ΣΑΠΦΩ
Ύμνοι και Επιθαλάμια
Ύμνοι και Επιθαλάμια
Ύμνοι
Απόσπασμα 2 - Ωδή εις Ανακτορία
Φαίνεταί μοι κῆνος ἴσος θέοισιν
ἔμμεν᾽ ὤνηρ, ὄττις ἐνάντιός τοι
ἰσδάνει καὶ πλάσιον ἆδυ φωνεί-
σας ὐπακούει
[5]καὶ γελαίσας ἰμέροεν. τό μ᾽ ἦ μάν
καρδίαν ἐν στήθεσιν ἐπτόαισεν.
ὢς γὰρ ἔς σ᾽ ἴδω βρόχε᾽, ὤς με φώνη-
σ᾽ οὖδεν ἔτ᾽ εἴκει,
ἀλλὰ κὰμ μὲν γλῶσσα ἔαγε, λέπτον
[10]δ᾽ αὔτικα χρῶι πῦρ ὐπαδεδρόμακεν,
ὀππάτεσσι δ᾽ οὖδεν ὄρημμ᾽, ἐπιρρόμ-
βεισι δ᾽ ἄκουαι,
ἀ δέ μ᾽ ἴδρως κακχέεται, τρόμος δέ
παῖσαν ἄγρει, χλωροτέρα δὲ ποίας
[15]ἔμμι, τεθνάκην δ᾽ ὀλίγω ᾽πιδεύης
φαίνομ᾽ ἔμ᾽ αὔται·
ἀλλὰ πᾶν τόλματον, ἐπεὶ +καὶ πένηταΑπόσπασμα 3
- Αστέρες μέν ἀμφι κάλαν σελάνναν
- ἆιψ ἀπυκρύπτοισι φάεννον εἶδος,
- ὄπποτα πλήθοισα μάλιστα λάμπης
- ἀργύρια γᾶν.
Απόσπασμα 4
...ὀρράνοθεν...
...κατίοισα...
δεῦρύ μ᾽ ἐκ Κρήτας ἐπὶ τόνδε ναῦον
ἄγνον ὄππαι δὴ χάριεν μὲν ἄλσος
[5]μαλίαν, βῶμοι δ᾽ ἔνι θυμιάμε-
νοι λιβανώτω
ἐν δ᾽ ὔδωρ ψῦχρον κελάδει δι᾽ ὔσδων
μαλίνων, βρόδοισι δὲ παῖς ὀ χῶρος
κασσκιάσθ᾽, αἰσθυσσομένων δὲ φύλλων
[10]κῶμα κατέρρει
- ἐν δὲ λείμων ἰππόβοτος τέθαλε
ἠρίνοισιν ἄνθεσιν, αἰ δ᾽ ἄηται
μέλλιχα πνέοισι...Απόσπασμα 5
- ἔλθε δὴ σὺ στέμματ᾽ ἔλοισα, Κύπρι,
- χρυσίαισιν ἐν κυλίκεσσιν ἄβρως
- συμμεμείχμενον θαλίαισι νέκταρ
- οἰνοχόεισα.
Απόσπασμα 6
Ἤ σε Κύπρος καὶ Πάφος ἢ Πάνορμος.Απόσπασμα 7
- Σοὶ δ' ἔγω λεύκας ἐπὶ βῶμον αἶγος
- . . .
- κἀπιλείψω τοι...
Κέλομαι σε, Γογγύλα
κέλομαι σ᾽ ἀείδην
Γογγύλαν Ἄβανθι λάβοισα μα...
πᾶκτιν, ἆς σε δηὖτε πόθος τ...
ἀμφιπόταται
[5]τὰν κάλαν· ἀ γὰρ κατάγωγις αὔτας σ᾽
ἐπτόαισ᾽ ἴδοισαν, ἔγω δὲ χαίρω·
καὶ γὰραὔτα δήποτ᾽ ἐμέμφετ᾽ ἄγνα
Κυπρογένηα...Απόσπασμα 9
- Αἴθ' ἔγω, χρυσοστέφαν' Ἀφρόδιτα,
- τόνδε τὸν πάλον λαχόην.
Απόσπασμα 10
- Αἴ με τιμίαν ἐπόησαν ἔργα
- τὰ σφὰ δοῖσαι.
Απόσπασμα 11 - Ταις έμαις εταίραις
- Τάδε νῦν ἐταίραις
- ταῖς ἔμαισι τέρπνα κάλως ἀείσω.
Απόσπασμα 12
- Ὄττινας γὰρ
- εὖ θέω, κῆνοί με μάλιστα σίννον-
- ται ....
Απόσπασμα 13
- Ἔγω δὲ κήν' ὄτ-
- τω τις ἔραται.
Απόσπασμα 14
- Ταῖς κάλαις υμμιν τὸ νόημα τὦμον
- οἰ διάμειπτον.
Απόσπασμα 15
- Ἔγων δ' ἐμαύτᾳ
- τοῦτο σύνοιδα.
Απόσπασμα 16 - Φίλτατον Γαίας γένος Ὀρράνω τε
Οἰ μὲν ἰππήων στρότον οἰ δὲ πέσδων
οἰ δὲ νάων φαῖσ᾽ ἐπὶ γᾶν μέλαιναν
ἔμμεναι κάλλιστον, ἔγω δὲ κῆν᾽ ὄτ-
τω τις ἔραται·
[5]πάγχυ δ᾽ εὔμαρες σύνετον πόησαι
πάντι τοῦτ᾽, ἀ γὰρ πόλυ περσκέθοισα
κάλλος ἀνθρώπων Ἐλένα τὸν ἄνδρα
τὸν πανάριστον
καλλίποισ᾽ ἔβα ᾽ς Τροΐαν πλέοισα
[10]κωὐδὲ παῖδος οὐδὲ φίλων τοκήων
πάμπαν ἐμνάσθη, ἀλλὰ παράγαγ᾽ αὔταν
τὰν ἀ?έκοισαν
Κύπρις· εὔκαμπτον γὰρ...
...
[15]κἄμε νῦν Ἀνακτορίας ὀνέμναι-
σ᾽ οὐ παρεοίσας,
τᾶς κε βολλοίμαν ἔρατόν τε βᾶμα
κἀμάρυχμα λάμπρον ἴδην προσώπω
ἢ τὰ Λύδων ἄρματα κἀν ὄπλοισι
[20]πεσδομάχεντας.Απόσπασμα 17
- κατ' ἔμον στάλαγμον·
- Τὸν δ ἐπιπλάζοντες ἄμοι φέροιεν
- καὶ μελεδώναις.
Απόσπασμα 18
Ἀρτίως μ' ἀ χρυσοπέδιλλος Αὔως.Απόσπασμα 19
- Πόδας δέ
- ποίκιλος μάσλης ἐκάλυπτε, Λύδι-
- ον κάλον ἔργον.
Απόσπασμα 26
- Κεῖνον, ῶ χρυσόθρονε Μοῦσ', ἔνισπες
- ὕμνον, ἐκ τᾶς καλλιγύναικος ἐσθλᾶς
- Τήιος χώρας ὃν ἄειδε τερπνῶς
- πρέσβυς ἀγαυός.
Απόσπασμα 27
- σκιδναμένας ἐν στήθεσιν ὄργας
- μαψυλάκαν γλῶσσαν πεφύλαχθαι.
Απόσπασμα 28 - Θέλω τι τ' είπην
- Α´.
- θέλω τί τ᾽ εἴπην, ἀλλά με κωλύει
- αἴδως.
- Β´.
- αἰ δ᾽ ἦχες ἔσλων ἴμερον ἢ κάλων,
- καὶ μή τί τ᾽ εἴπην γλῶσσ᾽ ἐκύκα κάκον,
- αἴδως κε νῦν σ᾽ οὐκ ἦχεν ὄππατ᾽,
- ἀλλ᾽ ἔλεγες περὶ τῶ δικαίως.
Απόσπασμα 29
- Στᾶθι κἄντα φίλος . . .
- καὶ τὰν ἐπ' ὄσσοις ἀμπέτασον χάριν.
Απόσπασμα 30
Χρύσεοι δ' ἐρέβινθοι ἐπ' ἀϊόνων ἐφύοντο.Απόσπασμα 31 - Λητώ και Νιόβη
Λάτω καὶ Νιόβα μάλα μὲν φίλαι ἦσαν ἔταιραι.Απόσπασμα 32
Μνάσεσθαί τινά φαμι καὶ ὔστερον ἄμμεων.Απόσπασμα 33
- Ἠράμαν μὲν ἔγω σέθεν, Ἄτθι, πάλαι πότα.
- Σμίκρα μοι πάϊς ἔμμεν ἐφαίνεο κἄχαρις.
Απόσπασμα 36
Οὐκ οἶδ' οττι θέω· δύο μοι τα νοήματα.Απόσπασμα 37
Ψαύην δ' οὐ δοκίμοιμ' ὀράνω δύσι πάχεσιν.Απόσπασμα 38
Ὠς δὲ παῖς πεδα μάτερα πεπτερύγωμαι.Απόσπασμα 39
Ἦρος ἄγγελος ἰμερόφωνος ἀήδων.Απόσπασμα 40-41
- Ἔρος δηὖτέ μ᾽ ὀ λυσιμέλης δόνει
- γλυκύπικρον ἀμάχανον ὄρπετον,
- Ἄτθι, σοὶ δ᾽ ἔμεθεν μὲν ἀπήχθετο
- φροντίσδην, ἐπὶ δ᾽ Ἀνδρομέδαν πότηι.
Απόσπασμα 42
- Ἔρος δ᾽ ἐτίναξέ μοι
- φρένας, ὠς ἄνεμος κὰτ ὄρος δρύσιν ἐμπέτων.
Απόσπασμα 44
- χειρόμακτρα δὲ καγγόνων
- πορφύρα καταΰτμενα,
- καὶ ταῦτα μὲν ἀτιμάσεις,
- ...ἔπεμψ᾽ ἀπὺ Φωκάας
- δῶρα τίμια λαγγόνων.
Απόσπασμα 45
- Ἄγε δὴ χέλυ δῖά μοι
- φωνάεσσα γένοιο.
Απόσπασμα 46
- Κἀπάλαις ὑποθύμιδας
- πλέκταις ἀμπ' ἀπάλᾳ δέρα
Απόσπασμα 47
Γέλλως παιδοφιλωτέρα.Απόσπασμα 48
- ἦλθες, κάλ' ἐπόησας, ἔγω δέ σ᾿ ἐμαιόμαν,
- ὂν δ᾿ ἔφλυξας ἔμαν φρένα καιομέναν πόθωι
- χαῖρε πόλλα . . ἰσάριθμά τε τῶι χρόνωι
Απόσπασμα 50
- Ἔγω δ' ἐπὶ μαλθάκαν
- τύλαν σπολέω μέλεα.
Απόσπασμα 51
κῆ δ᾽ ἀμβροσίας μὲν
κράτηρ ἐκέκρατ᾽,
Ἔρμαις δ᾽ ἔλων ὄλπιν θέοισ᾽ ἐοινοχόησε.
κῆνοι δ᾽ ἄρα πάντες
[5]καρχάσι᾽ ἦχον
κἄλειβον· ἀράσαντο δὲ πάμπαν ἔσλα
τῶι γάμβρωι.Απόσπασμα 52 - Δέδυκε μεν α σελάννα
- Δέδυκε μὲν ἀ σελάννα
- καὶ Πληίαδες· μέσαι δὲ
- νύκτες, παρὰ δ᾽ ἔρχετ᾽ ὤρα·
- ἔγω δὲ μόνα κατεύδω.
Απόσπασμα 53
- Πλήρης μὲν ἐφαίνετ᾽ ἀ σελάννα·
- αἲ δ᾽ ὠς περὶ βῶμον ἐστάθησαν
Απόσπασμα 54
- Κρῆσσαί νύ ποτ᾽ ὦδ᾽ ἐμμελέως πόδεσσιν
- ὤρχεντ᾽ ἀπάλοισ᾽ ἀμφ᾽ ἐπόεντα βῶμον
- ποίας τέρεν ἄνθος μάλακον μάτεισαι.
Απόσπασμα 55
Ἄβρα δηὖτε παχήᾳ σπόλᾳ ἀλλόμαν.Απόσπασμα 56
- Φαῖσι δή ποτα Λήδαν ὐακινθίνων
- [ὐπ' ἀνθέων] πεπυκαδμένον
- εὔρην ὤιον.
Απόσπασμα 57
Ὀφθάλμοις δὲ μέλαις νύκτος ἄωρος.Απόσπασμα 59
Ψάπφοι, τί τὰν πολύολβον Ἀφρόδιταν;Απόσπασμα 60
Δεῦτέ νυν, ἄβραι Χάριτες, καλλίκομοί τε Μοῖσαι.Απόσπασμα 62 - Κατθνάσκει, Κυθέρηα
- κατθνάσκει, Κυθέρη᾿, ἄβρος Ἄδωνις· τί κε θεῖμεν;
- καττύπτεσθε, κόραι, καὶ κατερείκεσθε χίτωνας.
Απόσπασμα 64
Ἔλθοντ' εξ ὀράνω πορφυρίαν ἔχοντα περθέμενον χλάμυν.Απόσπασμα 65
Βροδοπάχεες ἄγναι Χάριτες, δεῦτε Δίος κόραι.Απόσπασμα 67
- Πόλλα δ' ἀνάριθμα
- ποτήρια καλαίφις.
Απόσπασμα 68 - Κατθάνοισα δε κείσηι
- Κατθάνοισα δὲ κείσηι οὐδέ ποτα μναμοσύνα σέθεν
- ἔσσετ᾿ οὐδὲ †ποκ᾿† ὔστερον· οὐ γὰρ πεδέχηις βρόδων
- τὼν ἐκ Πιερίας, ἀλλ᾿ ἀφάνης κἀν Ἀίδα δόμωι
- φοιτάσηις πεδ᾿ ἀμαύρων νεκύων ἐκπεποταμένα.
Απόσπασμα 69
- Οὐδ' ἴαν δοκίμοιμι προσίδοισαν φάος ἀλίω
- ἔσσεσθαι σοφίαν πάρθενον εἰς οὐδένα πω χρόνον
- τοιαύταν.
Απόσπασμα 70
- Τίς δ' ἀγροιῶτίς τοι θέλγει νόον,
- οὐκ ἐπισταμένα τὰ βράκε' ἔλκην ἐπὶ τῶν σφύρων;
Απόσπασμα 73
Αὐτὰρ ὀραῖαι στεφανηπλόκευν.Απόσπασμα 75
- ἀλλ᾽ ἔων φίλος ἄμμι λέχος ἄρνυσο νεώτερον·
- οὐ γὰρ τλάσομ᾽ ἔγω συνοίκην ἔοισα γεραιτέρα.
Απόσπασμα 76
Εὐμορφοτέρα, Μνασιδίκα, τᾶς ἀπάλας Γυρίννως.Απόσπασμα 78 - Συ δε στεφάνοις, Ω Δίκα
- σὺ δὲ στεφάνοις, ὦ Δίκα, πέρθεσθ᾿ ἐράτοις φόβαισιν
- ὄρπακας ἀνήτω συναέρραισ᾿ ἀπάλαισι χέρσιν·
- εὐάνθεα γὰρ δὴ πέλεται, καὶ Χάριτες μάκαιραι
- μᾶλλον ποτόρην, ἀστεφανώτοισι δ᾿ ἀπυστρέφονται.
Απόσπασμα 79
- Ἐγὼ δὲ φίλημ' ἀβροσύναν, καί μοι τὸ λάμπρον
- ἔρος ... ἀελίω καὶ τὸ κάλον λέλογχεν.
Απόσπασμα 83
- Δαύοις ἀπάλας ἐτάρας
- ἐν στήθεσιν ...
Απόσπασμα 84
Δεῦρο δηὖτε Μοῖσαι, χρύσιον λίποισαι.Απόσπασμα 85 - Κλεΐς
- Ἔστι μοι κάλα πάϊς, χρυσίοισιν ἀνθέμοισιν
- ἐμφέρην ἔχοισα μόρφαν, Κλῆϊς' ἀγαπάτα,
- ἀντί τᾶς ἔγω οὐδὲ Λυδίαν παῖσαν οὐδ' ἔρανναν.
Απόσπασμα 87
Ζὰ δ' ἐλεξάμαν ὄναρ Κυπρογενήᾳ.Τεθνάκην δ' αδόλως θέλω
...
τεθνάκην δ᾽ ἀδόλως θέλω.
ἄ με ψισδομένα κατελίμπανεν
πόλλα, καὶ τόδ᾽ ἔειπέ [μοι·
[5]«ὤιμ᾽ ὠς δεῖνα πεπ[όνθ]αμεν,
Ψάπφ᾽· ἦ μάν σ᾽ ἀέκοισ᾽ ἀπυλιμπάνω.»
τὰν δ᾽ ἔγω τάδ᾽ ἀμειβόμαν·
«χαίροισ᾽ ἔρχεο κἄμεθεν
μέμναισ᾽, οἶσθα γάρ, ὤς <σ>ε πεδήπομεν.
[10]αἰ δὲ μή, ἀλλά σ᾽ ἔγω θέλω
ὄμναισαι [. . .]δ[. . .]θεαι,
...καὶ κάλ᾽ ἐπάσχομεν·
πόλλοις γὰρ στεφάνοις ἴων
καὶ βρόδων πλοκίων τ᾽ ὔμοι
[15]καὶ...παρ᾽ ἔμοι περεθήκαο
καὶ πόλλαις ὐπαθύμιδας
πλέκταις ἀμφ᾽ ἀπάλαι δέραι
ἀνθέων ἐράτων πεποημέναις.
καὶ πόλλωι λιπάρως μύρωι
[20]βρενθείωι τε κάλον χρόα
ἐξαλείψαο καὶ βασιληίωι,
καὶ στρώμναν ἐπὶ μολθάκαν
ἀπάλαν...
ἐξίης πόθον...
[25]κωὔτε τις...οὔτε τι
ἶρων οὐδ᾽ ὐ...
ἔπλετ᾽, ὄπποθεν ἄμμες ἀπέσκομεν·Απόσπασμα 90 - Γλύκηα μάτερ
- Γλύκηα μᾶτερ, οὔ τοι δύναμαι κρέκην τὸν ἴστον
- πόθωι δάμεισα παῖδος βραδίναν δι᾽ Ἀφροδίταν.
Επιθαλάμια
Απόσπασμα 91 - Υμήναον
Ἴψοι δὴ τὸ μέλαθρον,
ὐμήναον,
ἀέρρατε, τέκτονες ἄνδρες·
ὐμήναον.
[5]γάμβρος ἔρχεται ἶσος Ἄρευι,
ὐμήναον,
ἄνδρος μεγάλω πόλυ μέσδων.
ὐμήναον.Απόσπασμα 92
Πέρροχος, ὠς ὄτ' ἄοιδος ὀ Λέσβιος ἀλλοδάποισιν.Απόσπασμα 93
- οἶον τὸ γλυκύμαλον ἐρεύθεται ἄκρωι ἐπ᾽ ὔσδωι,
- ἄκρον ἐπ᾽ ἀκροτάτωι, λελάθοντο δὲ μαλοδρόπηες·
- οὐ μὰν ἐκλελάθοντ᾽, ἀλλ᾽ οὐκ ἐδύναντ᾽ ἐπίκεσθαι
Απόσπασμα 94
- Οἴαν τὰν υάκινθον ἐν οὔρεσι ποίμενες ἄνδρες
- πόσσι καταστείβοισι, χάμαι δ' ἐπιπορφύρει ἄνθος.
Απόσπασμα 95 - Έσπερε, πάντα φέρηις
- Ἔσπερε, πάντα φέρηις, ὄσα φαίνολις ἐσκέδασ᾽ αὔως,
- φέρηις ὄιν,
- φέρηις αἶγα, φέρηις ἄπυ μάτερι παῖδα.
Απόσπασμα 96 - Αειπάρθενος έσσομαι
...
Φοίβωι χρυσοκόμαι, τὸν ἔτικτε Κόω κόρα
μίγεισ᾽ εὐρυβίαι Κρονίδαι μεγαλωνύμωι
Ἄρτεμις δὲ θέων μέγαν ὄρκον ἐπώμοσε
[5]νὴ τὰν σὰν κεφάλαν, ἀϊπάρθενος ἔσσομαι
ἄδμης οἰοπόλων ὀρέων κορύφαισ᾽ ἔπι
θηρεύοισ᾽· ἄγι καὶ τάδε νεῦσον ἔμαν χάριν.
ὢς εἶπ᾽· αὐτὰρ ἔνευσε θέων μακάρων πάτηρ.
πάρθενον δ᾽ ἐλαφάβολον ἀγροτέραν θέοι
[10]ἄνθρωποί τε κάλεισιν ἐπωνύμιον μέγα.
κήναι λυσιμέλης Ἔρος οὐδάμα πίλναται·Αριγνώτα
...
...ἀπὺ Σαρδίων
πόλλακι τυῖδε νῶν ἔχοισα.
ὠς πεδεζώομεν· βεβάως ἔχεν
σὲ θέαισ᾽ ἰκέλαν Ἀρι-
[5]γνώτα, σᾶι δὲ μάλιστ᾽ ἔχαιρε μόλπαι.
νῦν δὲ Λύδαισιν ἐνπρέπεται γυναί-
κεσσιν, ὠς ὄτ᾽ ἀελίω
δύντος ἀ βροδοδάκτυλος σελάννα
πάντα περρέχοισ᾽ ἄστρα, φάος δ᾽ ἐπί-
[10]σχει θάλασσαν ἐπ᾽ ἀλμύραν
ἴσως καὶ πολυανθέμοις ἀρούραις.
ἀ δ᾽ ἐέρσα κάλα κέχυται, τεθά-
λαισι δὲ βρόδα κἄπαλ᾽ ἄν-
θρυσκα καὶ μελίλωτος ἀνθεμώδης.
[15]πόλλα δὲ ζαφοίταισ᾽ ἀγάνας ἐπι-
μνάσθεισ᾽ Ἄτθιδος ἰμέρωι
λέπταν ποι φρένα, κῆρ δ᾽ ἄσα βόρηται.Απόσπασμα 98
- Θυρώρῳ πόδες ἐπτορόγυιοι,
- τὰ δὲ σάμβαλα πεμπεβόηα,
- πίσυγγοι δὲ δέκ' ἐξεπόνασαν.
Απόσπασμα 99 - Όλβιε γάμβρε
Ὄλβιε γάμβρε, σοὶ μὲν δὴ γάμος ὠς ἄραο
ἐκτετέλεστ᾽, ἔχηις δὲ πάρθενον, ἂν ἄραο.
σοὶ χάριεν μὲν εἶδος, ὄππατα δ᾽ ἐστί, νύμφα,
μέλλιχ᾽, ἔρος δ᾽ ἐπ᾽ ἰμέρτωι κέχυται προσώπωι.
[5]...τετίμακ᾽ ἔξοχά σ᾽ Ἀφροδίτα.Απόσπασμα 101
- ὀ μὲν γὰρ κάλος ὄσσον ἴδην πέλεται κάλος,
- ὀ δὲ κἄγαθος αὔτικα καὶ κάλος ἔσσεται.
Απόσπασμα 102
Ἦρ' ἔτι παρθενίας ἐπιβάλλομαι;Απόσπασμα 103
Χαίροισα νύμφα, χαιρέτω δ' ὀ γάμβρος.Απόσπασμα 104
- τίωι σ᾿, ὦ φίλε γάμβρε, κάλως ἐικάσδω;
- ὄρπακι βραδίνωι σε μάλιστ᾿ ἐικάσδω.
Απόσπασμα 106
Οὐ γαρ ἦν ἀτέρα πάϊς, ὦ γάμβρε, τοιαύτα.Απόσπασμα 109 - Παρθενία, παρθενία
- -Παρθενία, παρθενία, ποῖ με λίποισ' ἀποίχῃ;
- -Οὐκέτι ἥξω πρὸς σέ, οὐκετι ἥξω.
Κύπρι και Νηρήιδες
Κύπρι καὶ Νηρήιδες, ἀβλάβην μοι
τὸν κασίγνητον δότε τύιδ᾽ ἴκεσθαι,
κὤσσα Ϝοι θύμωι κε θέλη γένεσθαι,
πάντα τελέσθην,
[5]ὄσσα δὲ πρ]όσθ᾽ ἄμβροτε, πάντα λῦσα[ι,
ὠς φίλοισι Ϝοῖσι χάραν γένεσθαι,
κὠνίαν ἔχθροισι· γένοιτο δ᾽ ἄμμι
πῆμά τι μήδεις.
τὰν κασιγνήταν δὲ θέλοι πόησθαι
[10]ἔμμορον τίμας, ὀνίαν δὲ λύγραν
ἐκλύοιτ᾽, ὄτοισι πάροιθ᾽ ἀχεύων
τὦμον ἐδάμναΠότνια Ήρα
Πλάσιον δη μ᾽ εὐχομέναι φανείη,
πότνι᾽ Ἤρα, σὰ χαρίεσσα μόρφα,
τὰν ἀράταν Ἀτρέιδαι θέσαν, κλῆ-
τοι βασίληες.
[5]ἐκτελέσσαντες μάλα πόλλ᾽ ἄεθλα,
πρῶτα μὲν πὲρ Ἴλιον, ἔν τε πόντωι,
τύιδ᾽ ἀπορμάθεντες ὄδον περαίνην
οὐκ ἐδύναντο,
πρὶν σὲ καὶ Δί᾽ ἀντίαον κάλεσσαι
[10]καὶ Θυώνας ἰμερόεντα παῖδα·
νῦν δὲ κἄμοι πραϋμένης ἄρηξον
κὰτ τὸ πάλαιον.Επιγράμματα
Απόσπασμα 118
- Παῖδες, ἄφωνος ἐοῖσα τόδ' ἐννεπω, αἴ τις ἔρηται,
- φωνὰν ἀκαμάταν κατθεμένα πρὸ ποδῶν·
- Αἰθοπίᾳ με κόρᾳ Λατοῦς ἀνέθηκεν Ἀρίστα
- Ἑρμοκλειδαία τῶ Σαοναϊάδα,
- σὰ πρόπολος, δέσποινα γυναικῶν· ᾆ σὺ χαρεῖσα
- πρόφρων ἁμετέραν εὐκλέϊσον γενεάν.
Απόσπασμα 119
- Τιμάδος ἅδε κόνις, τὰν δη πρὸ γάμοιο θανοῦσαν
- δέξατο Φερσεφόνας κυάνεος θάλαμος,
- ἇς καὶ ἀποφθιμένας πᾶσαι νεοθᾶγι σιδάρῳ
- ἅλικες ἱμερτὰν κρατὸς ἔθεντο κόμαν.
Έκτωρ και Ανδρομάχη
[5]Ἔκτωρ καὶ συνέταιροι ἄγοισ᾽ ἐλικώπιδα
Θήβας ἐξ ἰέρας Πλακίας τ᾽ ἀπ᾽ ἀιννάω
ἄβραν Ἀνδρομάχαν ἐνὶ ναῦσιν ἐπ᾽ ἄλμυρον
πόντον· πόλλα δ᾽ ἐλίγματα χρύσια κἄμματα
πορφύρα καταΰτμενα, ποίκιλ᾽ ἀθρήματα,
[10]ἀργύρα τ᾽ ἀνάριθμα ποτήρια κἀλέφαις.»
ὢς εἶπ᾽· ὀτραλέως δ᾽ ἀνόρουσε πάτηρ φίλος·
φάμα δ᾽ ἦλθε κατὰ πτόλιν εὐρύχορον φίλοις·
αὔτικ᾽ Ἰλίαδαι σατίναις ὐπ᾽ ἐυτρόχοις
ἆγον αἰμιόνοις· ἐπέβαινε δὲ παῖς ὄχλος
[15]γυναίκων τ᾽ ἄμα παρθενίκαν τ᾽ ἀταλοσφύρων·
χῶρις δ᾽ αὖ Περάμοιο θύγατρες ἐπήισαν,
ἴπποις δ᾽ ἄνδρες ὔπαγον ὐπ᾽ ἄρματα κάμπυλα...
πάντες ἠίθεοι· μεγάλωστι δ᾽...
δίφροις ἀνίοχοι...
...
...
...ἴκελοι θέοις
...ἄγνον ἀόλλεες
ὄρμαται ...ἐς Ἴλιον,
αὖλος δ᾽ ἀδυ[μ]έλης ... τ᾽ ὀνεμείχνυτο
[5]καὶ ψόφος κροτάλων λιγέως δ᾽ ἄρα πάρθενοι
ἄειδον μέλος ἄγνον, ἴκανε δ᾽ ἐς αἴθερα
ἄχω θεσπεσία, γέλος ...
πάνται δ᾽ ἦς κὰτ ὄδοις...
κράτηρες φίαλαί...
[10]μύρρα καὶ κασία λίβανός τ᾽ ὀνεμείχνυτο.
γύναικες δ᾽ ἐλέλυσδον ὄσαι προγενέστεραι,
πάντες δ᾽ ἄνδρες ἐπήρατον ἴαχον ὄρθιον
Πάον᾽ ὀνκαλέοντες ἐκάβολον εὐλύραν,
ὔμνην δ᾽ Ἔκτορα κ᾽ Ανδρομάχαν θεοεικέλοις.
0 Σχόλια:
Σας παρακαλούμε πολύ να γράφετε με Ελληνικούς χαρακτήρες και οι σχολιασμοί σας να μη ξεφεύγουν απο τα όρια της ευπρέπειας. Σχόλια
τα οποία περιέχουν ύβρεις, θα αποκλείονται. Ευχαριστούμε.