύσεται, ἀλλ' ὅπου ἂν οἰκῇ, ταύτην τὴν πόλιν διαφθερεῖ, καὶ τῇδε οὐδὲν ἧττον ἐπιβουλεύσει, ἀλλὰ καὶ μᾶλλον δικαιότερον ἢ πρὶν ἐκβληθῆναι. οἶμαι δὲ καὶ τοὺς φίλους ὑμῶν ἐν ταύτῃ μάλιστα τῇ ἡμέρᾳ λυπεῖσθαι καὶ τοὺς ἐχθροὺς ἥδεσθαι, συνειδότας ὡς ἂν ἀγνοήσαντες ἐξελάσητε τὸν βέλτιστον, δέκα ἐτῶν ἡ πόλις οὐδὲν ἀγαθὸν ὑπὸ τούτου τοῦ ἀνδρὸς πείσεται. [6] ῥᾴδιον δὲ καὶ ἐντεῦθεν γνῶναι τὸν νόμον πονηρὸν ὄντα: μόνοι γὰρ αὐτῷ τῶν Ἑλλήνων χρώμεθα, καὶ οὐδεμία τῶν ἄλλων πόλεων ἐθέλει μιμήσασθαι. καίτοι ταῦτα διέγνωσται ἄριστα τῶν δογμάτων, ἃ καὶ τοῖς πολλοῖς καὶ τοῖς ὀλίγοις ἁρμόττοντα μάλιστα τυγχάνει καὶ πλείστους ἐπιθυμητὰς ἔχει.
[7] περὶ μὲν οὖν τούτων οὐκ οἶδ' ὅ τι δεῖ μακρότερα λέγειν: πάντως γὰρ οὐδὲν ἂν πλεῖον εἰς τὸ παρὸν ποιήσαιμεν: δέομαι δ' ὑμῶν τῶν λόγων ἴσους καὶ κοινοὺς ἡμῖν ἐπιστάτας γενέσθαι, καὶ πάντας ἄρχοντας περὶ τούτων καταστῆναι, καὶ μήτε τοῖς λοιδορουμένοις μήτε τοῖς ὑπὲρ καιρὸν χαριζομένοις ἐπιτρέπειν, ἀλλὰ τῷ μὲν θέλοντι λέγειν καὶ ἀκούειν εὐμενεῖς εἶναι, τῷ δὲ ἀσελγαίνοντι καὶ θορυβοῦντι χαλεπούς. ἀκούσαντες γὰρ ἕκαστον τῶν ὑπαρχόντων ἄμεινον βουλεύσεσθε περὶ ἡμῶν.
[8] ἔστι δὲ περὶ τῆς μισοδημίας καὶ τῆς στασιωτείας βραχύς μοι λόγος καταλελειμμένος. εἰ μὲν γὰρ ἄκριτος ἦν, εἰκότως ἂν τῶν κατηγορούντων ἠκροᾶσθε καὶ ἐμοὶ+ ἀναγκαῖον ἦν ἀπολογεῖσθαι περὶ τούτων: ἐπειδὴ δὲ τετράκις ἀγωνιζόμενος ἀπέφυγον, οὐκέτι δίκαιον ἡγοῦμαι λόγον οὐδένα περὶ τούτου γίγνεσθαι. πρὶν μὲν γὰρ κριθῆναι οὐ ῥᾴδιον [ἦν] εἰδέναι τὰς αἰτίας, οὔτ' εἰ ψευδεῖς εἰσιν οὔτ' εἰ ἀληθεῖς: ἀποφυγόντος δὲ ἢ καταγνωσθέντος τέλος ἔχει καὶ διώρισται τούτων ὁπότερόν ἐστιν. [9] ὥστε δεινὸν νομίζω τοὺς μὲν ἁλόντας μιᾷ ψήφῳ μόνον ἀποθνῄσκειν, καὶ τὰ χρήματα δημεύεσθαι αὐτῶν, τοὺς δὲ νικήσαντας πάλιν τὰς αὐτὰς κατηγορίας ὑπομένειν, καὶ τοὺς δικαστὰς ἀπολέσαι μὲν κυρίους εἶναι, σῷσαι δ' ἀκύρους καὶ ἀτελεῖς φαίνεσθαι, ἄλλως τε καὶ τῶν νόμων ἀπαγορευόντων δὶς περὶ τῶν αὐτῶν πρὸς τὸν αὐτὸν μὴ ἐξεῖναι δικάζεσθαι, καὶ ὑμῶν ὀμωμοκότων χρῆσθαι τοῖς νόμοις.
[10] ὧν ἕνεκα περὶ ἐμαυτοῦ παραλιπὼν Ἀλκιβιάδου τὸν βίον ἀναμνῆσαι βούλομαι. καίτοι ἀπορῶ γε διὰ τὸ πλῆθος τῶν ἁμαρτημάτων πόθεν ἄρξωμαι, ἐμποδὼν ἁπάντων ὄντων. περὶ μὲν οὖν μοιχείας καὶ γυναικῶν ἀλλοτρίων ἁρπαγῆς καὶ τῆς ἄλλης βιαιότητος καὶ παρανομίας καθ' ἕκαστον εἰ δεήσειε λέγειν, οὐκ ἂν ἐξαρκέσειεν ὁ παρὼν χρόνος, ἅμα δὲ καὶ πολλοῖς ἀπεχθοίμην τῶν πολιτῶν, φανερὰς τὰς συμφορὰς ποιῶν αὐτῶν. ἃ δὲ περὶ τὴν πόλιν εἴργασται καὶ τοὺς προσήκοντας καὶ τῶν ἄλλων ἀστῶν καὶ ξένων τοὺς ἐντυγχάνοντας, ἀποδείξω.
[11] πρῶτον μὲν οὖν πείσας ὑμᾶς τὸν φόρον ταῖς πόλεσιν ἐξ ἀρχῆς τάξαι τὸν ὑπ' Ἀριστείδου πάντων δικαιότατα τεταγμένον, αἱρεθεὶς ἐπὶ τούτῳ δέκατος αὐτὸς μάλιστα διπλάσιον αὐτὸν ἑκάστοις τῶν συμμάχων ἐποίησεν, ἐπιδείξας δ' αὑτὸν φοβερὸν καὶ μέγα δυνάμενον ἰδίας ἀπὸ τῶν κοινῶν προσόδους κατεσκευάσατο. σκέψασθε δὲ πῶς ἄν τις κακὰ μείζω τούτων κατασκευάσειεν, εἰ τῆς σωτηρίας ἡμῖν πάσης διὰ τῶν συμμάχων οὔσης, ὁμολογουμένως νῦν κάκιον ἢ πρότερον πραττόντων, τὸν φόρον ἑκάστοις διπλασιάσειεν. [12] ὥστ' εἴπερ ἡγεῖσθε πολίτην ἀγαθὸν Ἀριστείδην καὶ δίκαιον γεγονέναι, τοῦτον προσήκει κάκιστον νομίζειν, ὡς τἀναντία περὶ τῶν πόλεων ἐκείνῳ γιγνώσκοντα. τοιγάρτοι διὰ ταῦτα πολλοὶ τὴν πατρίδα τὴν αὑτῶν ἀπολιπόντες φυγάδες γίγνονται καὶ εἰς Θουρίους οἰκήσοντες ἀπέρχονται. δηλώσει δὲ ἡ τῶν συμμάχων ἔχθρα, ὅταν πρῶτον ἡμῖν καὶ Λακεδαιμονίοις γένηται ναυτικὸς πόλεμος. ἐγὼ δὲ νομίζω τὸν τοιοῦτον πονηρὸν εἶναι προστάτην, ὅστις τοῦ παρόντος χρόνου ἐπιμελεῖται, ἀλλὰ μὴ καὶ τοῦ μέλλοντος προνοεῖται, καὶ τὰ ἥδιστα τῷ πλήθει, παραλιπὼν τὰ βέλτιστα, συμβουλεύει.
[13] θαυμάζω δὲ τῶν πεπεισμένων Ἀλκιβιάδην δημοκρατίας ἐπιθυμεῖν, τοιαύτης πολιτείας ἣ μάλιστα κοινότητα δοκεῖ ᾑρῆσθαι, οἳ οὐδ' ἀπὸ τῶν ἰδίων αὐτὸν θεῶνται, ὁρῶντες τὴν πλεονεξίαν καὶ τὴν ὑπερηφανίαν, ὃς τὴν Καλλίου γήμας ἀδελφὴν ἐπὶ δέκα ταλάντοις, τελευτήσαντος Ἱππονίκου στρατηγοῦντος ἐπὶ Δηλίῳ ἕτερα τοσαῦτα προσεπράξατο, λέγων ὡς ὡμολόγησεν ἐκεῖνος, ὁπότε παῖς αὐτῷ ἐκ τῆς θυγατρὸς γένοιτο, προσθήσειν ταῦτα. [14] λαβὼν δὲ τοσαύτην προῖκα ὅσην οὐδεὶς τῶν Ἑλλήνων, οὕτως ὑβριστὴς ἦν, ἐπεισάγων εἰς τὴν αὐτὴν οἰκίαν ἑταίρας, καὶ δούλας καὶ ἐλευθέρας, ὥστ' ἠνάγκασε τὴν γυναῖκα σωφρονεστάτην οὖσαν ἀπολιπεῖν, ἐλθοῦσαν πρὸς τὸν ἄρχοντα κατὰ τὸν νόμον. οὗ δὴ μάλιστα τὴν αὑτοῦ δύναμιν ἐπεδείξατο: παρακαλέσας γὰρ τοὺς ἑταίρους, ἁρπάσας ἐκ τῆς ἀγορᾶς τὴν γυναῖκα ᾤχετο βίᾳ, καὶ πᾶσιν ἐδήλωσε καὶ τῶν ἀρχόντων καὶ τῶν νόμων καὶ τῶν ἄλλων πολιτῶν καταφρονῶν. οὐ τοίνυν ταῦτα μόνον ἐξήρκεσεν, ἀλλὰ καὶ λαθραῖον θάνατον ἐπεβούλευσε Καλλίᾳ, [15] ἵνα τὸν οἶκον τὸν Ἱππονίκου κατάσχοι, ὡς ἐναντίον πάντων ὑμῶν ἐν τῇ ἐκκλησίᾳ κατηγόρει : καὶ τὰ χρήματα τῷ δήμῳ ἔδωκεν, εἴ πως τελευτήσειεν ἄπαις, φοβούμενος μὴ διὰ τὴν οὐσίαν ἀπόλοιτο. ἀλλὰ μὴν οὐδ' ἔρημος οὐδ' εὐαδίκητός ἐστιν, ἐπεὶ διὰ τὸν πλοῦτον ἔχει πολλοὺς τοὺς βοηθήσοντας. καίτοι ὅστις ὑβρίζει γυναῖκα τὴν ἑαυτοῦ καὶ τῷ κηδεστῇ θάνατον ἐπιβουλεύει, τί χρὴ προσδοκᾶν τοῦτον περὶ τοὺς ἐντυχόντας τῶν πολιτῶν διαπράττεσθαι; πάντες γὰρ ἄνθρωποι τοὺς οἰκείους τῶν ἀλλοτρίων ποιοῦνται περὶ πλείονος.
[16] ὃ δὲ πάντων δεινότατόν ἐστι, τοιοῦτος ὢν ὡς εὔνους τῷ δήμῳ τοὺς λόγους ποιεῖται, καὶ τοὺς ἄλλους ὀλιγαρχικοὺς καὶ μισοδήμους ἀποκαλεῖ. καὶ ὃν ἔδει τεθνάναι διὰ τὰ ἐπιτηδεύματα, κατήγορος τῶν διαβεβλημένων ὑφ' ὑμῶν αἱρεῖται, καί φησι φύλαξ εἶναι τῆς πολιτείας, οὐδενὶ τῶν ἄλλων Ἀθηναίων οὔτ' ὅσον ὀλίγῳ πλέον ἀξιῶν ἔχειν: ἀλλ' οὕτω σφόδρα καταπεφρόνηκεν ὥστε διατετέλεκεν ἁθρόους μὲν ὑμᾶς κολακεύων, ἕνα δ' ἕκαστον προπηλακίζων. [17] ὃς εἰς τοσοῦτον ἐλήλυθε τόλμης, ὥστε πείσας Ἀγάθαρχον τὸν γραφέα συνεισελθεῖν [οἴκαδε] τὴν οἰκίαν ἐπηνάγκασε γράφειν, δεομένου δὲ καὶ προφάσεις ἀληθεῖς λέγοντος, ὡς οὐκ ἂν δύναιτο ταῦτα πράττειν ἤδη διὰ τὸ συγγραφὰς ἔχειν παρ' ἑτέρων, προεῖπεν αὐτῷ δήσειν, εἰ μὴ πάνυ ταχέως γράφοι. ὅπερ ἐποίησε: καὶ οὐ πρότερον ἀπηλλάγη, πρὶν ἀποδρὰς ᾤχετο τετάρτῳ μηνί, τοὺς φύλακας λαθών, ὥσπερ παρὰ βασιλέως. οὕτω δ' ἀναίσχυντός ἐστιν, ὥστε προσελθὼν ἐνεκάλει αὐτῷ ὡς ἀδικούμενος, καὶ οὐχ ὧν ἐβιάσατο μετέμελεν αὐτῷ, ἀλλ' ὅτι κατέλιπε τὸ ἔργον ἠπείλει, καὶ οὔτε τῆς δημοκρατίας οὔτε τῆς ἐλευθερίας οὐδὲν ἦν ὄφελος: οὐδὲν γὰρ ἧττον ἐδεδέκει τῶν ὁμολογουμένων δούλων. [18] ἀγανακτῶ δ' ἐνθυμούμενος ὑμῖν μὲν οὐδὲ τοὺς κακούργους ἀσφαλὲς εἰς τὸ δεσμωτήριον ὂν ἀπάγειν, διὰ τὸ χιλίας δραχμὰς τετάχθαι ἀποτεῖσαι ὃς ἂν τὸ πέμπτον μέρος μὴ μεταλάβῃ τῶν ψήφων: ὁ δὲ τοσοῦτον χρόνον εἵρξας καὶ ἐπαναγκάζων γράφειν οὐδὲν κακὸν πέπονθεν, ἀλλὰ διὰ ταῦτα σεμνότερος δοκεῖ καὶ φοβερώτερος εἶναι. καὶ πρὸς μὲν τὰς ἄλλας πόλεις ἐν τοῖς συμβόλοις συντιθέμεθα μὴ ἐξεῖναι μήθ' εἷρξαι μήτε δῆσαι τὸν ἐλεύθερον: ἐὰν δέ τις παραβῇ, μεγάλην ζημίαν ἐπὶ τούτοις, ἔθεμεν: τούτου δὲ τοιαῦτα πράξαντος οὐδεμίαν οὐδεὶς οὔτ' ἰδίαν οὔτε δημοσίαν τιμωρίαν ποιεῖται. [19] νομίζω δὲ ταύτην εἶναι σωτηρίαν ἅπασι, πείθεσθαι τοῖς ἄρχουσι καὶ τοῖς νόμοις: ὅστις δὲ ὑπερορᾷ ταῦτα, τὴν μεγίστην φυλακὴν ἀνῄρηκε τῆς πόλεως. δεινὸν μὲν οὖν ἐστι καὶ ὑπὸ τῶν ἀγνοούντων τὰ δίκαια πάσχειν κακῶς, πολὺ δὲ χαλεπώτερον, ὅταν τις ἐπιστάμενος τὰ διαφέροντα παραβαίνειν τολμᾷ: φανερῶς γὰρ ἐνδείκνυται, ὥσπερ οὗτος, οὐκ αὐτὸς τοῖς νόμοις τοῖς τῆς πόλεως, ἀλλ' ὑμᾶς τοῖς αὑτοῦ τρόποις ἀκολουθεῖν ἀξιῶν.
[20] ἐνθυμήθητε δὲ Ταυρέαν, ὃς ἀντιχορηγὸς ἦν Ἀλκιβιάδῃ παισί. κελεύοντος δὲ τοῦ νόμου τῶν χορευτῶν ἐξάγειν ὃν ἄν τις βούληται ξένον ἀγωνιζόμενον, οὐκ ἐξὸν ἐπιχειρήσαντα κωλύειν, ἐναντίον ὑμῶν καὶ τῶν ἄλλων Ἑλλήνων τῶν θεωρούντων καὶ τῶν ἀρχόντων ἁπάντων παρόντων ἐν τῇ πόλει τύπτων ἐξήλασεν αὐτόν, καὶ τῶν θεατῶν συμφιλονικούντων ἐκείνῳ καὶ μισούντων τοῦτον, ὥστε τῶν χορῶν τὸν μὲν ἐπαινούντων, τοῦ δ' ἀκροάσασθαι οὐκ ἐθελόντων, οὐδὲν πλέον ἔπραξεν: [21] ἀλλὰ τῶν κριτῶν οἱ μὲν φοβούμενοι οἱ δὲ χαριζόμενοι νικᾶν ἔκριναν αὐτόν, περὶ ἐλάττονος ποιούμενοι τὸν ὅρκον ἢ τοῦτον. εἰκότως δέ μοι δοκοῦσιν οἱ κριταὶ ὑπέρχεσθαι Ἀλκιβιάδην, ὁρῶντες Ταυρέαν μὲν τοσαῦτα χρήματα ἀναλώσαντα προπηλακιζόμενον, τὸν δὲ τοιαῦτα παρανομοῦντα μέγιστον δυνάμενον. αἴτιοι δ' ὑμεῖς, οὐ τιμωρούμενοι τοὺς ὑβρίζοντας, καὶ τοὺς μὲν λάθρᾳ ἀδικοῦντας κολάζοντες, τοὺς δὲ φανερῶς ἀσελγαίνοντας θαυμάζοντες. [22] τοιγάρτοι τῶν νέων αἱ διατριβαὶ οὐκ ἐν τοῖς γυμνασίοις, ἀλλ' ἐν τοῖς δικαστηρίοις εἰσί, καὶ στρατεύονται μὲν οἱ πρεσβύτεροι, δημηγοροῦσι δὲ οἱ νεώτεροι, παραδείγματι τούτῳ χρώμενοι, ὃς τηλικαύτας ποιεῖται τῶν ἁμαρτημάτων ὑπερβολάς, ὥστε περὶ τῶν Μηλίων γνώμην ἀποφηνάμενος ἐξανδραποδίζεσθαι, πριάμενος γυναῖκα τῶν αἰχμαλώτων υἱὸν ἐξ αὐτῆς πεποίηται, ὃς τοσούτῳ παρανομωτέρως Αἰγίσθου γέγονεν, ὥστ' ἐκ τῶν ἐχθίστων ἀλλήλοις πέφυκε, καὶ τῶν οἰκειοτάτων ὑπάρχει αὐτῷ τὰ ἔσχατα τοὺς μὲν πεποιηκέναι τοὺς δὲ πεπονθέναι. [23] ἄξιον δὲ τὴν τόλμαν αὐτοῦ σαφέστερον ἔτι διελθεῖν. ἐκ ταύτης γὰρ παιδοποιεῖται τῆς γυναικός, ἣν ἀντ' ἐλευθέρας δούλην κατέστησε, καὶ ἧς τὸν πατέρα καὶ τοὺς προσήκοντας ἀπέκτεινε, καὶ [ἧς] τὴν πόλιν ἀνάστατον πεποίηκεν, ὡς ἂν μάλιστα τὸν υἱὸν ἐχθρὸν ἑαυτῷ καὶ τῇ πόλει ποιήσειε: τοσαύταις ἀνάγκαις κατείληπται μισεῖν. ἀλλ' ὑμεῖς ἐν μὲν ταῖς τραγῳδίαις τοιαῦτα θεωροῦντες δεινὰ νομίζετε, γιγνόμενα δ' ἐν τῇ πόλει ὁρῶντες οὐδὲν φροντίζετε. καίτοι ἐκεῖνα μὲν οὐκ ἐπίστασθε πότερον οὕτω γεγένηται ἢ πέπλασται ὑπὸ τῶν ποιητῶν: ταῦτα δὲ σαφῶς εἰδότες οὕτω παρανόμως πεπραγμένα ῥᾳθύμως φέρετε.
[24] πρὸς δὲ τούτοις τολμῶσί τινες περὶ αὐτοῦ λέγειν ὡς οὐδὲ γεγένηται οὐδεὶς πώποτε τοιοῦτος. ἐγὼ δὲ νομίζω μέγιστα κακὰ τὴν πόλιν ὑπὸ τούτου πείσεσθαι, καὶ τηλικούτων πραγμάτων εἰς τὸν λοιπὸν χρόνον αἴτιον δόξειν, ὥστε μηδένα τῶν προτέρων ἀδικημάτων μεμνῆσθαι: ἀνέλπιστον γὰρ οὐδέν, τὸν τὴν ἀρχὴν τοῦ βίου τοιαύτην κατασκευασάμενον καὶ τὴν τελευτὴν ὑπερβάλλουσαν ποιήσασθαι. ἔστι δὲ σωφρόνων ἀνδρῶν φυλάττεσθαι τῶν πολιτῶν τοὺς ὑπεραυξανομένους, ἐνθυμουμένους ὑπὸ τῶν τοιούτων τὰς τυραννίδας καθισταμένας.
[25] ἡγοῦμαι δ' αὐτὸν πρὸς ταῦτα μὲν οὐδὲν ἀντερεῖν, λέξειν δὲ περὶ τῆς νίκης τῆς Ὀλυμπιάσι, καὶ περὶ πάντων μᾶλλον ἢ τῶν κατηγορηθέντων ἀπολογήσεσθαι. ἐξ αὐτῶν δὲ τούτων ἐπιδείξω αὐτὸν ἐπιτηδειότερον τεθνάναι μᾶλλον ἢ σῴζεσθαι. διηγήσομαι δ' ὑμῖν.
[26] Διομήδης ἦλθε ζεῦγος ἵππων ἄγων Ὀλυμπίαζε, κεκτημένος μὲν οὐσίαν μετρίαν, στεφανῶσαι δὲ ἀπὸ τῶν ὑπαρχόντων τὴν πόλιν καὶ τὴν οἰκίαν βουλόμενος, λογιζόμενος τοὺς ἀγῶνας τοὺς ἱππικοὺς τύχῃ τοὺς πλείστους κρινομένους. τοῦτον Ἀλκιβιάδης πολίτην ὄντα καὶ τὸν ἐπιτυχόντα, δυνάμενος παρὰ τοῖς ἀγωνοθέταις τῶν Ἠλείων, ἀφελόμενος αὐτὸς ἠγωνίζετο. καίτοι τί ἂν ἐποίησεν, εἴ τις τῶν συμμάχων τῶν ὑμετέρων ἀφίκετο ζεῦγος ἵππων ἔχων; [27] ἦ που ταχέως ἐπέτρεψεν ἂν ἀνταγωνίζεσθαι ἑαυτῷ, ὃς Ἀθηναῖον ἄνδρα βιασάμενος τοῖς ἀλλοτρίοις ἐτόλμησεν ἵπποις ἁμιλλᾶσθαι, δηλώσας τοῖς Ἕλλησι μηδὲν θαυμάζειν ἄν τινα αὐτῶν βιάσηται, ἐπεὶ καὶ τοῖς πολίταις οὐκ ἐξ ἴσου χρῆται, ἀλλὰ τοὺς μὲν ἀφαιρούμενος, τοὺς δὲ τύπτων, τοὺς δὲ εἱργνύων, τοὺς δὲ χρήματα πραττόμενος, οὐδενὸς ἀξίαν τὴν δημοκρατίαν ἀποφαίνει, τοὺς μὲν λόγους δημαγωγοῦ τὰ δ' ἔργα τυράννου παρέχων, καταμαθὼν ὑμᾶς τοῦ μὲν ὀνόματος φροντίζοντας, τοῦ δὲ πράγματος ἀμελοῦντας. [28] τοσοῦτον δὲ διαφέρει Λακεδαιμονίων, ὥστ' ἐκεῖνοι μὲν καὶ ὑπὸ τῶν συμμάχων ἀνταγωνιζομένων ἀνέχονται ἡττώμενοι, οὗτος δὲ οὐδ' ὑπὸ τῶν πολιτῶν, ἀλλὰ φανερῶς εἴρηκεν οὐκ ἐπιτρέψειν τοῖς ἀντεπιθυμοῦσί τινος. εἶτ' ἐκ τῶν τοιούτων ἀναγκαῖον τὰς πόλεις τῶν ἡμετέρων πολεμίων ἐπιθυμεῖν, ἡμᾶς δὲ μισεῖν.
[29] ἵνα δὲ μὴ μόνον Διομήδην, ἀλλὰ καὶ τὴν πόλιν ὅλην ὑβρίζων ἐπιδείξειε, τὰ πομπεῖα παρὰ τῶν ἀρχιθεώρων αἰτησάμενος, ὡς εἰς τἀπινίκια τῇ προτεραίᾳ τῆς θυσίας χρησόμενος, ἐξηπάτησε καὶ ἀποδοῦναι οὐκ ἤθελε, βουλόμενος τῇ ὑστεραίᾳ πρότερος τῆς πόλεως χρήσασθαι τοῖς χρυσοῖς χερνιβίοις καὶ θυμιατηρίοις. ὅσοι μὲν οὖν τῶν ξένων μὴ ἐγίγνωσκον ἡμέτερα ὄντα, τὴν πομπὴν τὴν κοινὴν ὁρῶντες ὑστέραν οὖσαν τῆς Ἀλκιβιάδου τοῖς τούτου πομπείοις χρῆσθαι ἐνόμιζον ἡμᾶς: ὅσοι δὲ ἢ παρὰ τῶν πολιτῶν ἤκουον ἢ καὶ ἐπεγίγνωσκον τὰ τούτου, κατεγέλων ἡμῶν, ὁρῶντες ἕνα ἄνδρα μεῖζον ἁπάσης τῆς πόλεως δυνάμενον.
[30] σκέψασθε δὲ καὶ τὴν ἄλλην ἀποδημίαν τὴν εἰς Ὀλυμπίαν ὡς διέθετο. τούτῳ σκηνὴν μὲν Περσικὴν Ἐφέσιοι διπλασίαν τῆς δημοσίας ἔπηξαν, ἱερεῖα δὲ καὶ τοῖς ἵπποις ἐφόδια Χῖοι παρεσκεύασαν, οἶνον δὲ καὶ τὰ ἄλλα ἀναλώματα Λεσβίοις προσέταξε. καὶ οὕτως εὐτυχής ἐστιν, ὥστε τοὺς Ἕλληνας τῆς παρανομίας καὶ τῆς δωροδοκίας μάρτυρας κεκτημένος οὐδεμίαν δέδωκε δίκην, ἀλλὰ ὁπόσοι μὲν ἄρχοντες ἐν μιᾷ πόλει γεγένηνται, ὑπεύθυνοί εἰσιν, [31] ὁ δὲ πάντων τῶν συμμάχων καὶ χρήματα λαμβάνων οὐδενὸς τούτων ὑπόδικός ἐστιν, ἀλλὰ τοιαῦτα διαπεπραγμένος σίτησιν ἐν Πρυτανείῳ ἔλαβε, καὶ προσέτι πολλῇ τῇ νίκῃ χρῆται, ὥσπερ οὐ πολὺ μᾶλλον ἠτιμακὼς ἢ ἐστεφανωκὼς τὴν πόλιν. εἰ δὲ βούλεσθε σκοπεῖν, εὑρήσετε τῶν πολλάκις τούτῳ πεπραγμένων ἕκαστον ὀλίγον χρόνον πράξαντάς τινας ἀναστάτους τοὺς οἴκους ποιήσαντας: οὗτος δ' ἐπιτηδεύων ἅπαντα πολυτελέστατα διπλασίαν οὐσίαν κέκτηται. [32] καίτοι ὑμεῖς γε νομίζετε τοὺς φειδομένους καὶ τοὺς ἀκριβῶς διαιτωμένους φιλοχρημάτους εἶναι, οὐκ ὀρθῶς γιγνώσκοντες: οἱ γὰρ μεγάλα δαπανώμενοι πολλῶν δεόμενοι αἰσχροκερδέστατοί εἰσιν. αἴσχιστον δὲ φανήσεσθε ποιοῦντες, εἰ τοῦτον μὲν ἀγαπᾶτε τὸν ἀπὸ τῶν ὑμετέρων χρημάτων ταῦτα κατεργασάμενον, Καλλίαν δὲ τὸν Διδυμίου, τῷ σώματι νικήσαντα πάντας τοὺς στεφανηφόρους ἀγῶνας, ἐξωστρακίσατε πρὸς τοῦτο οὐδὲν ἀποβλέψαντες, ὃς ἀπὸ τῶν ἑαυτοῦ πόνων ἐτίμησε τὴν πόλιν.
[33] ἀναμνήσθητε δὲ καὶ τοὺς προγόνους, ὡς ἀγαθοὶ καὶ σώφρονες ἦσαν, οἵτινες ἐξωστράκισαν Κίμωνα διὰ παρανομίαν, ὅτι τῇ ἀδελφῇ τῇ ἑαυτοῦ συνῴκησε. καίτοι οὐ μόνον αὐτὸς Ὀλυμπιονίκης ἦν, ἀλλὰ καὶ ὁ πατὴρ αὐτοῦ Μιλτιάδης. ἀλλ' ὅμως οὐδὲν ὑπελογίζοντο τὰς νίκας: οὐ γὰρ ἐκ τῶν ἀγώνων ἀλλ' ἐκ τῶν ἐπιτηδευμάτων ἔκρινον αὐτόν.
[34] ἀλλὰ μὴν εἰ δεῖ κατὰ γένος σκοπεῖν, ἐμοὶ μὲν οὐδαμόθεν+ προσήκει τούτου τοῦ πράγματος -- οὐδὲ ἔστιν οὐδεὶς ὅστις ἂν ἀποδείξειε τῶν ἡμετέρων οὐδένα τῇ συμφορᾷ ταύτῃ χρησάμενον -- Ἀλκιβιάδῃ δὲ μάλιστα πάντων Ἀθηναίων. καὶ γὰρ ὁ τῆς μητρὸς πατὴρ Μεγακλῆς καὶ ὁ πάππος Ἀλκιβιάδης ἐξωστρακίσθησαν ἀμφότεροι, ὥστ' οὐδὲν θαυμαστὸν οὐδ' ἄτοπον πείσεται τῶν αὐτῶν τοῖς προγόνοις ἀξιούμενος. καὶ μὴν οὐδ' ἂν αὐτὸς ἐπιχειρήσειεν ἀντειπεῖν, ὡς οὐ τῶν ἄλλων ἐκεῖνοι παρανομώτατοι ὄντες τούτου σωφρονέστεροι καὶ δικαιότεροι ἦσαν, ἐπεὶ τῶν γε τούτῳ πεπραγμένων οὐδ' ἂν εἷς ἀξίως κατηγορῆσαι δύναιτο.
[35] νομίζω δὲ καὶ τὸν θέντα τὸν νόμον ταύτην τὴν διάνοιαν ἔχειν: ἀποβλέψαντα τῶν πολιτῶν πρὸς τοὺς κρείττους τῶν ἀρχόντων καὶ τῶν νόμων, ἐπειδὴ παρὰ τῶν τοιούτων οὐκ ἔστιν ἰδίᾳ δίκην λαβεῖν, δημοσίαν τιμωρίαν ὑπὲρ τῶν ἀδικουμένων κατασκευάσαι. ἐγὼ τοίνυν ἔν τε τῷ κοινῷ κέκριμαι τετράκις, ἰδίᾳ τε οὐδένα διεκώλυσα δικάζεσθαι βουλόμενον: Ἀλκιβιάδης δὲ τοιαῦτα ἐργασάμενος οὐδεμίαν πώποτε δίκην ὑποσχεῖν ἐτόλμησεν. [36] οὕτω γὰρ χαλεπός ἐστιν, ὥστε οὐ περὶ τῶν παρεληλυθότων ἀδικημάτων αὐτὸν τιμωροῦνται, ἀλλ' ὑπὲρ τῶν μελλόντων φοβοῦνται, καὶ τοῖς μὲν πεπονθόσι κακῶς ἀνέχεσθαι λυσιτελεῖ, τούτῳ δὲ οὐκ ἐξαρκεῖ, εἰ μὴ καὶ τὸ λοιπὸν ὅ τι ἂν βούληται διαπράξεται. καίτοι οὐ δήπου, ὦ Ἀθηναῖοι, ὀστρακισθῆναι μὲν ἐπιτήδειός εἰμι, τεθνάναι δὲ οὐκ ἄξιος, οὐδὲ κρινόμενος μὲν ἀποφυγεῖν, ἄκριτος δὲ φεύγειν, οὐδὲ τοσαυτάκις ἀγωνιζόμενος [καὶ] νικήσας δικαίως πάλιν δόξαιμι δι' ἐκεῖνα ἐκπεσεῖν.
[37] ἀλλὰ γὰρ ἴσως μετὰ μικρᾶς διαβολῆς ἢ φαύλων κατηγόρων ἢ διὰ τῶν ἐπιτυχόντων ἐχθρῶν ἐκινδύνευον, ἀλλ' οὐ διὰ τῶν ἐῤῥωμενεστάτων καὶ λέγειν καὶ πράττειν, οἵ τινες δύο τῶν τὴν αὐτὴν αἰτίαν ἐχόντων ἐμοὶ ἀπέκτειναν. οὔκουν τοὺς τοιούτους δίκαιον ἐκβάλλειν, οὓς πολλάκις ἐλέγχοντες εὑρίσκετε μηδὲν ἀδικοῦντας, ἀλλὰ τοὺς μὴ θέλοντας ὑποσχεῖν τῇ πόλει περὶ τοῦ βίου λόγον. [38] δεινὸν δέ μοι δοκεῖ εἶναι, εἰ μέν τις ἀπολογεῖσθαι ἀξιώσειεν ὑπὲρ τῶν ἀποθανόντων ὡς ἀδίκως ἀπολώλασιν, οὐκ ἀνασχέσθαι τῶν ἐπιχειρούντων: εἰ δέ τις τῶν ἀποφυγόντων πάλιν περὶ τῆς αὐτῆς αἰτίας κατηγορεῖ, πῶς οὐ δίκαιον περὶ τοὺς ζῶντας καὶ τοὺς τεθνηκότας τὴν αὐτὴν γνώμην88 ἔχειν;
[39] ἔστι μὲν οὖν Ἀλκιβιάδου μήτε αὐτὸν τῶν νόμων καὶ τῶν ὅρκων φροντίζειν, ὑμᾶς τε παραβαίνειν ἐπιχειρεῖν διδάσκειν, καὶ τοὺς μὲν ἄλλους ἐκβάλλειν καὶ ἀποκτείνειν ἀνηλεῶς, αὐτὸν δὲ ἱκετεύειν καὶ δακρύειν οἰκτρῶς. καὶ ταῦτα μὲν οὐ θαυμάζω: πολλῶν γὰρ αὐτῷ κλαυμάτων ἄξια εἴργασται: ἐνθυμοῦμαι δὲ τίνας ποτὲ καὶ πείσει δεόμενος, πότερα τοὺς νεωτέρους, οὓς πρὸς τὸ πλῆθος διαβέβληκεν ἀσελγαίνων καὶ τὰ γυμνάσια καταλύων καὶ παρὰ τὴν ἡλικίαν πράττων, ἢ τοὺς πρεσβυτέρους, οἷς οὐδὲν ὁμοίως βεβίωκεν, ἀλλὰ τῶν ἐπιτηδευμάτων αὐτῶν καταπεφρόνηκεν;
[40] οὐ μόνον δὲ αὐτῶν ἕνεκα τῶν παρανομούντων, ἵνα δίκην διδῶσιν, ἐπιμελεῖσθαι ἄξιον, ἀλλὰ καὶ τῶν ἄλλων, ὅπως τούτους ὁρῶντες δικαιότεροι καὶ σωφρονέστεροι γίγνωνται. ἐμὲ μὲν τοίνυν ἐξελάσαντες τοὺς βελτίστους περιδεεῖς καταστήσετε, τοῦτον δὲ κολάσαντες τοὺς ἀσελγεστάτους νομιμωτέρους ποιήσετε.
[41] βούλομαι δ' ὑμᾶς ἀναμνῆσαι τῶν ἐμοὶ πεπραγμένων. ἐγὼ γὰρ πρεσβεύσας εἰς Θετταλίαν καὶ εἰς Μακεδονίαν καὶ εἰς Μολοσσίαν καὶ εἰς Θεσπρωτίαν καὶ εἰς Ἰταλίαν καὶ εἰς Σικελίαν τοὺς μὲν διαφόρους ὄντας διήλλαξα, τοὺς δ' ἐπιτηδείους ἐποίησα, τοὺς δ' ἀπὸ τῶν ἐχθρῶν ἀπέστησα. καίτοι εἰ τῶν πρεσβευόντων ἕκαστος τὰ αὐτὰ ἐποίησεν, ὀλίγους ἂν πολεμίους εἴχετε καὶ πολλοὺς συμμάχους ἐκέκτησθε.
[42] περὶ δὲ τῶν λῃτουργιῶν οὐκ ἀξιῶ μεμνῆσθαι, πλὴν κατὰ τοσοῦτον, ὅτι τὰ προσταττόμενα δαπανῶ οὐκ ἀπὸ τῶν κοινῶν ἀλλ' ἀπὸ τῶν ἰδίων. καίτοι τυγχάνω νενικηκὼς εὐανδρίᾳ καὶ λαμπάδι καὶ τραγῳδοῖς, οὐ τύπτων τοὺς ἀντιχορηγοῦντας, οὐδ' αἰσχυνόμενος εἰ τῶν νόμων ἔλαττον δύναμαι. τοὺς οὖν τοιούτους τῶν πολιτῶν πολὺ μᾶλλον ἐπιτηδείους ἡγοῦμαι μένειν ἢ φεύγειν.
Mοιραστείτε το:




0 Σχόλια:

Σας παρακαλούμε πολύ να γράφετε με Ελληνικούς χαρακτήρες και οι σχολιασμοί σας να μη ξεφεύγουν απο τα όρια της ευπρέπειας. Σχόλια
τα οποία περιέχουν ύβρεις, θα αποκλείονται. Ευχαριστούμε.

 
Copyright © 2010-2013. Ελληνικό Αρχείο - All Rights Reserved | Designed by Graphopoly Designs