Απολλώνιος ο Ρόδιος
Αργοναυτικά (Β')
Αργοναυτικά (Β')
Ἦ ῥα μέγα φρονέων. τοὺς δ᾽ ἄγριος εἰσαΐοντας
εἷλε χόλος, πέρι δ᾽ αὖ Πολυδεύκεα τύψεν ὁμοκλή·
αἶψα δ᾽ ἑῶν ἑτάρων πρόμος ἵστατο, φώνησέν τε·
Ἴσχεο νῦν, μηδ᾽ ἄμμι κακήν, ὅτις εὔχεαι εἶναι,
φαῖνε βίην· θεσμοῖς γὰρ ὑπείξομεν, ὡς ἀγορεύεις.
αὐτὸς ἑκὼν ἤδη τοι ὑπίσχομαι ἀντιάασθαι.
Ὧς φάτ᾽ ἀπηλεγέως. ὁ δ᾽ ἐσέδρακεν ὄμμαθ᾽ ἑλίξας,
ὥστε λέων ὑπ᾽ ἄκοντι τετυμμένος, ὅν τ᾽ ἐν ὄρεσσι
ἀνέρες ἀμφιπένονται· ὁ δ᾽ ἰλλόμενός περ ὁμίλῳ
τῶν μὲν ἔτ᾽ οὐκ ἀλέγει, ἐπὶ δ᾽ ὄσσεται οἰόθεν οἶος
ἄνδρα τὸν ὅς μιν ἔτυψε παροίτατος οὐδ᾽ ἐδάμασσεν.
ἔνθ᾽ ἀπὸ Τυνδαρίδης μὲν ἐύστιπτον θέτο φᾶρος
λεπταλέον, τό ῥά οἵ τις ἑὸν ξεινήιον εἶναι
ὤπασε Λημνιάδων· ὁ δ᾽ ἐρεμνὴν δίπτυχα λώπην
αὐτῇσιν περόνῃσι καλαύροπά τε τρηχεῖαν
κάββαλε τὴν φορέεσκεν ὀριτρεφέος κοτίνοιο.
αὐτίκα δ᾽ ἐγγύθι χῶρον ἑαδότα παπτήναντες,
ἷζον ἑοὺς δίχα πάντας ἐνὶ ψαμάθοισιν ἑταίρους,
οὐ δέμας οὐδὲ φυὴν ἐναλίγκιοι εἰσοράασθαι·
ἀλλ᾽ ὁ μὲν ἢ ὀλοοῖο Τυφωέος ἠὲ καὶ αὐτῆς
Γαίης εἶναι ἔικτο πέλωρ τέκος οἷα πάροιθεν
χωομένη Διὶ τίκτεν· ὁ δ᾽ οὐρανίῳ ἀτάλαντος
ἀστέρι Τυνδαρίδης, οὗπερ κάλλισται ἔασιν
ἑσπερίην διὰ νύκτα φαεινομένου ἀμαρυγαί·
τοῖος ἔην Διὸς υἱός, ἔτι χνοάοντας ἰούλους
ἀντέλλων, ἔτι φαιδρὸς ἐν ὄμμασιν, ἀλλά οἱ ἀλκή
καὶ μένος ἠύτε θηρὸς ἀέξετο· πῆλε δὲ χεῖρας
πειράζων εἴθ᾽ ὡς πρὶν ἐυτρόχαλοι φορέονται
μηδ᾽ ἄμυδις καμάτῳ τε καὶ εἰρεσίῃ βαρύθοιεν.
οὐ μὰν αὖτ᾽ Ἄμυκος πειρήσατο· σῖγα δ᾽ ἄπωθεν
ἑστηὼς εἰς αὐτὸν ἔχ᾽ ὄμματα, καί οἱ ὀρέχθει
θυμὸς ἐελδομένῳ στηθέων ἐξ αἷμα κεδάσσαι.
τοῖσι δὲ μεσσηγὺς θεράπων Ἀμύκοιο Λυκωρεύς
θῆκε πάροιθε ποδῶν δοιοὺς ἑκάτερθεν ἱμάντας
ὠμούς, ἀζαλέους, πέρι δ᾽ οἵγ᾽ ἔσαν ἐσκληῶτες.
αὐτὰρ ὁ τόνγ᾽ ἐπέεσσιν ὑπερφιάλοισι μετηύδα·
Τῶνδέ τοι ὥ κ᾽ ἐθέλῃσθα πάλου ἄτερ ἐγγυαλίξω
αὐτὸς ἑκών, ἵνα μή μοι ἀτέμβηαι μετόπισθεν.
ἀλλὰ βάλευ περὶ χερσί, δαεὶς δέ κεν ἄλλῳ ἐνίσποις
ὅσσον ἐγὼ ῥινούς τε βοῶν περίειμι ταμέσθαι
ἀζαλέας, ἀνδρῶν τε παρηίδας αἵματι φύρσαι.
Ὧς ἔφατ᾽· αὐτὰρ ὅγ᾽ οὔ τι παραβλήδην ἐρίδηνεν,
ἦκα δὲ μειδήσας, οἵ οἱ παρὰ ποσσὶν ἔκειντο,
τοὺς ἕλεν ἀπροφάτως. τοῦ δ᾽ ἀντίος ἤλυθε Κάστωρ
ἠδὲ Βιαντιάδης Ταλαὸς μέγας, ὦκα δ᾽ ἱμάντας
ἀμφέδεον, μάλα πολλὰ παρηγορέοντες ἐς ἀλκήν·
τῷ δ᾽ αὖτ᾽ Ἄρητός τε καὶ Ὄρνυτος, οὐδέ τι ᾔδειν
νήπιοι ὕστατα κεῖνα κακῇ δήσαντες ἐπ᾽ αἴσῃ.
Οἱ δ᾽ ἐπεὶ οὖν ἐν ἱμᾶσι διασταδὸν ἠρτύναντο,
αὐτίκ᾽ ἀνασχόμενοι ῥεθέων προπάροιθε βαρείας
χεῖρας, ἐπ᾽ ἀλλήλοισι μένος φέρον ἀντιόωντες.
ἔνθα δὲ Βεβρύκων μὲν ἄναξ, ἅτε κῦμα θαλάσσης
τρηχὺ θοῇ ἐπὶ νηὶ κορύσσεται, ἡ δ᾽ ὑπὸ τυτθόν
ἰδρείῃ πυκινοῖο κυβερνητῆρος ἀλύσκει
ἱεμένου φορέεσθαι ἔσω τοίχοιο κλύδωνος -
ὧς ὅγε Τυνδαρίδην φοβέων ἕπετ᾽ οὐδέ μιν εἴα
δηθύνειν, ὁ δ᾽ ἄρ᾽ αἰὲν ἀνούτατος ἣν διὰ μῆτιν
ἀίσσοντ᾽ ἀλέεινεν. ἀπηνέα δ᾽ αἶψα νοήσας
πυγμαχίην, ᾗ κάρτος ἀάατος ᾗ τε χερείων,
στῆ ῥ᾽ ἄμοτον καὶ χερσὶν ἐναντία χεῖρας ἔμειξεν.
ὡς δ᾽ ὅτε νήια δοῦρα θοοῖς ἀντίξοα γόμφοις
ἀνέρες ὑληουργοὶ ἐπιβλήδην ἐλάοντες
θείνωσι σφύρῃσιν, ἐπ᾽ ἄλλῳ δ᾽ ἄλλος ἄηται
δοῦπος ἄδην - ὧς τοῖσι παρήιά τ᾽ ἀμφοτέρωθεν
καὶ γένυες κτύπεον, βρυχὴ δ᾽ ὑπετέλλετ᾽ ὀδόντων
ἄσπετος· οὐδ᾽ ἔλληξαν ἐπισταδὸν οὐτάζοντες
ἔστε περ οὐλοὸν ἆσθμα καὶ ἀμφοτέρους ἐδάμασσεν.
στάντε δὲ βαιὸν ἄπωθεν ἀπωμόρξαντο μετώπων
ἱδρῶ ἅλις, καματηρὸν ἀυτμένα φυσιόωντε.
ἂψ δ᾽ αὖτις συνόρουσαν ἐναντίω, ἠύτε ταύρω
φορβάδος ἀμφὶ βοὸς κεκοτηότε δηριάασθον.
ἔνθα δ᾽ ἔπειτ᾽ Ἄμυκος μὲν ἐπ᾽ ἀκροτάτοισιν ἀερθείς
βουτύπος οἷα πόδεσσι τανύσσατο, κὰδ δὲ βαρεῖαν
χεῖρ᾽ ἐπὶ οἷ πελέμιξεν· ὁ δ᾽ ἀίσσοντος ὑπέστη,
κρᾶτα παρακλίνας, ὤμῳ δ᾽ ἀνεδέξατο πῆχυν.
τυτθὸν δ᾽ ἄνδιχα τοῖο παρὲκ γόνυ γουνὸς ἀμείβων,
κόψε μεταΐγδην ὑπὲρ οὔατος, ὀστέα δ᾽ εἴσω
ῥῆξεν· ὁ δ᾽ ἀμφ᾽ ὀδύνῃ γνὺξ ἤριπεν. οἱ δ᾽ ἰάχησαν
ἥρωες Μινύαι· τοῦ δ᾽ ἀθρόος ἔκχυτο θυμός.
Οὐδ᾽ ἄρα Βέβρυκες ἄνδρες ἀφείδησαν βασιλῆος,
ἀλλ᾽ ἄμυδις κορύνας ἀζηχέας ἠδὲ σιγύννους
ἰθὺς ἀνασχόμενοι Πολυδεύκεος ἀντιάασκον·
τοῦ δὲ πάρος κολεῶν εὐήκεα φάσγαν᾽ ἑταῖροι
ἔσταν ἐρυσσάμενοι. πρῶτός γε μὲν ἀνέρα Κάστωρ
ἤλασ᾽ ἐπεσσύμενον κεφαλῆς ὕπερ· ἡ δ᾽ ἑκάτερθεν
ἔνθα καὶ ἔνθ᾽ ὤμοισιν ἐπ᾽ ἀμφοτέροισι κεάσθη·
αὐτὸς δ᾽ Ἰτυμονῆα πελώριον ἠδὲ Μίμαντα,
τὸν μὲν ὑπὸ στέρνοιο θοῷ ποδί, λὰξ ἐπορούσας,
πλῆξε καὶ ἐν κονίῃσι βάλεν, τοῦ δ᾽ ἆσσον ἰόντος
δεξιτερῇ σκαιῆς ὑπὲρ ὀφρύος ἤλασε χειρί,
δρύψε δέ οἱ βλέφαρον, γυμνὴ δ᾽ ὑπελείπετ᾽ ὀπωπή.
Ὠρείτης δ᾽, Ἀμύκοιο βίην ὑπέροπλος ὀπάων,
οὖτα Βιαντιάδαο κατὰ λαπάρην Ταλαοῖο,
ἀλλά μιν οὐ κατέπεφνεν, ὅσον δ᾽ ἐπὶ δέρματι μοῦνον
νηδυίων ἄψαυστος ὑπὸ ζώνην τόρε χαλκός.
αὔτως δ᾽ Ἄρητος μενεδήιον Εὐρύτου υἷα
Ἴφιτον ἀζαλέῃ κορύνῃ στυφέλιξεν ἐλάσσας,
οὔπω κηρὶ κακῇ πεπρωμένον· ἦ τάχ᾽ ἔμελλεν
αὐτὸς δῃώσεσθαι ὑπὸ ξίφεϊ Κλυτίοιο.
καὶ τότ᾽ ἄρ᾽ Ἀγκαῖος Λυκοόργοιο θρασὺς υἱός
αἶψα _μέλαν τεταγὼν πέλεκυν μέγαν ἠδὲ κελαινόν
ἄρκτου προσχόμενος σκαιῇ δέρος ἔνθορε μέσσῳ
ἐμμεμαὼς Βέβρυξιν· ὁμοῦ δέ οἱ ἐσσεύοντο
Αἰακίδαι, σὺν δέ σφιν ἀρήιος ὤρνυτ᾽ Ἰήσων.
ὡς δ᾽ ὅτ᾽ ἐνὶ σταθμοῖσιν ἀπείρονα μῆλ᾽ ἐφόβησαν
ἤματι χειμερίῳ πολιοὶ λύκοι, ὁρμηθέντες
λάθρῃ ἐυρρίνων τε κυνῶν αὐτῶν τε νομήων,
μαίονται δ᾽ ὅ τι πρῶτον ἐπαΐξαντες ἕλωσι,
πόλλ᾽ ἐπιπαμφαλόωντες ὁμοῦ, τὰ δὲ πάντοθεν αὔτως
στείνονται πίπτοντα περὶ σφίσιν - ὧς ἄρα τοίγε
λευγαλέως Βέβρυκας ὑπερφιάλους ἐφόβησαν.
ὡς δὲ μελισσάων σμῆνος μέγα μηλοβοτῆρες
ἠὲ μελισσοκόμοι πέτρῃ ἔνι καπνιόωσιν,
αἱ δ᾽ ἤτοι τείως μὲν ἀολλέες ᾧ ἐνὶ σίμβλῳ
βομβηδὸν κλονέονται, ἐπιπρὸ δὲ λιγνυόεντι
καπνῷ τυφόμεναι πέτρης ἑκὰς ἀίσσουσιν -
ὧς οἵγ᾽ οὐκέτι δὴν μένον ἔμπεδον ἀλλὰ κέδασθεν
εἴσω Βεβρυκίης, Ἀμύκου μόρον ἀγγελέοντες·
νήπιοι, οὐδ᾽ ἐνόησαν ὃ δή σφισιν ἐγγύθεν ἄλλο
πῆμ᾽ ἀίδηλον ἔην. πέρθοντο γὰρ ἠμὲν ἀλωαί
ἠδ᾽ οἶαι τῆμος δῄῳ ὑπὸ δουρὶ Λύκοιο
καὶ Μαριανδυνῶν ἀνδρῶν, ἀπεόντος ἄνακτος·
αἰεὶ γὰρ μάρναντο σιδηροφόρου περὶ γαίης.
οἱ μὲν δὴ σταθμούς τε καὶ αὔλια δηιάασκον·
ἤδη δ᾽ ἄσπετα μῆλα περιτροπάδην ἐτάμοντο
ἥρωες· καὶ δή τις ἔπος μετὰ τοῖσιν ἔειπεν·
Φράζεσθ᾽ ὅττι κεν ᾗσιν ἀναλκείῃσιν ἔρεξαν,
εἴ πως Ἡρακλῆα θεὸς καὶ δεῦρο κόμισσεν.
ἤτοι μὲν γὰρ ἐγὼ κείνου παρεόντος ἔολπα
οὐδ᾽ ἂν πυγμαχίῃ κρινθήμεναι· ἀλλ᾽ ὅτε θεσμούς
ἤλυθεν ἐξερέων, αὐτοῖς ἄφαρ οἷς ἀγόρευεν
θεσμοῖσιν ῥοπάλῳ μιν ἀγηνορίης λελαθέσθαι.
ναὶ μὲν ἀκήδεστον γαίῃ ἔνι τόνγε λιπόντες
πόντον ἐπέπλωμεν, μάλα δ᾽ ἡμέων αὐτὸς ἕκαστος
εἴσεται οὐλομένην ἄτην ἀπάνευθεν ἐόντος.
Ὧς ἄρ᾽ ἔφη· τὰ δὲ πάντα Διὸς βουλῇσι τέτυκτο.
καὶ τότε μὲν μένον αὖθι διὰ κνέφας, ἕλκεά τ᾽ ἀνδρῶν
οὐταμένων ἀκέοντο, καὶ ἀθανάτοισι θυηλάς
ῥέξαντες μέγα δόρπον ἐφώπλισαν, οὐδέ τιν᾽ ὕπνος
εἷλε παρὰ κρητῆρι καὶ αἰθομένοις ἱεροῖσιν·
ξανθὰ δ᾽ ἐρεψάμενοι δάφνης καθύπερθε μέτωπα
ἀγχιάλου φύλλοις, τῇ περ πρυμνήσι᾽ ἀνῆπτο,
Ὀρφείῃ φόρμιγγι συνοίμιον ὕμνον ἄειδον
ἐμμελέως, περὶ δέ σφιν ἰαίνετο νήνεμος ἀκτή
μελπομένοις· κλεῖον δὲ Θεραπναῖον Διὸς υἷα.
Ἦμος δ᾽ ἠέλιος δροσερὰς ἐπέλαμψε κολώνας
ἐκ περάτων ἀνιών, ἤγειρε δὲ μηλοβοτῆρας,
δὴ τότε λυσάμενοι νεάτης ἐκ πείσματα δάφνης,
ληίδα τ᾽ εἰσβήσαντες ὅσην χρεὼ ἦεν ἄγεσθαι,
πνοιῇ δινήεντ᾽ ἀνὰ Βόσπορον ἰθύνοντο.
ἔνθα μὲν ἠλιβάτῳ ἐναλίγκιον οὔρεϊ κῦμα
ἀμφέρεται προπάροιθεν ἐπαΐσσοντι _ἐοικός,
αἰὲν ὑπὲρ λαιφέων ἠερμένον· οὐδέ κε φαίης
φεύξεσθαι κακὸν οἶτον, ἐπεὶ μάλα μεσσόθι νηός
λάβρον ἐπικρέμαται _ὑπὲρ νέφεο_ς, ἀλλὰ τόγ᾽ ἔμπης
στόρνυται εἴ κ᾽ ἐσθλοῖο κυβερνητῆρος ἐπαύρῃ.
τῶ καὶ Τίφυος οἵδε δαημοσύνῃσι νέοντο
ἀσκηθεῖς μέν, ἀτὰρ πεφοβημένοι. ἤματι δ᾽ ἄλλῳ
ἀντιπέρην γαίῃ Θυνηίδι πείσματ᾽ ἀνῆψαν.
Ἔνθα δ᾽ ἐπάκτιον οἶκον Ἀγηνορίδης ἔχε Φινεύς,
ὃς περὶ δὴ πάντων ὀλοώτατα πήματ᾽ ἀνέτλη
εἵνεκα μαντοσύνης, τήν οἱ πάρος ἐγγυάλιξεν
Λητοΐδης, οὐδ᾽ ὅσσον ὀπίζετο καὶ Διὸς αὐτοῦ
χρείων ἀτρεκέως ἱερὸν νόον ἀνθρώποισιν·
τῶ καί οἱ γῆρας μὲν ἐπὶ δηναιὸν ἴαλλεν,
ἐκ δ᾽ ἕλετ᾽ ὀφθαλμῶν γλυκερὸν φάος, οὐδὲ γάνυσθαι
εἴα ἀπειρεσίοισιν ὀνείασιν ὅσσα οἱ αἰεί
θέσφατα πευθόμενοι περιναιέται οἴκαδ᾽ ἄγειρον·
ἀλλὰ διὰ νεφέων ἄφνω πέλας ἀίσσουσαι
Ἅρπυιαι στόματος χειρῶν τ᾽ ἀπὸ γαμφηλῇσι
συνεχέως ἥρπαζον, ἐλείπετο δ᾽ ἄλλοτε φορβῆς
οὐδ᾽ ὅσον· ἄλλοτε τυτθόν, ἵνα ζώων ἀκάχοιτο,
καὶ δ᾽ ἐπὶ μυδαλέην ὀδμὴν χέον· οὐδέ τις ἔτλη
μὴ καὶ λευκανίηνδε φορεύμενος ἀλλ᾽ ἀποτηλοῦ
ἑστηώς, τοῖόν οἱ ἀπέπνεε λείψανα δαιτός.
αὐτίκα δ᾽, εἰσαΐων ἐνοπὴν καὶ δοῦπον ὁμίλου,
τούσδ᾽ αὐτοὺς παρεόντας ἐπήισεν ὧν οἱ ἰόντων
θέσφατον ἐκ Διὸς ἦεν ἑῆς ἀπόνασθαι ἐδωδῆς.
ὀρθωθεὶς δ᾽ εὐνῆθεν, ἀκήριον ἠύτ᾽ ὄνειρον,
βάκτρῳ σκηπτόμενος ῥικνοῖς ποσὶν ᾖε θύραζε,
τοίχους ἀμφαφόων, τρέμε δ᾽ ἅψεα νισσομένοιο
ἀδρανίῃ γήραι τε· πίνῳ δέ οἱ αὐσταλέος χρώς
ἐσκλήκει, ῥινοὶ δὲ σὺν ὀστέα μοῦνον ἔεργον.
ἐκ δ᾽ ἐλθὼν μεγάροιο καθέζετο γοῦνα βαρυνθείς
οὐδοῦ ἐπ᾽ αὐλείοιο· κάρος δέ μιν ἀμφεκάλυψεν
πορφύρεος, γαῖαν δὲ πέριξ ἐδόκησε φέρεσθαι
νειόθεν, ἀβληχρῷ δ᾽ ἐπὶ κώματι κέκλιτ᾽ ἄναυδος.
οἱ δέ μιν ὡς εἴδοντο, περισταδὸν ἠγερέθοντο
καὶ τάφον. αὐτὰρ ὁ τοῖσι, μάλα μόλις ἐξ ὑπάτοιο
στήθεος ἀμπνεύσας, μετεφώνεε μαντοσύνῃσι·
Κλῦτε Πανελλήνων προφερέστατοι, εἰ ἐτεὸν δή
οἵδ᾽ ὑμεῖς οὓς δὴ κρυερῇ βασιλῆος ἐφετμῇ
Ἀργῴης ἐπὶ νηὸς ἄγει μετὰ κῶας Ἰήσων -
ὑμεῖς ἀτρεκέως· ἔτι μοι νόος οἶδεν ἕκαστα
ᾗσι θεοπροπίῃσι - χάριν νύ τοι, ὦ ἄνα Λητοῦς
υἱέ, καὶ ἀργαλέοισιν ἀνάπτομαι ἐν καμάτοισιν.
Ἱκεσίου πρὸς Ζηνός, ὅτις ῥίγιστος ἀλιτροῖς
ἀνδράσι, Φοίβου τ᾽ ἀμφί, καὶ αὐτῆς εἵνεκεν Ἥρης
λίσσομαι, ᾗ περίαλλα θεῶν μέμβλεσθε κιόντες·
χραίσμετέ μοι, ῥύσασθε δυσάμμορον ἀνέρα λύμης,
μηδέ μ᾽ ἀκηδείῃσιν ἀφορμήθητε λιπόντες
αὔτως. οὐ γὰρ μοῦνον ἐπ᾽ ὀφθαλμοῖσιν Ἐρινύς
λὰξ ἐπέβη, καὶ γῆρας ἀμήρυτον ἐς τέλος ἕλκω·
πρὸς δ᾽ ἐπὶ πικρότατον κρέμαται κακὸν ἄλλο κακοῖσιν.
Ἅρπυιαι στόματός μοι ἀφαρπάζουσιν ἐδωδήν
ἔκποθεν ἀφράστοιο καταΐσσουσαι _ὀλέθρου,
ἴσχω δ᾽ οὔτινα μῆτιν ἐπίρροθον· ἀλλά κε ῥεῖα
αὐτὸς ἑὸν λελάθοιμι νόον δόρποιο μεμηλώς
ἢ κείνας, ὧδ᾽ αἶψα διηέριαι ποτέονται.
τυτθὸν δ᾽ ἢν ἄρα δήποτ᾽ ἐδητύος ἄμμι λίπωσιν,
πνεῖ τόδε μυδαλέον τε καὶ οὐ τλητὸν μένος ὀδμῆς.
οὔ κέ τις οὐδὲ μίνυνθα βροτῶν ἄνσχοιτο πελάσσας,
οὐδ᾽ εἴ οἱ ἀδάμαντος ἐληλάμενον κέαρ εἴη·
ἀλλά με πικρὴν δαῖτα κατ᾽ ἄατος ἴσχει ἀνάγκη
μίμνειν, _καὶ μίμνοντα κακ_ῇ ἐν γαστέρι θέσθαι.
τὰς μὲν θέσφατόν ἐστιν ἐρητῦσαι Βορέαο
υἱέας· οὐδ᾽ ὀθνεῖοι ἀλαλκήσουσιν ἐόντες,
εἰ δὴ ἐγὼν ὁ πρίν ποτ᾽ ἐπικλυτὸς ἀνδράσι Φινεύς
ὄλβῳ μαντοσύνῃ τε, πατὴρ δέ με γείνατ᾽ Ἀγήνωρ,
τῶν δὲ κασιγνήτην, ὅτ᾽ ἐνὶ Θρῄκεσσιν ἄνασσον,
Κλειοπάτρην ἕδνοισιν ἐμὸν δόμον ἦγον ἄκοιτιν.
Ἴσκεν Ἀγηνορίδης. ἀδινὸν δ᾽ ἕλε κῆδος ἕκαστον
ἡρώων, πέρι δ᾽ αὖτε δύω υἷας Βορέαο·
δάκρυ δ᾽ ὀμορξαμένω σχεδὸν ἤλυθον, ὧδέ τ᾽ ἔειπεν
Ζήτης, ἀσχαλόωντος ἑλὼν χερὶ χεῖρα γέροντος·
Ἆ δείλ᾽, οὔ τινά φημι σέθεν σμυγερώτερον ἄλλον
ἔμμεναι ἀνθρώπων. τί νύ τοι τόσα κήδε᾽ ἀνῆπται;
ἦ ῥα θεοὺς ὀλοῇσι παρήλιτες ἀφραδίῃσιν,
μαντοσύνας δεδαώς; τῶ τοι μέγα μηνιόωσιν;
ἄμμι γε μὴν νόος ἔνδον ἀτύζεται, ἱεμένοισιν
χραισμεῖν εἰ δὴ πρόχνυ γέρας τόδε πάρθετο δαίμων
νῶιν· ἀρίζηλοι γὰρ ἐπιχθονίοισιν ἐνιπαί
ἀθανάτων· οὐδ᾽ ἂν πρὶν ἐρητύσαιμεν ἰούσας
Ἁρπυίας, μάλα περ λελιημένοι, ἔστ᾽ ἂν ὀμόσσῃς
μὴ μὲν τοῖο ἕκητι θεοῖς ἀπὸ θυμοῦ ἔσεσθαι.
Ὧς φάτο· τοῦ δ᾽ ἰθὺς κενεὰς ὁ γεραιὸς ἀνέσχε
γλήνας ἀμπετάσας, καὶ ἀμείψατο τοῖσδ᾽ ἐπέεσσι·
Σίγα· μή μοι ταῦτα νόῳ ἔνι βάλλεο τέκνον.
ἴστω Λητοῦς υἱός, ὅ με πρόφρων ἐδίδαξε
μαντοσύνας· ἴστω δὲ δυσώνυμος ἥ μ᾽ ἔλαχεν Κήρ,
καὶ τόδ᾽ ἐπ᾽ ὀφθαλμῶν ἀλαὸν νέφος, οἵ θ᾽ ὑπένερθεν
δαίμονες, οἳ _μηδ᾽ ὧδε θανόντι περ εὐμενέοιεν,
ὡς οὔ τις θεόθεν χόλος ἔσσεται εἵνεκ᾽ ἀρωγῆς.
Τὼ μὲν ἔπειθ᾽ ὅρκῳ, καὶ ἀλαλκέμεναι μενέαινον·
αἶψα δὲ κουρότεροι πεπονήατο δαῖτα γέροντι,
λοίσθιον Ἁρπυίῃσιν ἑλώριον· ἐγγύθι δ᾽ ἄμφω
στῆσαν, ἵνα ξιφέεσσιν ἐπεσσυμένας ἐλάσειαν.
καὶ δὴ τὰ πρώτισθ᾽ ὁ γέρων ἔψαυεν ἐδωδῆς,
αἱ δ᾽ ἄφαρ, ἠύτ᾽ ἄελλαι ἀδευκέες ἢ στεροπαὶ ὥς,
ἀπρόφατοι νεφέων ἐξάλμεναι ἐσσεύοντο
κλαγγῇ μαιμώωσαι ἐδητύος. οἱ δ᾽ ἐσιδόντες
ἥρωες μεσσηγὺς ἀνίαχον, αἱ δ᾽ ἅμ᾽ ἀυτῇ
πάντα καταβρώξασαι, ὑπὲρ πόντοιο φέροντο
τῆλε παρέξ, ὀδμὴ δὲ δυσάνσχετος αὖθι λέλειπτο.
τάων δ᾽ αὖ κατόπισθε δύω υἷες Βορέαο
φάσγαν᾽ ἐπισχόμενοι ἐπ᾽ ἴσῳ θέον, ἐν γὰρ ἕηκεν
Ζεὺς μένος ἀκάματόν σφιν· ἀτὰρ Διὸς οὔ κεν ἑπέσθην
νόσφιν, ἐπεὶ ζεφύροιο παραΐσσεσκον ἀέλλας
αἰέν, ὅτ᾽ ἐς Φινῆα καὶ ἐκ Φινῆος ἴοιεν.
ὡς δ᾽ ὅτ᾽ ἐνὶ κνημοῖσι κύνες δεδαημένοι ἄγρης
ἢ αἶγας κεραοὺς ἠὲ πρόκας ἰχνεύοντες
θείωσιν, τυτθὸν δὲ τιταινόμενοι μετόπισθεν
ἄκρῃς ἐν γενύεσσι μάτην ἀράβησαν ὀδόντας -
ὧς Ζήτης Κάλαΐς τε μάλα σχεδὸν ἀίσσοντες
τάων ἀκροτάτῃσιν ἐπέχραον ἤλιθα χερσίν.
καί νύ κε δή σφ᾽ ἀέκητι θεῶν διεδηλήσαντο,
πολλὸν ἑκὰς νήσοισιν ἔπι Πλωτῇσι κιχόντες,
εἰ μὴ ἄρ᾽ ὠκέα Ἶρις ἴδεν, κατὰ δ᾽ αἰθέρος ἆλτο
οὐρανόθεν, καὶ τοῖα παραιφαμένη κατέρυκεν·
Οὐ θέμις, ὦ υἱεῖς Βορέω, ξιφέεσσιν ἐλάσσαι
Ἁρπυίας, μεγάλοιο Διὸς κύνας· ὅρκια δ᾽ αὐτή
δώσω ἐγὼν ὡς οὔ οἱ ἔτι χρίμψουσιν ἰοῦσαι.
Ὧς φαμένη, λοιβὴν Στυγὸς ὤμοσεν, ἥ τε θεοῖσιν
ῥιγίστη πάντεσσιν ὀπιδνοτάτη τε τέτυκται,
μὴ μὲν Ἀγηνορίδαο δόμοις ἔτι τάσδε πελάσσαι
εἰσαῦτις Φινῆος, ἐπεὶ καὶ μόρσιμον ἦεν.
οἱ δ᾽ ὅρκῳ εἴξαντες ὑπέστρεφον ἂψ ἐπὶ νῆα
σώεσθαι· Στροφάδας δὲ μετακλείουσ᾽ ἄνθρωποι
νήσους τοῖο ἕκητι, πάρος Πλωτὰς καλέοντες.
Ἅρπυιαι δ᾽ Ἶρίς τε διέτμαγον· αἱ μὲν ἔδυσαν
κευθμῶνα Κρήτης Μινωίδος, ἡ δ᾽ ἀνόρουσεν
Οὔλυμπόνδε θοῇσι μεταχρονίη πτερύγεσσιν.
Τόφρα δ᾽ ἀριστῆες, πινόεν περὶ δέρμα γέροντος
πάντη φοιβήσαντες, ἐπικριδὸν ἱρεύσαντο
μῆλα τά τ᾽ ἐξ Ἀμύκοιο λεηλασίης ἐκόμισσαν.
αὐτὰρ ἐπεὶ μέγα δόρπον ἐνὶ μεγάροισιν ἔθεντο,
δαίνυνθ᾽ ἑζόμενοι· σὺν δέ σφισι δαίνυτο Φινεύς
ἁρπαλέως, οἷόν τ᾽ ἐν ὀνείρασι θυμὸν ἰαίνων.
ἔνθα δ᾽, ἐπεὶ δόρποιο κορέσσαντ᾽ ἠδὲ ποτῆτος,
παννύχιοι Βορέω μένον υἱέας ἐγρήσσοντες·
αὐτὸς δ᾽ ἐν μέσσοισι παρ᾽ ἐσχάρῃ ἧσθ᾽ ὁ γεραιός,
πείρατα ναυτιλίης ἐνέπων ἄνυσίν τε κελεύθου·
Κλῦτέ νυν· οὐ μὲν πάντα πέλει θέμις ὔμμι δαῆναι
ἀτρεκές, ὅσσα δ᾽ ὄρωρε θεοῖς φίλον, οὐκ ἐπικεύσω.
ἀασάμην καὶ πρόσθε Διὸς νόον ἀφραδίῃσιν
χρείων ἑξείης τε καὶ ἐς τέλος. ὧδε γὰρ αὐτός
βούλεται ἀνθρώποις ἐπιδευέα θέσφατα φαίνειν
μαντοσύνης, ἵνα καί τι θεῶν χατέωσι νόοιο.
Πέτρας μὲν πάμπρωτον ἀφορμηθέντες ἐμεῖο
Κυανέας ὄψεσθε δύω ἁλὸς ἐν ξυνοχῇσι.
τάων οὔ τινά φημι διαμπερὲς ἐξαλέασθαι·
οὐ γάρ τε ῥίζῃσιν ἐρήρεινται νεάτῃσιν,
ἀλλὰ θαμὰ ξυνίασιν ἐναντίαι ἀλλήλῃσιν
εἰς ἕν, ὕπερθε δὲ πολλὸν ἁλὸς κορθύεται ὕδωρ
βρασσόμενον, στρηνὲς δὲ πέρι στυφελὴ βρέμει ἀκτή.
τῶ νῦν ἡμετέρῃσι παραιφασίῃσι πίθεσθε,
εἰ ἐτεὸν πυκινῷ τε νόῳ μακάρων τ᾽ ἀλέγοντες
πείρετε, μηδ᾽ αὔτως αὐτάγρετον οἶτον ὀλέσθαι
ἀφραδέως ἰθύετ᾽ ἐπισπόμενοι νεότητι.
οἰωνῷ δὴ πρόσθε πελειάδι πειρήσασθαι,
νηὸς ἄπο πρό μιν ἕντας, ἐφίεμαι. ἢν δὲ δι᾽ αὐτῶν
πετράων Πόντονδε σόη πτερύγεσσι δίηται,
μηκέτι δὴν μηδ᾽ αὐτοὶ ἐρητύεσθε κελεύθου,
ἀλλ᾽ εὖ καρτύναντες ἑαῖς ἐνὶ χερσὶν ἐρετμά
τέμνεθ᾽ ἁλὸς στεινωπόν, ἐπεὶ φάος οὔ νύ τι τόσσον
ἔσσετ᾽ ἐν εὐχωλῇσιν ὅσον τ᾽ ἐνὶ κάρτεϊ χειρῶν·
τῶ καὶ τἆλλα μεθέντας ὀνήιστον πονέεσθαι
θαρσαλέως· πρὶν δ᾽ οὔ τι θεοὺς λίσσεσθαι ἐρύκω.
εἰ δέ κεν ἀντικρὺ πταμένη μεσσηγὺς ὄληται,
ἄψορροι στέλλεσθαι, ἐπεὶ πολὺ βέλτερον εἶξαι
ἀθανάτοις· οὐ γάρ κε κακὸν μόρον ἐξαλέαισθε
πετράων, οὐδ᾽ εἴ κε σιδηρείη πέλοι Ἀργώ.
ὦ μέλεοι, μὴ τλῆτε παρὲξ ἐμὰ θέσφατα βῆναι,
εἰ καί με τρὶς τόσσον ὀίεσθ᾽ Οὐρανίδῃσιν
ὅσσον ἀνάρσιός εἰμι, καὶ εἰ πλεῖον, στυγέεσθαι·
μὴ τλῆτ᾽ οἰωνοῖο πάρεξ ἔτι νηὶ περῆσαι.
καὶ τὰ μὲν ὥς κε πέλῃ, τὼς ἔσσεται· ἢν δὲ φύγητε
σύνδρομα πετράων ἀσκηθέες ἔνδοθι Πόντου,
αὐτίκα Βιθυνῶν ἐπὶ δεξιὰ γαῖαν ἔχοντες
πλώετε ῥηγμῖνας πεφυλαγμένοι, εἰσόκεν αὖτε
Ῥήβαν ὠκυρόην ποταμόν, ἄκρην τε Μέλαιναν
γνάμψαντες νήσου Θυνηίδος ὅρμον ἵκησθε.
κεῖθεν δ᾽ οὐ μάλα πουλὺ διὲξ ἁλὸς ἀντιπέραιαν
γῆν Μαριανδυνῶν ἐπικέλσετε _νοστήσαντες,
ἔνθα μὲν εἰς Ἀίδαο καταιβάτις ἐστὶ κέλευθος,
ἄκρη δὲ προβλὴς Ἀχερουσιὰς ὑψόθι τείνει,
δινήεις τ᾽ Ἀχέρων, αὐτὴν διὰ νειόθι τέμνων
ἄκρην, ἐκ μεγάλης προχοὰς ἵησι φάραγγος.
ἀγχίμολον δ᾽ ἐπὶ τῇ πολέας παρανεῖσθε κολωνούς
Παφλαγόνων, τοῖσίν τ᾽ Ἐνετήιος ἐμβασίλευε
πρῶτα Πέλοψ, τοῦ περ καὶ ἀφ᾽ αἵματος εὐχετόωνται.
ἔστι δέ τις ἄκρη Ἑλίκης κατεναντίον Ἄρκτου,
πάντοθεν ἠλίβατος, καί μιν καλέουσι Κάραμβιν,
τῆς τ᾽ αἴπει βορέαο πέρι σχίζονται ἄελλαι,
ὧδε μάλ᾽ ἂμ πέλαγος τετραμμένη αἰθέρι κύρει·
τήνδε περιγνάμψαντι, Πολὺς παρακέκλιται ἤδη
Αἰγιαλός. Πολέος δ᾽ ἐπὶ πείρασιν Αἰγιαλοῖο
ἀκτῇ ἐπὶ προβλῆτι ῥοαὶ Ἅλυος ποταμοῖο
δεινὸν ἐρεύγονται· μετὰ τὸν δ᾽ ἀγχίρροος Ἶρις
μειότερος λευκῇσιν ἑλίσσεται εἰς ἅλα δίναις.
κεῖθεν δὲ προτέρωσε μέγας καὶ ὑπείροχος ἀγκών
ἐξανέχει γαίης· ἔπι δὲ στόμα Θερμώδοντος
κόλπῳ ἐν εὐδιόωντι Θεμισκύρειον ὑπ᾽ ἄκρην
μύρεται, εὐρείης διαειμένος ἠπείροιο.
ἔνθα δὲ Δοίαντος πεδίον, σχεδόθεν δὲ πόληες
τρισσαὶ Ἀμαζονίδων· μετὰ δὲ σμυγερώτατοι ἀνδρῶν,
τρηχείην Χάλυβες καὶ ἀτειρέα γαῖαν ἔχοντες
ἐργατίναι, τοὶ δ᾽ ἀμφὶ σιδήρεα ἔργα μέλονται.
ἄγχι δὲ ναιετάουσι πολύρρηνες Τιβαρηνοί
Ζηνὸς Ἐυξείνοιο Γενηταίην ὑπὲρ ἄκρην.
τοῖς δ᾽ ἐπὶ Μοσσύνοικοι ὁμούριοι ὑλήεσσαν
ἑξείης ἤπειρον ὑπωρείας τε νέμονται,
δουρατέοις _πύργοισιν ἐν οἰκία τεκτήναντες
κάλινα καὶ πύργους εὐπηγέας, οὓς καλέουσιν
μόσσυνας, καὶ δ᾽ αὐτοὶ ἐπώνυμοι ἔνθεν ἔασιν.
τοὺς παραμειβόμενοι, λισσῇ ἐπικέλσατε νήσῳ,
μήτι παντοίῃ μέγ᾽ ἀναιδέας ἐξελάσαντες
οἰωνοὺς οἳ δῆθεν ἀπειρέσιοι ἐφέπουσιν
νῆσον ἐρημαίην· τῇ μέν τ᾽ ἐνὶ νηὸν Ἄρηος
λαΐνεον ποίησαν Ἀμαζονίδων βασίλειαι
Ὀτρηρή τε καὶ Ἀντιόπη, ὁπότε στρατόωντο
ἔνθα γὰρ ὔμμιν ὄνειαρ ἀδευκέος ἐξ ἁλὸς εἶσιν
ἄρητον· τῶ καί τε φίλα φρονέων ἀγορεύω
ἰσχέμεν - ἀλλὰ τίη με πάλιν χρειὼ ἀλιτέσθαι
μαντοσύνῃ τὰ ἕκαστα διηνεκὲς ἐξενέποντα;
νήσου δὲ προτέρωσε καὶ ἠπείροιο περαίης
φέρβονται Φίλυρες· Φιλύρων δ᾽ ἐφύπερθεν ἔασιν
Μάκρωνες, μετὰ δ᾽ αὖ περιώσια φῦλα Βεχείρων·
ἑξείης δὲ Σάπειρες ἐπὶ σφίσι ναιετάουσιν,
Βύζηρες δ᾽ ἐπὶ τοῖσιν ὁμώλακες, ὧν ὕπερ ἤδη
αὐτοὶ Κόλχοι ἔχονται ἀρήιοι. ἀλλ᾽ ἐνὶ νηί
πείρεθ᾽, ἕως μυχάτῃ κεν ἐνιχρίμψητε θαλάσσῃ.
ἔνθα δ᾽ ἀπ᾽ ἠπείροιο Κυταιίδος ἠδ᾽ Ἀμαραντῶν
τηλόθεν ἐξ ὀρέων πεδίοιό τε Κιρκαίοιο
Φᾶσις δινήεις εὐρὺν ῥόον εἰς ἅλα βάλλει·
κείνου νῆ᾽ ἐλάοντες ἐπὶ προχοὰς ποταμοῖο,
πύργους εἰσόψεσθε Κυταιέος Αἰήταο,
ἄλσος τε σκιόειν Ἄρεος, τόθι κῶας ἐπ᾽ ἄκρης
πεπτάμενον φηγοῖο δράκων, τέρας αἰνὸν ἰδέσθαι,
ἀμφὶς ὀπιπτεύει δεδοκημένος· οὐδέ οἱ ἦμαρ,
οὐ κνέφας ἥδυμος ὕπνος ἀναιδέε δάμναται ὄσσε.
Ὧς ἄρ᾽ ἔφη· τοὺς δ᾽ εἶθαρ ἕλεν δέος εἰσαΐοντας,
δὴν δ᾽ ἔσαν ἀμφασίῃ βεβολημένοι. ὀψὲ δ᾽ ἔειπε
ἥρως Αἴσονος υἱός, ἀμηχανέων κακότητι·
Ὦ γέρον, ἤδη μέν τε διίκεο πείρατ᾽ _ἀέθλων
ναυτιλίης καὶ τέκμαρ ὅτῳ στυγερὰς διὰ πέτρας
πειθόμενοι Πόντονδε περήσομεν· εἰ δέ κεν αὖτις,
τάσδ᾽ ἡμῖν προφυγοῦσιν, ἐς Ἑλλάδα νόστος ὀπίσσω
ἔσσεται, ἀσπαστῶς κε παραὶ σέο καὶ τὸ δαείην.
πῶς ἔρδω, πῶς αὖτε τόσην ἁλὸς εἶμι κέλευθον,
νῆις ἐὼν ἑτάροις ἅμα νήισιν - Αἶα δὲ Κολχίς
Πόντου καὶ γαίης ἐπικέκλιται ἐσχατιῇσιν;
Ὧς φάτο· τὸν δ᾽ ὁ γεραιὸς ἀμειβόμενος προσέειπεν·
Ὦ τέκος, εὖτ᾽ ἂν πρῶτα φύγῃς ὀλοὰς διὰ πέτρας,
θάρσει· ἐπεὶ δαίμων ἕτερον πλόον ἡγεμονεύσει
ἐξ Αἴης, μετὰ δ᾽ Αἶαν ἅλις πομπῆες ἔσονται.
ἀλλὰ φίλοι φράζεσθε θεᾶς δολόεσσαν ἀρωγήν
Κύπριδος, ἐν γὰρ τῇ κλυτὰ πείρατα κεῖται ἀέθλου·
καὶ δέ με μηκέτι τῶνδε περαιτέρω ἐξερέεσθε.
Ὧς φάτ᾽ Ἀγηνορίδης· ἐπὶ δὲ σχεδὸν υἱέε δοιώ
Θρηικίου Βορέαο κατ᾽ αἰθέρος ἀίξαντε
οὐδῷ ἔπι κραιπνοὺς ἔβαλον πόδας· οἱ δ᾽ ἀνόρουσαν
ἐξ ἑδέων ἥρωες, ὅπως παρεόντας ἴδοντο.
Ζήτης δ᾽ ἱεμένοισιν, ἔτ᾽ ἄσπετον ἐκ καμάτοιο
ἆσθμ᾽ ἀναφυσιόων, μετεφώνεεν ὅσσον ἄπωθεν
ἤλασαν, ἠδ᾽ ὡς Ἶρις ἐρύκακε τάσδε δαΐξαι,
ὅρκιά τ᾽ εὐμενέουσα θεὰ πόρεν, αἱ δ᾽ ὑπέδυσαν
δείματι Δικταίης περιωσίῳ ἄντρον ἐρίπνης.
γηθόσυνοι δἤπειτα δόμοις ἔνι πάντες ἑταῖροι
αὐτός τ᾽ ἀγγελίῃ Φινεὺς πέλεν. ὦκα δὲ τόνγε
Αἰσονίδης, περιπολλὸν ἐυφρονέων, προσέειπεν·
Ἦ ἄρα δή τις ἔην Φινεῦ θεὸς ὃς σέθεν ἄτης
κήδετο λευγαλέης, καὶ δ᾽ ἡμέας αὖθι πέλασσεν
τηλόθεν, ὄφρα τοι υἷες ἀμύνειαν Βορέαο·
εἰ δὲ καὶ ὀφθαλμοῖσι φόως πόροι, ἦ τ᾽ ἂν ὀίω
γηθήσειν ὅσον εἴπερ ὑπότροπος οἴκαδ᾽ ἱκοίμην.
Ὧς ἔφατ᾽· αὐτὰρ ὁ τόνγε κατηφήσας προσέειπεν·
Αἰσονίδη, τὸ μὲν οὐ παλινάγρετον οὐδέ τι μῆχος
ἔστ᾽ ὀπίσω, κενεαὶ γὰρ ὑποσμύχονται ὀπωπαί·
ἀντὶ δὲ τοῦ θάνατόν μοι ἄφαρ θεὸς ἐγγυαλίξαι,
καί τε θανὼν πάσῃσι μετέσσομαι ἀγλαΐῃσιν.
Ὧς τώγ᾽ ἀλλήλοισι παραβλήδην ἀγόρευον·
αὐτίκα δ᾽ οὐ μετὰ δηρὸν _ἀμειβομένων ἐφαάνθη
ἠριγενής, τὸν δ᾽ ἀμφὶ περικτίται ἠγερέθοντο
ἀνέρες, οἳ καὶ πρόσθεν ἐπ᾽ ἤματι κεῖσε θάμιζον
αἰὲν ὁμῶς φορέοντες ἑῆς ἀπὸ μοῖραν ἐδωδῆς·
τοῖς ὁ γέρων πάντεσσιν, ὅτις καὶ ἀφαυρὸς ἵκοιτο,
ἔχραεν ἐνδυκέως, πολέων δ᾽ ἀπὸ πήματ᾽ ἔλυσεν
μαντοσύνῃ· τῶ καί μιν ἐποιχόμενοι κομέεσκον.
σὺν τοῖσιν δ᾽ ἵκανε Παραίβιος, ὅς ῥά οἱ ἦεν
φίλτατος, ἀσπάσιος δὲ δόμοις ἔνι τούσγ᾽ ἐνόησεν·
πρὶν γὰρ δή νύ ποτ᾽ αὐτὸς ἀριστήων στόλον ἀνδρῶν
Ἑλλάδος ἒξ ἀνιόντα μετὰ πτόλιν Αἰήταο
πείσματ᾽ ἀνάψεσθαι μυθήσατο Θυνίδι γαίῃ,
οἵ τέ οἱ Ἁρπυίας Διόθεν σχήσουσιν ἰούσας.
τοὺς μὲν ἔπειτ᾽, ἐπέεσσιν ἀρεσσάμενος πυκινοῖσιν,
πέμφ᾽ ὁ γέρων, οἶον δὲ Παραίβιον αὐτόθι μίμνειν
κέκλετ᾽ ἀριστήεσσι σὺν ἀνδράσιν. αἶψα δὲ τόνγε
σφωιτέρων ὀίων ὅτις ἔξοχος εἰς ἓ κομίσσαι
ἧκεν ἐποτρύνας· τοῦ δ᾽ ἐκ μεγάροιο κιόντος,
μειλιχίως _ἐρέτῃσιν ὁμηγερέεσσι μετηύδα·
Ὦ φίλοι, οὐκ ἄρα πάντες ὑπέρβιοι ἄνδρες ἔασιν,
οὐδ᾽ εὐεργεσίης ἀμνήμονες· ὡς καὶ ὅδ᾽ ἀνήρ
τοῖος ἐὼν δεῦρ᾽ ἦλθεν, ἑὸν μόρον ὄφρα δαείη.
εὖτε γὰρ οὖν ὡς πλεῖστα κάμοι καὶ πλεῖστα μογήσαι,
δὴ τότε μιν περιπολλὸν ἐπασσυτέρη βιότοιο
χρησμοσύνη τρύχεσκεν, ἐπ᾽ ἤματι δ᾽ ἦμαρ ὀρώρει
κύντερον· οὐδέ τις ἦεν ἀνάπνευσις μογέοντι,
ἀλλ᾽ ὅγε πατρὸς ἑοῖο κακὴν τίνεσκεν ἀμοιβήν
ἀμπλακίης. ὁ γὰρ οἶος ἐν οὔρεσι δένδρεα τάμνων
δή ποθ᾽ ἁμαδρυάδος νύμφης ἀθέριξε λιτάων,
ἥ μιν ὀδυρομένη ἀδινῷ μειλίσσετο μύθῳ
μὴ ταμέειν πρέμνον δρυὸς ἥλικος, ᾗ ἔπι πουλύν
αἰῶνα τρίβεσκε διηνεκές· αὐτὰρ ὁ τήνγε
ἀφραδέως ἔτμηξεν ἀγηνορίῃ νεότητος.
τῷδ᾽ ἄρα νηκερδῆ νύμφη πόρεν οἶτον ὀπίσσω
αὐτῷ καὶ τεκέεσσιν. ἔγωγε μέν, εὖτ᾽ ἀφίκανεν,
ἀμπλακίην ἔγνων· βωμὸν δ᾽ ἐκέλευσα καμόντα
Θυνιάδος νύμφης, λωφήια ῥέξαι ἐπ᾽ αὐτῷ
ἱερά, πατρῴην αἰτεύμενον αἶσαν ἀλύξαι.
ἔνθ᾽ ἐπεὶ ἔκφυγε κῆρα θεήλατον, οὔποτ᾽ ἐμεῖο
ἐκλάθετ᾽ οὐδ᾽ ἀθέριξε· μόλις δ᾽ ἀέκοντα θύραζε
πέμπω, ἐπεὶ μέμονέν γε παρέμμεναι ἀσχαλόωντι.
Ὧς φάτ᾽ Ἀγηνορίδης· ὁ δ᾽ ἐπισχεδὸν αὐτίκα δοιώ
ἤλυθ᾽ ἄγων ποίμνηθεν ὄις. ἀνὰ δ᾽ ἵστατ᾽ Ἰήσων,
ἂν δὲ Βορήιοι υἷες ἐφημοσύνῃσι γέροντος,
ὦκα δὲ κεκλόμενοι Μαντήιον Ἀπόλλωνα
ῥέζον ἐπ᾽ ἐσχαρόφιν, νέον ἤματος ἀνομένοιο·
κουρότεροι δ᾽ ἑτάρων μενοεικέα δαῖτ᾽ ἀλέγυνον.
ἔνθ᾽ εὖ δαισάμενοι, τοὶ μὲν παρὰ πείσματα νηός,
τοὶ δ᾽ αὐτοῦ κατὰ δώματ᾽ ἀολλέες εὐνάζοντο.
Ἦρι δ᾽ ἐτήσιοι αὖραι ἐπέχραον, αἵ τ᾽ ἀνὰ πᾶσαν
γαῖαν ὁμῶς τοιῇδε Διὸς πνείουσιν ἀρωγῇ.
Κυρήνη πεφάτισται ἕλος πάρα Πηνειοῖο
μῆλα νέμειν προτέροισι παρ᾽ ἀνδράσιν, εὔαδε γάρ οἱ
παρθενίη καὶ λέκτρον ἀκήρατον. αὐτὰρ Ἀπόλλων
τήνγ᾽ ἀνερειψάμενος ποταμῷ ἔπι ποιμαίνουσαν,
τηλόθεν Αἱμονίης χθονίῃς παρακάτθετο νύμφαις
αἳ Λιβύην ἐνέμοντο παραὶ Μυρτώσιον αἶπος.
ἔνθα δ᾽ Ἀρισταῖον Φοίβῳ τέκεν, ὃν καλέουσιν
Ἀγρέα καὶ Νόμιον πολυλήιοι Αἱμονιῆες·
τὴν μὲν γὰρ φιλότητι θεὸς ποιήσατο νύμφην
αὐτοῦ μακραίωνα καὶ ἀγρότιν, υἷα δ᾽ ἔνεικεν
νηπίαχον Χείρωνος ὑπ᾽ ἄντροισιν κομέεσθαι·
τῷ καὶ ἀεξηθέντι θεαὶ γάμον ἐμνήστευσαν
Μοῦσαι· ἀκεστορίην τε θεοπροπίας τ᾽ ἐδίδαξαν,
καί μιν ἑῶν μήλων θέσαν ἤρανον ὅσσ᾽ ἐνέμοντο
ἂμ πεδίον Φθίης Ἀθαμάντιον ἀμφί τ᾽ ἐρυμνήν
Ὄθρυν καὶ ποταμοῦ ἱερὸν ῥόον Ἀπιδανοῖο.
ἦμος δ᾽ οὐρανόθεν Μινωίδας ἔφλεγε νήσους
Σείριος οὐδέ τι δηρὸν ἔην ἄκος ἐνναέτῃσιν,
τῆμος τόνγ᾽ ἐκάλεσσαν ἐφημοσύνῃς Ἑκάτοιο
λοιμοῦ ἀλεξητῆρα. λίπεν δ᾽ ὅγε πατρὸς ἐφετμῇ
Φθίην, ἐν δὲ Κέῳ κατενάσσατο, λαὸν ἀγείρας
Παρράσιον τοίπερ τε Λυκάονός εἰσι γενέθλης·
καὶ βωμὸν ποίησε μέγαν Διὸς Ἰκμαίοιο,
ἱερά τ᾽ εὖ ἔρρεξεν ἐν οὔρεσιν ἀστέρι κείνῳ
Σειρίῳ αὐτῷ τε Κρονίδῃ Διί. τοῖο ἕκητι
γαῖαν ἐπιψύχουσιν ἐτήσιοι ἐκ Διὸς αὖραι
ἤματα τεσσαράκοντα, Κέῳ δ᾽ ἔτι νῦν ἱερῆες
ἀντολέων προπάροιθε Κυνὸς ῥέζουσι θυηλάς.
καὶ τὰ μὲν ὧς ὑδέονται· ἀριστῆες δὲ καταῦθι
μίμνον ἐρυκόμενοι, ξεινήια δ᾽ ἄσπετα Θυνοί
πάνδημοι, Φινῆι χαριζόμενοι, προΐαλλον.
Ἐκ δὲ τόθεν μακάρεσσι δυώδεκα δωμήσαντες
βωμὸν ἁλὸς ῥηγμῖνι πέρην καὶ ἐφ᾽ ἱερὰ θέντες,
νῆα θοὴν εἴσβαινον ἐρεσσέμεν· οὐδὲ πελείης
τρήρωνος λήθοντο μετὰ φρεσίν, ἀλλ᾽ ἄρα τήνγε
δείματι πεπτηυῖαν ἑῇ φέρε χειρὶ μεμαρπώς
Εὔφημος· γαίης δ᾽ ἀπὸ διπλόα πείσματ᾽ ἔλυσαν.
οὐδ᾽ ἄρ᾽ Ἀθηναίην προτέρω λάθον ὁρμηθέντες·
αὐτίκα δ᾽ ἐσσυμένως, νεφέλης ἐπιβᾶσα πόδεσσι
κούφης, ἥ κε φέροι μιν ἄφαρ βριαρήν περ ἐοῦσαν,
σεύατ᾽ ἴμεν Πόντονδε, φίλα φρονέουσ᾽ ἐρέτῃσιν.
ὡς δ᾽ ὅτε τις πάτρηθεν ἀλώμενος, οἷά τε πολλά
πλαζόμεθ᾽ ἄνθρωποι τετληότες, | ἄλλοτε ἄλλῃ
ὀξέα πορφύρων ἐπιμαίεται, | οὐδέ τις αἶα
τηλουρός, πᾶσαι δὲ κατόψιοί εἰσι πόληες,
σφωιτέρους δ᾽ ἐνόησε δόμους, ἄμυδις δὲ κέλευθος
ὑγρή τε τραφερή τ᾽ ἰνδάλλεται | ὀφθαλμοῖσιν -
ὧς ἄρα καρπαλίμως κούρη Διὸς ἀίξασα
θῆκεν ἐπ᾽ ἀξείνοιο πόδας Θυνηίδος ἀκτῆς.
Οἱ δ᾽ ὅτε δὴ σκολιοῖο πόρου στεινωπὸν ἵκοντο
τρηχείῃς σπιλάδεσσιν ἐεργμένον ἀμφοτέρωθεν,
δινήεις ὑπένερθεν ἀνακλύζεσκεν ἰοῦσαν
νῆα ῥόος, πολλὸν δὲ _φόβῳ προτέρωσε νέοντο.
ἤδη δέ σφισι δοῦπος ἀρασσομένων πετράων
νωλεμὲς οὔατ᾽ ἔβαλλε, βόων δ᾽ ἁλιμυρέες ἀκταί·
δὴ τότ᾽ ἔπειθ᾽ ὁ μὲν ὦρτο, πελειάδα χειρὶ μεμαρπώς,
Εὔφημος πρῴρης ἐπιβήμεναι, οἱ δ᾽ ὑπ᾽ ἀνωγῇ
Τίφυος Ἁγνιάδαο θελήμονα ποιήσαντο
εἰρεσίην, ἵν᾽ ἔπειτα διὲκ πέτρας ἐλάσειαν
κάρτεϊ ᾧ πίσυνοι. τὰς δ᾽ αὐτίκα λοίσθιον ἄλλων
οἰγομένας ἀγκῶνα περιγνάμψαντες ἴδοντο,
σὺν δέ σφιν χύτο θυμός. ὁ δ᾽ ἀίξαι πτερύγεσσιν
Εὔφημος προέηκε πελειάδα, τοὶ δ᾽ ἅμα πάντες
ἤειραν κεφαλὰς ἐσορώμενοι· ἡ δὲ δι᾽ αὐτῶν
ἔπτατο. ταὶ δ᾽ ἄμυδις πάλιν ἀντίαι ἀλλήλῃσιν
ἄμφω ὁμοῦ ξυνιοῦσαι ἐπέκτυπον· ὦρτο δὲ πολλή
ἅλμη ἀναβρασθεῖσα, νέφος ὥς· αὖε δὲ πόντος
σμερδαλέον, πάντη δὲ περὶ μέγας ἔβρεμεν αἰθήρ·
κοῖλαι δὲ σπήλυγγες ὑπὸ σπιλάδας τρηχείας
κλυζούσης ἁλὸς ἔνδον ἐβόμβεον, ὑψόθι δ᾽ ὄχθης
λευκὴ καχλάζοντος ἀνέπτυε κύματος ἄχνη·
νῆα δ᾽ ἔπειτα πέριξ εἴλει ῥόος· ἄκρα δ᾽ ἔκοψαν
οὐραῖα πτερὰ ταίγε πελειάδος, ἡ δ᾽ ἀπόρουσεν
ἀσκηθής, ἐρέται δὲ μέγ᾽ ἴαχον. ἔβραχε δ᾽ αὐτός
Τῖφυς ἐρεσσέμεναι κρατερῶς· οἴγοντο γὰρ αὖτις
ἄνδιχα. τοὺς δ᾽ ἐλάοντας ἔχεν τρόμος, ὄφρα _μιν αὖτι_ς
πλημυρίς, παλίνορσος ἀνερχομένη, κατένεικεν
εἴσω πετράων. τότε δ᾽ αἰνότατον δέος εἷλεν
πάντας, ὑπὲρ κεφαλῆς γὰρ ἀμήχανος ἦεν ὄλεθρος.
ἤδη δ᾽ ἔνθα καὶ ἔνθα διὰ πλατὺς εἴδετο Πόντος,
καί σφισιν ἀπροφάτως ἀνέδυ μέγα κῦμα πάροιθεν
κυρτόν, ἀποτμῆγι σκοπιῇ ἴσον· οἱ δ᾽ ἐσιδόντες
ἤμυσαν λοξοῖσι καρήασιν, εἴσατο γάρ ῥα
νηὸς ὑπὲρ πάσης κατεπάλμενον ἀμφικαλύψειν,
ἀλλά μιν ἔφθη Τῖφυς ὑπ᾽ εἰρεσίῃ βαρύθουσαν
ἀγχαλάσας· τὸ δὲ πολλὸν ὑπὸ τρόπιν ἐξεκυλίσθη,
ἐκ δ᾽ αὐτὴν πρύμνηθεν ἀνείρυσε τηλόθι νῆα
πετράων, ὑψοῦ δὲ μεταχρονίη πεφόρητο.
Εὔφημος δ᾽ ἀνὰ πάντας ἰὼν βοάασκεν ἑταίρους
ἐμβαλέειν κώπῃσιν ὅσον σθένος. οἱ δ᾽ ἀλαλητῷ
κόπτον ὕδωρ· ὅσσον δ᾽ ὑποείκαθε νηῦς ἐρέτῃσιν,
δὶς τόσον ἂψ ἀπόρουσεν, ἐπεγνάμπτοντο δὲ κῶπαι
ἠύτε καμπύλα τόξα, βιαζομένων ἡρώων.
ἔνθεν δ᾽ αὐτίκ᾽ ἔπειτα καταρρεπὲς ἔσσυτο κῦμα,
ἡ δ᾽ ἄφαρ ὥστε κυλίνδρῳ ἐπέτρεχε κύματι λάβρῳ
προπροκαταΐγδην κοίλης ἁλός. ἐν δ᾽ ἄρα μέσσαις
Πληγάσι δινήεις εἷλεν ῥόος· αἱ δ᾽ ἑκάτερθεν
σειόμεναι βρόμεον, πεπέδητο δὲ νήια δοῦρα·
καὶ τότ᾽ Ἀθηναίη στιβαρῇ ἀντέσπασε πέτρης
σκαιῇ, δεξιτερῇ δὲ διαμπερὲς ὦσε φέρεσθαι·
ἡ δ᾽ ἰκέλη πτερόεντι μετήορος ἔσσυτ᾽ ὀιστῷ,
ἔμπης δ᾽ ἀφλάστοιο παρέθρισαν ἄκρα κόρυμβα
νωλεμὲς ἐμπλήξασαι ἐναντίαι. αὐτὰρ Ἀθήνη
Οὔλυμπόνδ᾽ ἀνόρουσεν, ὅτ᾽ ἀσκηθεῖς ὑπάλυξαν·
πέτραι δ᾽ εἰς ἕνα χῶρον ἐπισχεδὸν ἀλλήλῃσιν
νωλεμὲς ἐρρίζωθεν· ὃ δὴ καὶ μόρσιμον ἦεν
ἐκ μακάρων, εὖτ᾽ ἄν τις _ἰδὼν διὰ νηὶ περάσσῃ.
Οἱ δέ που ὀκρυόεντος ἀνέπνεον ἄρτι φόβοιο,
ἠέρα παπταίνοντες ὁμοῦ πέλαγός τε θαλάσσης
τῆλ᾽ ἀναπεπτάμενον· δὴ γὰρ φάσαν ἐξ Ἀίδαο
σώεσθαι. Τῖφυς δὲ παροίτατος ἤρχετο μύθων·
Ἔλπομαι αὐτῇ νηὶ _τόγ᾽ ἔμπεδον ἐξαλέασθαι
ἡμέας· οὐδέ τις ἄλλος ἐπαίτιος ὅσσον Ἀθήνη,
ἥ οἱ ἐνέπνευσεν θεῖον μένος εὖτέ μιν Ἄργος
γόμφοισιν συνάρασσε, θέμις δ᾽ οὐκ ἔστιν ἁλῶναι.
Αἰσονίδη, τύνη δὲ τεοῦ βασιλῆος ἐφετμήν,
εὖτε διὲκ πέτρας φυγέειν θεὸς ἧμιν ὄπασσε,
μηκέτι δείδιθι τοῖον, ἐπεὶ μετόπισθεν ἀέθλους
εὐπαλέας τελέεσθαι Ἀγηνορίδης φάτο Φινεύς.
Ἦ ῥ᾽ ἅμα καὶ προτέρωσε παραὶ Βιθυνίδα γαῖαν
νῆα διὲκ πέλαγος σεῦεν μέσον· αὐτὰρ ὁ τόνγε
μειλιχίοις ἐπέεσσι παραβλήδην προσέειπεν·
Τῖφυ, τίη μοι ταῦτα παρηγορέεις ἀχέοντι;
ἤμβροτον, ἀασάμην τε κακὴν καὶ ἀμήχανον ἄτην·
χρῆν γὰρ ἐφιεμένοιο καταντικρὺ Πελίαο
αὐτίκ᾽ ἀνήνασθαι τόνδε στόλον, εἰ καὶ ἔμελλον
νηλειῶς μελεϊστὶ κεδαιόμενος θανέεσθαι.
νῦν δὲ περισσὸν δεῖμα καὶ ἀτλήτους μελεδῶνας
_ἄγκειμαι, στυγέων μὲν ἁλὸς κρυόεντα κέλευθα
νηὶ διαπλώειν, στυγέων δ᾽ ὅτ᾽ ἐπ᾽ ἠπείροιο
βαίνωμεν, πάντη γὰρ ἀνάρσιοι ἄνδρες ἔασιν.
αἰεὶ δὲ στονόεσσαν ἐπ᾽ ἤματι νύκτα φυλάσσω,
ἐξότε τὸ πρώτιστον ἐμὴν χάριν ἠγερέθεσθε,
φραζόμενος τὰ ἕκαστα. σὺ δ᾽ εὐμαρέως ἀγορεύεις,
οἶον ἑῆς ψυχῆς ἀλέγων ὕπερ· αὐτὰρ ἔγωγε
εἷο μὲν οὐδ᾽ ἠβαιὸν ἀτύζομαι, ἀμφὶ δὲ τοῖο
καὶ τοῦ ὁμῶς καὶ σεῖο καὶ ἄλλων δείδι᾽ ἑταίρων,
εἰ μὴ ἐς Ἑλλάδα γαῖαν ἀπήμονας ὔμμε κομίσσω.
Ὧς φάτ᾽, ἀριστήων πειρώμενος· οἱ δ᾽ ὁμάδησαν
θαρσαλέοις ἐπέεσσιν. ὁ δὲ φρένας ἔνδον ἰάνθη
κεκλομένων, καί ῥ᾽ αὖτις ἐπιρρήδην μετέειπεν·
Ὦ φίλοι, ὑμετέρῃ ἀρετῇ ἔπι θάρσος ἀέξω.
τούνεκα νῦν οὐδ᾽ εἴ κε διὲξ Ἀίδαο βερέθρων
στελλοίμην, ἔτι τάρβος ἀνάψομαι, εὖτε πέλεσθε
ἔμπεδοι ἀργαλέοις ἐνὶ δείμασιν. ἀλλ᾽ ὅτε πέτρας
Πληγάδας ἐξέπλωμεν, ὀίομαι οὐκ ἔτ᾽ ὀπίσσω
ἔσσεσθαι τοιόνδ᾽ ἕτερον φόβον, εἰ ἐτεόν γε
φραδμοσύνῃ Φινῆος ἐπισπόμενοι νεόμεσθα.
Ὧς φάτο· καὶ τοίων μὲν ἐλώφεον αὐτίκα μύθων,
εἰρεσίῃ δ᾽ ἀλίαστον ἔχον πόνον. αἶψα δὲ τοίγε
Ῥήβαν ὠκυρόην ποταμὸν σκόπελόν τε Κολώνης,
ἄκρην δ᾽ οὐ μετὰ δηθὰ παρεξενέοντο Μέλαιναν,
τῇ δ᾽ ἄρ᾽ ἐπὶ προχοὰς Φυλληίδας, ἔνθα πάροιθεν
Διψακὸς υἷ᾽ Ἀθάμαντος ἑοῖς ὑπέδεκτο δόμοισιν,
ὁππόθ᾽ ἅμα κριῷ φεῦγε πτόλιν Ὀρχομενοῖο·
τίκτε δέ μιν νύμφη λειμωνιάς· οὐδέ οἱ ὕβρις
ἥνδανεν, ἀλλ᾽ ἐθελημὸς ἐφ᾽ ὕδασι πατρὸς ἑοῖο
μητέρι συνναίεσκεν, ἐπάκτια πώεα φέρβων.
τοῦ μέν τ᾽ ἠρίον αἶψα, καὶ εὐρείας ποταμοῖο
ἠιόνας πεδίον τε, βαθυρρείοντά τε Κάλπην
δερκόμενοι παράμειβον, ὁμῶς ὅτ᾽ ἐπ᾽ ἤματι νύκτα
νήνεμον ἀκαμάτῃσιν ἐπερρώοντ᾽ ἐλάτῃσιν.
οἷοι δὲ πλαδόωσαν ἐπισχίζοντες ἄρουραν
ἐργατίναι μογέουσι βόες, πέρι δ᾽ ἄσπετος ἱδρώς
εἴβεται ἐκ λαγόνων τε καὶ αὐχένος, ὄμματα δέ σφιν
λοξὰ παραστρωφῶνται ὑπὸ ζυγοῦ, αὐτὰρ ἀυτμή
αὐαλέη στομάτων ἄμοτον βρέμει· οἱ δ᾽ ἐνὶ γαίῃ
χηλὰς σκηρίπτοντε πανημέριοι πονέονται -
τοῖς ἴκελοι ἥρωες ὑπὲξ ἁλὸς εἷλκον ἐρετμά.
Ἦμος δ᾽ οὔτ᾽ ἄρ πω φάος ἄμβροτον οὔτ᾽ ἔτι λίην
ὀρφναίη πέλεται, λεπτὸν δ᾽ ἐπιδέδρομε νυκτί
φέγγος, ὅτ᾽ ἀμφιλύκην μιν ἀνεγρόμενοι καλέουσιν,
τῆμος ἐρημαίης νήσου λιμέν᾽ εἰσελάσαντες
Θυνιάδος καμάτῳ πολυπήμονι βαῖνον ἔραζε.
τοῖσι δὲ Λητοῦς υἱός, ἀνερχόμενος Λυκίηθεν
τῆλ᾽ ἐπ᾽ ἀπείρονα δῆμον Ὑπερβορέων ἀνθρώπων,
ἐξεφάνη· χρύσεοι δὲ παρειάων ἑκάτερθεν
πλοχμοὶ βοτρυόεντες ἐπερρώοντο κιόντι·
λαιῇ δ᾽ ἀργύρεον νώμα βιόν, ἀμφὶ δὲ νώτοις
ἰοδόκη τετάνυστο κατωμαδόν· ἡ δ᾽ ὑπὸ ποσσίν
σείετο νῆσος ὅλη, κλύζεν δ᾽ ἐπὶ κύματα χέρσῳ.
τοὺς δ᾽ ἕλε θάμβος ἰδόντας ἀμήχανον, οὐδέ τις ἔτλη
ἀντίον αὐγάσσασθαι ἐς ὄμματα καλὰ θεοῖο,
στὰν δὲ κάτω νεύσαντες ἐπὶ χθονός· αὐτὰρ ὁ τηλοῦ
βῆ ῥ᾽ ἴμεναι πόντονδε δι᾽ ἠέρος. ὀψὲ δὲ τοῖον
Ὀρφεὺς ἔκφατο μῦθον ἀριστήεσσι πιφαύσκων·
Εἰ δ᾽ ἄγε δὴ νῆσον μὲν Ἑωίου Ἀπόλλωνος
τήνδ᾽ ἱερὴν κλείωμεν, ἐπεὶ πάντεσσι φαάνθη
ἠῷος μετιών· τὰ δὲ ῥέξομεν οἷα πάρεστιν,
βωμὸν ἀναστήσαντες ἐπάκτιον. εἰ δ᾽ ἂν ὀπίσσω
γαῖαν ἐς Αἱμονίην ἀσκηθέα νόστον ὀπάσσῃ,
δὴ τότε οἱ κεραῶν ἐπὶ μηρία θήσομεν αἰγῶν·
νῦν δ᾽ αὔτως κνίσῃ λοιβῇσί τε μειλίξασθαι
κέκλομαι· ἀλλ᾽ ἵληθι ἄναξ, ἵληθι φαανθείς.
Ὧς ἄρ᾽ ἔφη· καὶ τοὶ μὲν ἄφαρ βωμὸν τετύκοντο
χερμάσιν, οἱ δ᾽ ἀνὰ νῆσον ἐδίνεον, ἐξερέοντες
εἴ κέ τιν᾽ ἢ κεμάδων ἢ ἀγροτέρων ἐσίδοιεν
αἰγῶν, οἷά τε πολλὰ βαθείῃ βόσκεται ὕλῃ.
τοῖσι δὲ Λητοΐδης ἄγρην πόρεν· ἐκ δέ νυ πάντων
εὐαγέως ἱερῷ ἀνὰ διπλόα μηρία βωμῷ
καῖον, ἐπικλείοντες Ἑώιον Ἀπόλλωνα.
ἀμφὶ δὲ δαιομένοις εὐρὺν χορὸν ἐστήσαντο,
καλὸν Ἰηπαιήον᾽ Ἰηπαιήονα Φοῖβον
μελπόμενοι, σὺν δέ σφιν ἐὺς πάις Οἰάγροιο
Βιστονίῃ φόρμιγγι λιγείης ἦρχεν ἀοιδῆς·
ὥς ποτε πετραίῃ ὑπὸ δειράδι Παρνησσοῖο
Δελφύνην τόξοισι πελώριον ἐξενάριξεν,
κοῦρος ἐὼν ἔτι γυμνός, ἔτι πλοκάμοισι γεγηθώς
_ἱλήκοις· αἰεί τοι, ἄναξ, ἄτμητοι ἔθειραι,
αἰὲν ἀδήλητοι, τὼς γὰρ θέμις, οἰόθι δ᾽ αὐτή
Λητὼ Κοιογένεια φίλαις ἐνὶ χερσὶν ἀφάσσε_ι.
πολλὰ δὲ Κωρύκιαι νύμφαι, Πλειστοῖο θύγατρες,
θαρσύνεσκον ἔπεσσιν, ἵη ἵε κεκληγυῖαι·
ἔνθεν δὴ τόδε καλὸν ἐφύμνιον ἔπλετο Φοίβῳ.
αὐτὰρ ἐπειδὴ τόνγε χορείῃ μέλψαν ἀοιδῇ,
λοιβαῖς εὐαγέεσσιν ἐπώμοσαν ἦ μὲν ἀρήξειν
ἀλλήλοις εἰσαιὲν ὁμοφροσύνῃσι νόοιο,
ἁπτόμενοι θυέων· καί τ᾽ εἰσέτι νῦν γε τέτυκται
κεῖν᾽ Ὁμονοίης ἱρὸν ἐύφρονος ὅ ῥ᾽ ἐκάμοντο
αὐτοὶ κυδίστην τότε δαίμονα πορσαίνοντες.
Ἦμος δὲ τρίτατον φάος ἤλυθε, δὴ τότ᾽ ἔπειτα
ἀκραεῖ ζεφύρῳ νῆσον λίπον αἰπήεσσαν.
ἔνθεν δ᾽ ἀντιπέρην ποταμοῦ στόμα Σαγγαρίοιο
καὶ Μαριανδυνῶν ἀνδρῶν ἐριθηλέα γαῖαν
ἠδὲ Λύκοιο ῥέεθρα καὶ Ἀνθεμοεισίδα λίμνην
δερκόμενοι παράμειβον· ὑπὸ πνοιῇ δὲ κάλωες
ὅπλα τε νήια πάντα τινάσσετο νισσομένοισιν.
ἠῶθεν δ᾽, ἀνέμοιο διὰ κνέφας εὐνηθέντος,
ἀσπασίως ἄκρης Ἀχερουσίδος ὅρμον ἵκοντο.
ἡ μέν τε κρημνοῖσιν ἀνίσχεται ἠλιβάτοισιν,
εἰς ἅλα δερκομένη Βιθυνίδα· τῇ δ᾽ ὑπὸ πέτραι
λισσάδες ἐρρίζωνται ἁλίβροχοι, ἀμφὶ δὲ τῇσιν
κῦμα κυλινδόμενον μεγάλα βρέμει· αὐτὰρ ὕπερθεν
ἀμφιλαφεῖς πλατάνιστοι ἐπ᾽ ἀκροτάτῃ πεφύασιν.
ἐκ δ᾽ αὐτῆς εἴσω κατακέκλιται ἤπειρόνδε
κοίλη ὕπαιθα νάπη, ἵνα τε σπέος ἔστ᾽ Ἀίδαο
ὕλῃ καὶ πέτρῃσιν ἐπηρεφές, ἔνθεν ἀυτμή
πηγυλίς, ὀκρυόεντος ἀναπνείουσα μυχοῖο,
συνεχὲς ἀργινόεσσαν ἀεὶ περιτέτροφε πάχνην,
οὐδὲ μεσημβριόωντος ἰαίνεται ἠελίοιο.
σιγὴ δ᾽ οὔποτε τήνδε κατὰ βλοσυρὴν ἔχει ἄκρην,
ἀλλ᾽ ἄμυδις πόντοιό θ᾽ ὑπὸ στένει ἠχήεντος
φύλλων τε πνοιῇσι τινασσομένων μυχίῃσιν.
ἔνθα δὲ καὶ προχοαὶ ποταμοῦ Ἀχέροντος ἔασιν,
ὅς τε διὲξ ἄκρης ἀνερεύγεται εἰς ἅλα βάλλων
_ἠοίην, κοίλη δὲ φάραγξ κατάγει μιν ἄνωθεν.
τὸν μὲν ἐν ὀψιγόνοισι Σοωναύτην ὀνόμηναν
Νισαῖοι Μεγαρῆες, ὅτε νάσσεσθαι ἔμελλον
γῆν Μαριανδυνῶν· δὴ γάρ σφεας ἐξεσάωσεν
αὐτῇσιν νήεσσι, κακῇ χρίμψαντας ἀέλλῃ.
τῇ ῥ᾽ οἵγ᾽ αὐτίκα νῆα διὲξ Ἀχερουσίδος ἄκρης
εἰσωποί, ἀνέμοιο νέον λήγοντος, ἔκελσαν.
Οὐδ᾽ ἄρα δηθὰ Λύκον, κείνης πρόμον ἠπείροιο,
καὶ Μαριανδυνοὺς λάθον ἀνέρας ὁρμισθέντες
αὐθένται Ἀμύκοιο κατὰ κλέος ὃ πρὶν ἄκουον·
ἀλλὰ καὶ ἀρθμὸν ἔθεντο μετὰ σφίσι τοῖο ἕκητι,
αὐτὸν δ᾽ ὥστε θεὸν Πολυδεύκεα δεξιόωντο,
πάντοθεν ἀγρόμενοι· ἐπεὶ ἦ μάλα τοίγ᾽ ἐπὶ δηρόν
ἀντιβίην Βέβρυξιν ὑπερφιάλοις πολέμιζον.
καὶ δὴ πασσυδίῃ μεγάρων ἔντοσθε Λύκοιο
κεῖν᾽ ἦμαρ φιλότητι, μετὰ πτολίεθρον ἰόντες,
δαίτην ἀμφίεπον τέρποντό τε θυμὸν ἔπεσσιν.
Αἰσονίδης μέν οἱ γενεὴν καί τ᾽ οὔνομ᾽ ἑκάστου
σφωιτέρων μυθεῖθ᾽ ἑτάρων, Πελίαό τ᾽ ἐφετμάς·
ἠδ᾽ ὡς Λημνιάδεσσιν ἐπεξεινοῦντο γυναιξίν·
ὅσσα τε Κύζικον ἀμφὶ Δολιονίην τ᾽ ἐτέλεσσαν·
Μυσίδα θ᾽ ὡς ἀφίκοντο Κίον θ᾽, ὅθι κάλλιπον ἥρω
Ἡρακλέην ἀέκοντι νόῳ, Γλαύκοιό τε βάξιν
πέφραδε· καὶ Βέβρυκας ὅπως Ἄμυκόν τ᾽ ἐδάιξαν·
καὶ Φινῆος ἔειπε θεοπροπίας τε δύην τε·
ἠδ᾽ ὡς Κυανέας πέτρας φύγον· ὥς τ᾽ ἀβόλησαν
Λητοΐδῃ κατὰ νῆσον. ὁ δ᾽ ἑξείης ἐνέποντος
θέλγετ᾽ ἀκουῇ θυμόν· ἄχος δ᾽ ἕλεν Ἡρακλῆι
λειπομένῳ, καὶ τοῖον ἔπος πάντεσσι μετηύδα·
Ὦ φίλοι, οἵου φωτὸς ἀποπλαγχθέντες ἀρωγῆς
πείρετ᾽ ἐς Αἰήτην τόσσον πλόον. εὖ γὰρ ἐγώ μιν
Δασκύλου ἐν μεγάροισι καταυτόθι πατρὸς ἐμεῖο
οἶδ᾽ ἐσιδών, ὅτε δεῦρο δι᾽ Ἀσίδος ἠπείροιο
πεζὸς ἔβη, ζωστῆρα φιλοπτολέμοιο κομίζων
Ἱππολύτης· ἐμὲ δ᾽ εὗρε νέον χνοάοντα παρειάς.
ἔνθα δ᾽ ἐπὶ Πριόλαο κασιγνήτοιο θανόντος
ἡμετέρου Μυσοῖσιν ὑπ᾽ ἀνδράσιν, ὅντινα λαός
οἰκτίστοις ἐλέγοισιν ὀδύρεται ἐξέτι κείνου,
ἀθλεύων, Τιτίην ἀπεκαίνυτο πυγμαχέοντα
καρτερόν, ὃς πάντεσσι μετέπρεπεν ἠιθέοισιν
εἶδός τ᾽ ἠδὲ βίην, χαμάδις δέ οἱ ἤλασ᾽ ὀδόντας.
αὐτὰρ ὁμοῦ Μυσοῖσιν ἐμῷ ὑπὸ πατρὶ δάμασσεν
Μύγδονας, οἳ ναίουσιν ὁμώλακας ἧμιν ἀρούρας,
φῦλά τε Βιθυνῶν αὐτῇ κτεατίσσατο γαίῃ
ἔστ᾽ ἐπὶ Ῥήβαο προχοὰς σκόπελόν τε Κολώνης·
Παφλαγόνες τ᾽ ἐπὶ τοῖς Πελοπήιοι εἴκαθον αὔτως
ὅσσους Βιλλαίοιο μέλαν περιάγνυται ὕδωρ.
ἀλλ᾽ ἐμὲ τῶν Βέβρυκες ὑπερβασίη τ᾽ Ἀμύκοιο
τηλόθι ναιετάοντος ἐνόσφισαν Ἡρακλῆος,
δὴν ἀποτεμνόμενοι γαίης ἅλις, ὄφρ᾽ ἐβάλοντο
οὖρα βαθυρρείοντος ἐφ᾽ εἱαμεναῖς Ὑπίοιο.
ἔμπης δ᾽ ἐξ ὑμέων ἔδοσαν τίσιν· οὐδέ ἕ φημι
ἤματι τῷδ᾽ ἀέκητι θεῶν ἐπελάσσαι ἄρηα,
Τυνδαρίδη, Βέβρυξιν, ὅτ᾽ ἀνέρα κεῖνον ἔπεφνες.
τῶν νῦν ἥντιν᾽ ἐγὼ τεῖσαι χάριν ἄρκιός εἰμι,
τείσω προφρονέως· ἡ γὰρ θέμις ἠπεδανοῖσιν
ἀνδράσιν, εὖτ᾽ ἄρξωσιν ἀρείονες ἄλλοι ὀφέλλειν.
ξυνῇ μὲν πάντεσσιν, ὁμόστολον ὔμμιν ἕπεσθαι
Δάσκυλον ὀτρυνέω, ἐμὸν υἱέα _τοῖο δ᾽ ἰόντος,
ἦ τ᾽ ἂν ἐυξείνοισι διαμπερὲς ἀντιάοιτε
ἀνδράσι μέσφ᾽ αὐτοῖο ποτὶ στόμα Θερμώδοντο_ς·
νόσφι δὲ Τυνδαρίδαις, Ἀχερουσίδος ὑψόθεν ἄκρης
εἵσομαι ἱερὸν αἰπύ, τὸ μὲν μάλα τηλόθι πάντες
ναυτίλοι ἂμ πέλαγος θηεύμενοι ἱλάξονται,
καί κέ σφιν μετέπειτα πρὸ ἄστεος, οἷα θεοῖσιν,
πίονας εὐαρότοιο γύας πεδίοιο ταμοίμην.
Ὧς τότε μὲν δαῖτ᾽ ἀμφὶ πανήμεροι ἑψιόωντο·
ἦρί γε μὴν ἐπὶ νῆα κατήισαν ἐγκονέοντες,
καὶ δ᾽ αὐτὸς σὺν τοῖσι Λύκος κίε, μυρί᾽ ὀπάσσας
δῶρα φέρειν, ἅμα δ᾽ υἷα δόμων ἔκπεμπε νέεσθαι.
Ἔνθα δ᾽ Ἀβαντιάδην πεπρωμένη ἤλασε μοῖρα
Ἴδμονα, μαντοσύνῃσι κεκασμένον, ἀλλά μιν οὔ τι
μαντοσύναι ἐσάωσαν, ἐπεὶ χρεὼ ἦγε δαμῆναι.
κεῖτο γὰρ εἱαμενῇ δονακώδεος ἐν ποταμοῖο,
ψυχόμενος λαγόνας τε καὶ ἄσπετον ἰλύι νηδύν,
κάπριος ἀργιόδων, ὀλοὸν τέρας, ὅν ῥα καὶ αὐταί
νύμφαι ἑλειονόμοι ὑπεδείδισαν· οὐδέ τις ἀνδρῶν
ἠείδει, οἶος δὲ κατὰ πλατὺ βόσκετο τῖφος.
αὐτὰρ ὅγ᾽ ἰλυόεντος ἀνὰ θρωσμοὺς πεδίοιο
νίσσετ᾽ Ἀβαντιάδης, ὁ δ᾽ ἄρ᾽ ἔκποθεν ἀφράστοιο
ὕψι μάλ᾽ ἐκ δονάκων ἀνεπάλμενος, ἤλασε μηρόν
ἀίγδην, μέσσας δὲ σὺν ὀστέῳ ἶνας ἔκερσεν.
ὀξὺ δ᾽ ὅγε κλάγξας, οὔδει πέσεν· οἱ δ᾽ ἐρυγόντος
ἀθρόοι ἀντιάχησαν. ὀρέξατο δ᾽ αἶψ᾽ ὀλοοῖο
Πηλεὺς αἰγανέῃ φύγαδ᾽ εἰς ἕλος ὁρμηθέντος
καπρίου· ἔσσυτο δ᾽ αὖτις ἐναντίος, ἀλλά μιν Ἴδας
οὔτασε, βεβρυχὼς δὲ θοῷ περὶ κάππεσε δουρί.
καὶ τὸν μὲν χαμάδις λίπον αὐτόθι πεπτηῶτα·
τὸν δ᾽ ἕταροι ἐπὶ νῆα φέρον ψυχορραγέοντα
ἀχνύμενοι· χείρεσσι δ᾽ ἑῶν ἐνὶ κάτθαν᾽ ἑταίρων.
Ἔνθα δὲ ναυτιλίης μὲν ἐρητύοντο μέλεσθαι,
ἀμφὶ δὲ κηδείῃ νέκυος μένον ἀσχαλόωντες,
ἤματα δὲ τρία πάντα γόων· ἑτέρῳ δέ μιν ἤδη
τάρχυον μεγαλωστί, συνεκτερέιζε δὲ λαός
αὐτῷ ὁμοῦ βασιλῆι Λύκῳ· παρὰ δ᾽ ἄσπετα μῆλα,
ἣ θέμις οἰχομένοισι, ταφήια λαιμοτόμησαν.
καὶ δή τοι κέχυται τοῦδ᾽ ἀνέρος ἐν χθονὶ κείνῃ
τύμβος, σῆμα δ᾽ ἔπεστι καὶ ὀψιγόνοισιν ἰδέσθαι,
νήιος ἐκ κοτίνοιο φάλαγξ, θαλέθει δέ τε φύλλοις,
ἄκρης τυτθὸν ἔνερθ᾽ Ἀχερουσίδος. εἰ δέ με καὶ τό
χρειὼ ἀπηλεγέως Μουσέων ὕπο γηρύσασθαι·
τόνδε πολισσοῦχον διεπέφραδε Βοιωτοῖσιν
Νισαίοισί τε Φοῖβος ἐπιρρήδην ἱλάεσθαι,
ἀμφὶ δὲ τήνδε φάλαγγα παλαιγενέος κοτίνοιο
ἄστυ βαλεῖν, οἱ δ᾽ ἀντὶ θεουδέος Αἰολίδαο
Ἴδμονος εἰσέτι νῦν Ἀγαμήστορα κυδαίνουσιν.
Τίς γὰρ δὴ θάνεν ἄλλος _ἐπεὶ καὶ ἔτ᾽ αὖτις ἔχευαν
ἥρωες τότε τύμβον ἀποφθιμένου ἑτάροιο,
δοιὰ γὰρ οὖν κείνων ἔτι σήματα φαίνεται ἀνδρῶν_;
Ἁγνιάδην Τῖφυν θανέειν φάτις· οὐδέ οἱ ἦεν
μοῖρ᾽ ἔτι ναυτίλλεσθαι ἑκαστέρω, ἀλλά νυ καὶ τόν
αὖθι μινυνθαδίη πάτρης ἑκὰς εὔνασε νοῦσος.
εἰσόκ᾽ Ἀβαντιάδαο νέκυν κτερέιξεν ὅμιλος.
ἄτλητον δ᾽ ὀλοῷ ἐπὶ πήματι κῆδος ἕλοντο·
δὴν ἄρ᾽, ἐπεὶ καὶ τόνδε παρασχεδὸν ἐκτερέιξαν
αὐτοῦ ἀμηχανίῃσιν ἁλὸς προπάροιθε πεσόντες,
ἐντυπὰς εὐκήλως εἰλυμένοι οὔτε τι σίτου
μνώοντ᾽ οὔτε ποτοῖο· κατήμυσαν δ᾽ ἀχέεσσι
θυμόν, ἐπεὶ μάλα πολλὸν ἀπ᾽ ἐλπίδος ἔπλετο νόστος.
καί νύ κ᾽ ἔτι προτέρω τετιημένοι ἰσχανόωντο,
εἰ μὴ ἄρ᾽ Ἀγκαίῳ περιώσιον ἔμβαλεν Ἥρη
θάρσος, ὃν Ἰμβρασίοισι παρ᾽ ὕδασιν Ἀστυπάλαια
τίκτε Ποσειδάωνι, περιπρὸ γὰρ εὖ ἐκέκαστο
ἰθύνειν· Πηλῆα δ᾽ ἐπεσσύμενος προσέειπεν·
Αἰακίδη, πῶς καλὸν ἀφειδήσαντας ἀέθλων
γαίῃ ἐν ἀλλοδαπῇ δὴν ἔμμεναι; οὐ μὲν ἄρηος
ἴδριν ἐόντ᾽ ἐμὲ τόσσον ἄγει μετὰ κῶας Ἰήσων
Παρθενίης ἀπάνευθεν ὅσον τ᾽ ἐπιίστορα νηῶν·
τῶ μή τοι τυτθόν γε δέος περὶ νηὶ πελέσθω.
ὧς δὲ καὶ ἄλλοι δεῦρο δαήμονες ἄνδρες ἔασιν,
τῶν ὅτινα πρύμνης ἐπιβήσομεν, οὔ τις ἰάψει
ναυτιλίην. ἀλλ᾽ ὦκα παραιφάμενος τάδε πάντας
θαρσαλέως ὀρόθυνον ἐπιμνήσασθαι ἀέθλου.
Ὧς φάτο· τοῖο δὲ θυμὸς ἀέξετο γηθοσύνῃσιν.
αὐτίκα δ᾽ οὐ μετὰ δηρὸν ἐνὶ μέσσοις ἀγόρευσεν·
Δαιμόνιοι, τί νυ πένθος ἐτώσιον ἴσχομεν αὔτως;
οἱ μὲν δή ποθι τοῦτον ὃν ἔλλαχον οἶτον ὄλοντο·
ἡμῖν δ᾽ ἐν γὰρ ἔασι κυβερνητῆρες ὁμίλῳ
καὶ πολέες, τῶ μή τι διατριβώμεθα πείρης·
ἀλλ᾽ ἔγρεσθ᾽ εἰς ἔργον, ἀπορρίψαντες ἀνίας.
Τὸν δ᾽ αὖτ᾽ Αἴσονος υἱὸς _ἀμηχανέων προσέειπεν·
Αἰακίδη, πῇ δ᾽ οἵδε κυβερνητῆρες ἔασιν;
οὕς περ γὰρ τὸ πάροιθε δαήμονας εὐχόμεθ᾽ εἶναι,
οἵδε κατηφήσαντες ἐμεῦ πλέον ἀσχαλόωσι·
τῶ καὶ ὁμοῦ φθιμένοισι κακὴν προτιόσσομαι ἄτην,
εἰ δὴ μήτ᾽ ὀλοοῖο μετὰ πτόλιν Αἰήταο
ἔσσεται ἠὲ καὶ αὖτις ἐς Ἑλλάδα γαῖαν ἱκέσθαι
πετράων ἔκτοσθε· καταυτόθι δ᾽ ἄμμε καλύψει
ἀκλειῶς κακὸς οἶτος, ἐτώσια γηράσκοντας.
Ὧς ἔφατ᾽· Ἀγκαῖος δὲ μάλ᾽ ἐσσυμένως ὑπέδεκτο
νῆα θοὴν ἄξειν, δὴ γὰρ θεοῦ ἐτράπεθ᾽ ὁρμῇ·
τὸν δὲ μετ᾽ Ἐργῖνος καὶ Ναύπλιος Εὔφημός τε
ὤρνυντ᾽, ἰθύνειν λελιημένοι. ἀλλ᾽ ἄρα τούσγε
ἔσχεθον, Ἀγκαίῳ δὲ πολεῖς ᾔνησαν ἑταίρων.
Ἠῷοι δἤπειτα δυωδεκάτῳ ἐπέβαινον
ἤματι, δὴ γάρ σφιν ζεφύρου μέγας οὖρος ἄητο
καρπαλίμως δ᾽ Ἀχέροντα διεξεπέρησαν ἐρετμοῖς,
ἐκ δ᾽ ἔχεαν πίσυνοι ἀνέμῳ λίνα, πουλὺ δ᾽ ἐπιπρό
λαιφέων πεπταμένων τέμνον πλόον εὐδιόωντες.
ὦκα δὲ Καλλιχόροιο παρὰ προχοὰς ποταμοῖο
ἤλυθον, ἔνθ᾽ ἐνέπουσι Διὸς Νυσήιον υἷα,
Ἰνδῶν ἡνίκα φῦλα λιπὼν κατενίσσετο Θήβας,
ὀργιάσαι, στῆσαί τε χοροὺς ἄντροιο πάροιθεν
ᾧ ἐν ἀμειδήτους ἁγίας ηὐλίζετο νύκτας·
ἐξ οὗ Καλλίχορον ποταμὸν περιναιετάοντες
ἠδὲ καὶ Αὔλιον ἄντρον ἐπωνυμίην καλέουσιν.
Ἔνθεν δὲ Σθενέλου τάφον ἔδρακον Ἀκτορίδαο,
ὅς ῥά τ᾽ Ἀμαζονίδων πολυθαρσέος ἐκ πολέμοιο
ἂψ ἀνιὼν _δὴ γὰρ συνανήλυθεν Ἡρακλῆ_ι
βλήμενος ἰῷ κεῖθεν, ἐπ᾽ ἀγχιάλου θάνεν ἀκτῆς.
οὐ μέν θην προτέρω ἔτ᾽ ἐμέτρεον· ἧκε γὰρ αὐτή
Φερσεφόνη ψυχὴν πολυδάκρυον Ἀκτορίδαο,
λισσομένην τυτθόν περ ὁμήθεας ἄνδρας ἰδέσθαι·
τύμβου δὲ στεφάνης ἐπιβὰς σκοπιάζετο νῆα,
τοῖος ἐὼν οἷος πόλεμόνδ᾽ ἴεν, ἀμφὶ δὲ καλή
τετράφαλος φοίνικι λόφῳ ἐπελάμπετο πήληξ.
καί ῥ᾽ ὁ μὲν αὖτις ἔδυ μέλανα ζόφον, οἱ δ᾽ ἐσιδόντες
θάμβησαν. τοὺς δ᾽ ὦρσε θεοπροπέων ἐπικέλσαι
Ἀμπυκίδης Μόψος λοιβῇσί τε μειλίξασθαι.
οἱ δ᾽ ἀνὰ μὲν κραιπνῶς λαῖφος σπάσαν, ἐκ δὲ βαλόντες
πείσματ᾽ ἐν αἰγιαλῷ, Σθενέλου τάφον ἀμφεπένοντο,
χύτλα τέ οἱ χεύαντο καὶ ἥγνισαν ἔντομα μήλων.
ἄνδιχα δ᾽ αὖ χύτλων Νηοσσόῳ Ἀπόλλωνι
βωμὸν δειμάμενοι μῆρ᾽ ἔφλεγον· ἂν δὲ καὶ Ὀρφεύς
θῆκε λύρην· ἐκ τοῦ δὲ Λύρη πέλει οὔνομα χώρῳ.
Αὐτίκα δ᾽ οἵγ᾽ ἀνέμοιο κατασπέρχοντος ἔβησαν
νῆ᾽ ἔπι, κὰδ δ᾽ ἄρα λαῖφος ἐρυσσάμενοι τανύοντο
ἐς πόδας ἀμφοτέρους. ἡ δ᾽ ἐς πέλαγος πεφόρητο
ἐντενές, ἠύτε τίς τε δι᾽ ἠέρος ὑψόθι κίρκος
ταρσὸν ἐφεὶς πνοιῇ φέρεται ταχύς, οὐδὲ τινάσσει
_ῥιπήν, εὐκήλοισιν ἐνευδιόων πτερύγεσσιν.
καὶ δὴ Παρθενίοιο ῥοὰς ἁλιμυρήεντος,
πρηυτάτου ποταμοῦ, παρεμέτρεον, ᾧ ἔνι κούρη
Λητωίς, ἄγρηθεν ὅτ᾽ οὐρανὸν εἰσαναβαίνῃ,
ὃν δέμας ἱμερτοῖσιν ἀναψύχει ὑδάτεσσιν.
νυκτὶ δ᾽ ἔπειτ᾽ ἄλληκτον ἐπιπροτέρωσε θέοντες
Σήσαμον αἰπεινούς τε παρεξενέοντ᾽ Ἐρυθίνους,
Κρωβίαλον Κρῶμνάν τε καὶ ὑλήεντα Κύτωρον.
ἔνθεν δ᾽ αὖτε Κάραμβιν ἅμ᾽ ἠελίοιο βολῇσιν
γνάμψαντες, παρὰ Πουλὺν ἔπειτ᾽ ἤλαυνον ἐρετμοῖς
Αἰγιαλὸν πρόπαν ἦμαρ ὁμῶς καὶ ἐπ᾽ ἤματι νύκτα.
Αὐτίκα δ᾽ Ἀσσυρίης ἐπέβαν χθονός, ἔνθα Σινώπην
θυγατέρ᾽ Ἀσωποῖο καθίσσατο καί οἱ ὄπασσε
παρθενίην Ζεὺς αὐτός, ὑποσχεσίῃσι δολωθείς.
δὴ γὰρ ὁ μὲν φιλότητος ἐέλδετο, νεῦσε δ᾽ ὅγ᾽ αὐτῇ
δωσέμεναι ὅ κεν ᾗσι μετὰ φρεσὶν ἰθύσειεν·
ἡ δέ ἑ παρθενίην ᾐτήσατο κερδοσύνῃσιν.
ὧς δὲ καὶ Ἀπόλλωνα παρήπαφεν, εὐνηθῆναι
ἱέμενον, ποταμόν τ᾽ ἐπὶ τοῖς Ἅλυν· οὐδὲ μὲν ἀνδρῶν
τήνγε τις ἱμερτῇσιν ἐν ἀγκοίνῃσι δάμασσεν.
ἔνθα δὲ Τρικκαίοιο ἀγαυοῦ Δηιμάχοιο
υἷες, Δηιλέων τε καὶ Αὐτόλυκος Φλογίος τε,
τημόσδ᾽, Ἡρακλῆος ἀποπλαγχθέντες, ἔναιον·
οἵ ῥα τόθ᾽, ὡς ἐνόησαν ἀριστήων στόλον ἀνδρῶν,
σφᾶς αὐτοὺς νημερτὲς ἐπέφραδον ἀντιάσαντες·
οὐδ᾽ ἔτι μιμνάζειν θέλον ἔμπεδον, ἀλλ᾽ ἐνὶ νηί,
ἀργέσταο παρᾶσσον ἐπιπνείοντος, ἔβησαν.
Τοῖσι δ᾽ ὁμοῦ μετέπειτα θοῇ πεφορημένοι αὔρῃ
λεῖπον Ἅλυν ποταμόν, λεῖπον δ᾽ ἀγχίρροον Ἶριν
ἠδὲ καὶ Ἀσσυρίης πρόχυσιν χθονός. ἤματι δ᾽ αὐτῷ
γνάμψαν Ἀμαζονίδων ἕκαθεν λιμενήοχον ἄκρην,
ἔνθα ποτὲ προμολοῦσαν Ἀρητιάδα Μελανίππην
ἥρως Ἡρακλέης ἐλοχήσατο, καί οἱ ἄποινα
Ἱππολύτη ζωστῆρα παναίολον ἐγγυάλιξεν
ἀμφὶ κασιγνήτης, ὁ δ᾽ ἀπήμονα πέμψεν ὀπίσσω·
τῆς οἵγ᾽ ἐν κόλπῳ προχοαῖς ἔπι Θερμώδοντος
κέλσαν, ἐπεὶ καὶ πόντος ὀρίνετο νισσομένοισιν.
τῷ δ᾽ οὔ τις ποταμῶν ἐναλίγκιος οὐδὲ ῥέεθρα
τόσσ᾽ ἐπὶ γαῖαν ἵησι παρὲξ ἕθεν ἄνδιχα βάλλων·
τετράδος εἰς ἑκατὸν δεύοιτό κεν, εἴ τις ἕκαστα
πεμπάζοι. μία δ᾽ οἴη ἐτήτυμος ἔπλετο πηγή·
ἡ μέν τ᾽ ἐξ ὀρέων κατανίσσεται ἤπειρόνδε
ὑψηλῶν, ἅ τέ φασιν Ἀμαζόνια κλείεσθαι,
ἔνθεν δ᾽ αἰπυτέρην ἐπικίδναται ἔνδοθι γαῖαν
ἀντικρύ· τῶ καί οἱ ἐπίστροφοί εἰσι κέλευθοι,
αἰεὶ δ᾽ ἄλλυδις ἄλλη, ὅπῃ κύρσειε μάλιστα
ἠπείρου χθαμαλῆς, εἱλίσσεται, ἡ μὲν ἄπωθεν,
ἡ δὲ πέλας· πολέες δὲ πόροι νώνυμνοι ἔασιν
ὅππῃ ὑπεξαφύονται, ὁ δ᾽ ἀμφαδὸν ἄμμιγα παύροις
Πόντον ἐς Ἄξεινον κυρτὴν ὑπ᾽ ἐρεύγεται ἄκρην.
καί νύ κε δηθύνοντες Ἀμαζονίδεσσιν ἔμειξαν
ὑσμίνην, καὶ δ᾽ οὔ κεν ἀναιμωτί γ᾽ ἐρίδηναν
_οὐ γὰρ Ἀμαζονίδες μάλ᾽ ἐπητέες οὐδὲ θέμιστας
τίουσαι πεδίον Δοιάντιον ἀμφενέμοντο,
ἀλλ᾽ ὕβρις στονόεσσα καὶ Ἄρεος ἔργα μεμήλει·
δὴ γὰρ καὶ γενεὴν ἔσαν Ἄρεος Ἁρμονίης τε
νύμφης, ἥ τ᾽ Ἄρηϊ φιλοπτολέμους τέκε κούρας,
ἄλσεος Ἀκμονίοιο κατὰ πτύχας εὐνηθεῖσ_α
εἰ μὴ ἄρ᾽ ἐκ Διόθεν πνοιαὶ πάλιν ἀργέσταο
ἤλυθον, οἱ δ᾽ ἀνέμῳ περιηγέα κάλλιπον ἄκρην,
ἔνθα Θεμισκύρειαι Ἀμαζόνες ὡπλίζοντο·
οὐ γὰρ ὁμηγερέες μίαν ἂμ πόλιν, ἀλλ᾽ ἀνὰ γαῖαν
κεκριμέναι κατὰ φῦλα διάτριχα ναιετάασκον·
νόσφι μὲν αἵδ᾽ αὐταί, τῇσιν τότε κοιρανέεσκεν
Ἱππολύτη, νόσφιν δὲ Λυκάστιαι ἀμφενέμοντο,
νόσφι δ᾽ ἀκοντοβόλοι Χαδήσιαι. ἤματι δ᾽ ἄλλῳ
νυκτί τ᾽ ἐπιπλομένῃ Χαλύβων παρὰ γαῖαν ἵκοντο.
τοῖσι μὲν οὔτε βοῶν ἄροτος μέλει οὔτε τις ἄλλη
φυταλιὴ καρποῖο μελίφρονος, οὐδὲ μὲν οἵγε
ποίμνας ἑρσήεντι νομῷ ἔνι ποιμαίνουσιν·
ἀλλὰ σιδηροφόρον στυφελὴν χθόνα γατομέοντες
ὦνον ἀμείβονται βιοτήσιον· οὐδέ ποτέ σφιν
ἠὼς ἀντέλλει καμάτων ἄτερ, ἀλλὰ κελαινῇ
λιγνύι καὶ καπνῷ _κάματον βαρὺν ὀτλεύουσιν.
Τοὺς δὲ μετ᾽ αὐτίκ᾽ ἔπειτα Γενηταίου Διὸς ἄκρην
γνάμψαντες σώοντο παρὲξ Τιβαρηνίδα γαῖαν·
ἔνθ᾽ ἐπεὶ ἄρ κε τέκωνται ὑπ᾽ ἀνδράσι τέκνα γυναῖκες,
αὐτοὶ μὲν στενάχουσιν ἐνὶ λεχέεσσι πεσόντες,
κράατα δησάμενοι· ταὶ δ᾽ εὖ κομέουσιν ἐδωδῇ
ἀνέρας ἠδὲ λοετρὰ λεχώια τοῖσι πένονται.
Ἱερὸν αὖτ᾽ ἐπὶ τοῖσιν ὄρος καὶ γαῖαν ἄμειβον
ᾗ ἔνι Μοσσύνοικοι ἀν᾽ οὔρεα ναιετάουσιν.
ἀλλοίη δὲ δίκη καὶ θέσμια τοῖσι τέτυκται·
ὅσσα μὲν ἀμφαδίῃ ῥέζειν θέμις ἢ ἐνὶ δήμῳ
ἢ ἀγορῇ, τάδε πάντα δόμοις ἔνι μηχανόωνται·
ὅσσα δ᾽ ἐνὶ μεγάροις πεπονήμεθα, κεῖνα θύραζε
ἀψεγέως μέσσῃσιν ἐνὶ ῥέζουσιν ἀγυιαῖς·
οὐδ᾽ εὐνῆς αἰδὼς ἐπιδήμιος, ἀλλὰ σύες ὥς
φορβάδες, οὐδ᾽ ἠβαιὸν ἀτυζόμενοι παρεόντας,
μίσγονται χαμάδις ξυνῇ φιλότητι γυναικῶν·
αὐτὰρ ἐν ὑψίστῳ βασιλεὺς μόσσυνι θαάσσων
ἰθείας πολέεσσι δίκας λαοῖσι δικάζει,
σχέτλιος· ἢν γάρ πού τι θεμιστεύων ἀλίτηται,
λιμῷ μιν κεῖν᾽ ἦμαρ ἐνικλείσαντες ἔχουσιν.
Τοὺς παρανισσόμενοι καὶ δὴ σχεδὸν ἀντιπέρηθεν
νήσου Ἀρητιάδος τέμνον πλόον εἰρεσίῃσιν
ἠμάτιοι, λιαρὴ γὰρ ὑπὸ κνέφας ἔλλιπεν αὔρη·
ἤδη καί τιν᾽ ὕπερθεν Ἀρήιον ἀίσσοντα
ἐνναέτην νήσοιο δι᾽ ἠέρος ὄρνιν ἴδοντο·
ὅς ῥα, τιναξάμενος πτέρυγας κατὰ νῆα θέουσαν,
ἧκ᾽ ἐπὶ οἷ πτερὸν ὀξύ. τὸ δ᾽ ἐν λαιῷ πέσεν ὤμῳ
δίου Ὀιλῆος, μεθέηκε δὲ χερσὶν ἐρετμόν
βλήμενος· οἱ δὲ τάφον πτερόεν βέλος εἰσορόωντες.
καὶ τὸ μὲν ἐξείρυσσε παρεδριόων Ἐριβώτης,
ἕλκος δὲ ξυνέδησεν, ἀπὸ σφετέρου κολεοῖο
λυσάμενος τελαμῶνα κατήορον. ἐκ δ᾽ ἐφαάνθη
ἄλλος ἐπὶ προτέρῳ πεποτημένος· ἀλλά μιν ἥρως
Εὐρυτίδης Κλυτίος _πρὸ γὰρ ἀγκύλα τείνατο τόξα
ἧκέ τ᾽ ἐπ᾽ οἰωνὸν ταχινὸν βέλο_ς αὐτὸς ὑποφθάς
πλῆξεν, δινηθεὶς δὲ θοῆς πέσεν ἀγχόθι νηός.
τοῖσιν δ᾽ Ἀμφιδάμας μυθήσατο παῖς Ἀλεοῖο·
Νῆσος μὲν πέλας ἧμιν Ἀρητιάς _ἴστε καὶ αὐτοί
τούσδ᾽ ὄρνιθας ἰδόντε_ς· ἐγὼ δ᾽ οὐκ ἔλπομαι ἰούς
τόσσον ἐπαρκέσσειν εἰς ἔκβασιν· ἀλλά τιν᾽ ἄλλην
μῆτιν πορσύνωμεν ἐπίρροθον, εἴ γ᾽ ἐπικέλσαι
μέλλετε, Φινῆος μεμνημένοι ὡς ἐπέτελλεν.
οὐδὲ γὰρ Ἡρακλέης, ὁπότ᾽ ἤλυθεν Ἀρκαδίηνδε,
πλωάδας ὄρνιθας Στυμφαλίδος ἔσθενε λίμνης
ὤσασθαι τόξοισι _τὸ μέν τ᾽ ἐγὼ αὐτὸς ὄπωπ_α·
ἀλλ᾽ ὅγε χαλκείην πλαταγὴν ἐνὶ χερσὶ τινάσσων
δούπει ἐπὶ σκοπιῆς περιμήκεος, αἱ δ᾽ ἐφέβοντο
τηλοῦ ἀτυζηλῷ ὑπὸ δείματι κεκληγυῖαι.
τῶ καὶ νῦν τοίην τιν᾽ ἐπιφραζώμεθα μῆτιν -
αὐτὸς δ᾽ ἄν, τὸ πάροιθεν ἐπιφρασθείς, ἐνέποιμι·
ἀνθέμενοι κεφαλῇσιν ἀερσιλόφους τρυφαλείας,
ἡμίσεες μὲν ἐρέσσετ᾽ ἀμοιβαδίς, ἡμίσεες δέ
δούρασί τε ξυστοῖσι καὶ ἀσπίσιν ἄρσετε νῆα,
αὐτὰρ πασσυδίῃ περιώσιον ὄρνυτ᾽ ἀυτήν
ἀθρόοι, ὄφρα κολῳὸν ἀηθείῃ φοβέωνται
νεύοντάς τε λόφους καὶ ἐπήορα δούραθ᾽ ὕπερθεν.
εἰ δέ κεν αὐτὴν νῆσον ἱκώμεθα, δὴ τότ᾽ ἔπειτα
σὺν κελάδῳ σακέεσσι πελώριον ὄρσετε δοῦπον.
Ὧς ἄρ᾽ ἔφη, πάντεσσι δ᾽ ἐπίρροθος ἥνδανε μῆτις.
ἀμφὶ δὲ χαλκείας κόρυθας κεφαλῇσιν ἔθεντο
δεινὸν λαμπομένας, ἐπὶ δὲ λόφοι ἐσσείοντο
φοινίκεοι· καὶ τοὶ μὲν ἀμοιβήδην ἐλάασκον,
τοὶ δ᾽ αὖτ᾽ ἐγχείῃσι καὶ ἀσπίσι νῆα κάλυψαν.
ὡς δ᾽ ὅτε τις κεράμῳ κατερέψεται ἑρκίον ἀνήρ,
δώματος ἀγλαΐην τε καὶ ὑετοῦ ἔμμεναι ἄλκαρ,
ἄλλῳ δ᾽ ἔμπεδον ἄλλος ὁμῶς ἐπαμοιβὸς ἄρηρεν -
ὧς οἵγ᾽ ἀσπίσι νῆα συναρτύναντες ἔρεψαν·
οἵη δὲ κλαγγὴ δῄου πέλει ἐξ ὁμάδοιο
ἀνδρῶν κινυμένων, ὁπότε ξυνίωσι φάλαγγες -
τοίη ἄρ᾽ ὑψόθι νηὸς ἐς ἠέρα κίδνατ᾽ ἀυτή·
οὐδέ τιν᾽ οἰωνῶν ἔτ᾽ ἐσέδρακον. ἀλλ᾽ ὅτε νήσῳ
χρίμψαντες σακέεσσιν ἐπέκτυπον, αὐτίκ᾽ ἄρ᾽ οἵγε
μυρίοι ἔνθα καὶ ἔνθα πεφυζότες ἠερέθοντο·
ὡς δ᾽ ὁπότε Κρονίδης πυκινὴν ἐφέηκε χάλαζαν
ἐκ νεφέων ἀνά τ᾽ ἄστυ καὶ οἰκία, τοὶ δ᾽ ὑπὸ τοῖσιν
ἐνναέται, κόναβον τεγέων ὕπερ εἰσαΐοντες,
ἧνται ἀκήν, ἐπεὶ οὔ σφε κατέλλαβε χείματος ὥρη
ἀπροφάτως, ἀλλὰ πρὶν ἐκαρτύναντο μέλαθρον -
ὧς πυκινὰ πτερὰ τοῖσιν ἐφίεσαν, ἀίσσοντες
ὕψι μάλ᾽ ἂμ πέλαγος περάτης εἰς οὔρεα γαίης.
Τίς γὰρ δὴ Φινῆος ἔην νόος, ἐνθάδε κέλσαι
ἀνδρῶν ἡρώων θεῖον στόλον, ἢ καὶ ἔπειτα
ποῖον ὄνειαρ ἔμελλεν ἐελδομένοισιν ἱκέσθαι;
Υἱῆες Φρίξοιο μετὰ πτόλιν Ὀρχομενοῖο
ἐξ Αἴης ἐνέοντο παρ᾽ Αἰήταο Κυταίου,
Κολχίδα νῆ᾽ ἐπιβάντες, ἵν᾽ ἄσπετον ὄλβον ἄρωνται
πατρός· ὁ γὰρ θνῄσκων ἐπετείλατο τήνδε κέλευθον.
καὶ δὴ ἔσαν νήσοιο μάλα σχεδὸν ἤματι κείνῳ,
Ζεὺς δ᾽ ἀνέμου βορέαο μένος κίνησεν ἀῆναι,
ὕδατι σημαίνων διερὴν ὁδὸν Ἀρκτούροιο.
αὐτὰρ ὅγ᾽ ἠμάτιος μὲν ἐν οὔρεσι φύλλ᾽ ἐτίνασσεν
τυτθὸν ἐπ᾽ ἀκροτάτοισιν ἀήσυρος ἀκρεμόνεσσιν·
νυκτὶ δ᾽ ἔβη πόντονδε πελώριος, ὦρσε δὲ κῦμα
κεκληγὼς πνοιῇσι· κελαινὴ δ᾽ οὐρανὸν ἀχλύς
ἄμπεχεν, οὐδέ πῃ ἄστρα διαυγέα φαίνετ᾽ ἰδέσθαι
ἐκ νεφέων, σκοτόεις δὲ περὶ ζόφος ἠρήρειστο.
οἱ δ᾽ ἄρα μυδαλέοι, στυγερὸν τρομέοντες ὄλεθρον,
υἱῆες Φρίξοιο φέρονθ᾽ ὑπὸ κύμασιν αὔτως·
ἱστία δ᾽ ἐξήρπαξ᾽ ἀνέμου μένος ἠδὲ καὶ αὐτήν
νῆα διάνδιχ᾽ ἔαξε, τινασσομένην ῥοθίοισιν.
ἔνθα δ᾽ ὑπ᾽ ἐννεσίῃσι θεῶν πίσυρές περ ἐόντες
δούρατος ὠρέξαντο πελωρίου, οἷά τε πολλά
ῥαισθείσης κεκέδαστο θόοις συναρηρότα γόμφοις.
καὶ τοὺς μὲν νῆσόνδε, παρὲξ ὀλίγον θανάτοιο,
κύματα καὶ ῥιπαὶ ἀνέμου φέρον ἀσχαλόωντας·
αὐτίκα δ᾽ ἐρράγη ὄμβρος ἀθέσφατος, ὗε δὲ πόντον
καὶ νῆσον καὶ πᾶσαν ὅσην κατεναντία νήσου
χώρην Μοσσύνοικοι ὑπέρβιοι ἀμφενέμοντο.
τοὺς δ᾽ ἄμυδις κρατερῷ σὺν δούρατι κύματος ὁρμή
υἱῆας Φρίξοιο μετ᾽ ἠιόνας βάλε νήσου
νύχθ᾽ ὕπο λυγαίην. τὸ δὲ μυρίον ἐκ Διὸς ὕδωρ
λῆξεν ἅμ᾽ ἠελίῳ· τάχα δ᾽ ἐγγύθεν ἀντεβόλησαν
ἀλλήλοις. Ἄργος δὲ παροίτατος ἔκφατο μῦθον·
Ἀντόμεθα πρὸς Ζηνὸς Ἐποψίου, οἵτινές ἐστε
ἀνδρῶν, εὐμενέειν τε καὶ ἀρκέσσαι χατέουσι.
πόντῳ γὰρ τρηχεῖαι ἐπιβρίσασαι ἄελλαι
νηὸς ἀεικελίης διὰ δούρατα πάντ᾽ ἐκέδασσαν,
ᾗ ἔνι πείρομεν οἶδμα κατὰ χρέος ἐμβεβαῶτες.
τούνεκα νῦν ὑμέας γουναζόμεθ᾽, αἴ κε πίθησθε,
δοῦναι ὅσον τ᾽ εἴλυμα περὶ χροὸς ἠδὲ κομίσσαι,
ἀνέρας οἰκτείραντας ὁμήλικας ἐν κακότητι.
ἀλλ᾽ ἱκέτας ξείνους Διὸς εἵνεκεν αἰδέσσασθε,
Ξεινίου Ἱκεσίου τε· Διὸς δ᾽ ἄμφω ἱκέται τε
καὶ ξεῖνοι, ὁ δέ που καὶ ἐπόψιος ἄμμι τέτυκται.
Τὸν δ᾽ αὖτ᾽ Αἴσονος υἱὸς ἐπιφραδέως ἐρέεινε,
μαντοσύνας Φινῆος ὀισσάμενος τελέεσθαι·
Ταῦτα μὲν αὐτίκα πάντα παρέξομεν εὐμενέοντες·
ἀλλ᾽ ἄγε μοι κατάλεξον ἐτήτυμον ὁππόθι γαίης
ναίετε, καὶ χρέος οἷον ὑπεὶρ ἅλα νεῖσθαι ἀνώγει,
αὐτῶν θ᾽ ὑμείων ὄνομα κλυτὸν ἠδὲ γενέθλην.
Τὸν δ᾽ Ἄργος προσέειπεν, ἀμηχανέων κακότητι·
Αἰολίδην Φρίξον τιν᾽ ἀφ᾽ Ἑλλάδος Αἶαν ἱκέσθαι
ἀτρεκέως δοκέω που ἀκούετε καὶ πάρος αὐτοί,
Φρίξον ὅτις πτολίεθρον ἀνήλυθεν Αἰήταο
κριοῦ ἐπαμβεβαώς, τόν ῥα χρύσειον ἔθηκεν
Ἑρμείας· κῶας δὲ καὶ εἰσέτι νῦν κεν ἴδοισθε
πεπτάμενον λασίοισιν ἐπὶ δρυὸς ἀκρεμόνεσσιν·
τὸν μὲν ἔπειτ᾽ ἔρρεξεν ἑῇς ὑποθημοσύνῃσιν
Φυξίῳ ἐκ πάντων Κρονίδῃ Διί· καί μιν ἔδεκτο
Αἰήτης μεγάρῳ, κούρην τέ οἱ ἐγγυάλιξεν
Χαλκιόπην ἀνάεδνον ἐυφροσύνῃσι νόοιο·
τῶν ἐξ ἀμφοτέρων εἰμὲν γένος, ἀλλ᾽ ὁ μὲν ἤδη
γηραιὸς θάνε Φρίξος ἐν Αἰήταο δόμοισιν·
ἡμεῖς δ᾽, αὐτίκα πατρὸς ἐφετμάων ἀλέγοντες,
νεύμεθ᾽ ἐς Ὀρχομενὸν κτεάνων Ἀθάμαντος ἕκητι.
εἰ δὲ καὶ οὔνομα δῆθεν ἐπιθύεις δεδαῆσθαι,
τῷδε Κυτίσσωρος πέλει οὔνομα, τῷδέ τε Φρόντις,
τῷ δὲ Μέλας, ἐμὲ δ᾽ αὐτὸν ἐπικλείοιτέ κεν Ἄργον.
Ὧς φάτ᾽· ἀριστῆες δὲ συνηβολίῃ κεχάροντο
καί σφεας ἀμφίεπον περιθαμβέες· αὐτὰρ Ἰήσων
ἐξαῦτις κατὰ μοῖραν ἀμείψατο τοῖσδ᾽ ἐπέεσσιν·
Ἦ ἄρα δὴ γνωτοὶ πατρώιοι ἄμμιν ἐόντες
λίσσεσθ᾽ εὐμενέοντας ἐπαρκέσσαι κακότητα.
Κρηθεὺς γάρ ῥ᾽ Ἀθάμας τε κασίγνητοι γεγάασιν,
Κρηθῆος δ᾽ υἱωνὸς ἐγὼ σὺν τοισίδ᾽ ἑταίροις
Ἑλλάδος ἒξ αὐτὴν νέομ᾽ ἐς πόλιν Αἰήταο.
ἀλλὰ τὰ μὲν καὶ ἐσαῦτις ἐνίψομεν ἀλλήλοισιν,
νῦν δ᾽ ἕσσασθε πάροιθεν· ὑπ᾽ ἐννεσίῃσι δ᾽ ὀίω
ἀθανάτων ἐς χεῖρας ἐμὰς χατέοντας ἱκέσθαι.
Ἦ ῥα, καὶ ἐκ νηὸς δῶκέ σφισιν εἵματα δῦναι.
πασσυδίῃ δἤπειτα κίον μετὰ νηὸν Ἄρηος,
μῆλ᾽ ἱερευσόμενοι, περὶ δ᾽ ἐσχάρῃ ἐστήσαντο
ἐσσυμένως, ἥ τ᾽ ἐκτὸς ἀνηρεφέος πέλε νηοῦ,
στιάων· εἴσω δὲ μέλας λίθος ἠρήρειστο
ἱερός, ᾧ _ποτε πᾶσα_ι Ἀμαζόνες εὐχετόωντο·
οὐδέ σφιν θέμις ἦεν, ὅτ᾽ ἀντιπέρηθεν ἵκοιντο,
μήλων τ᾽ ἠδὲ βοῶν τῇδ᾽ ἐσχάρῃ ἱερὰ καίειν,
ἀλλ᾽ ἵππους δαίτρευον, ἐπηετανὸν κομέουσαι.
αὐτὰρ ἐπεὶ ῥέξαντες ἐπαρτέα δαῖτα πάσαντο,
δὴ τότ᾽ ἄρ᾽ Αἰσονίδης μετεφώνεεν, ἦρχέ τε μύθων·
Ζεὺς ἐτεὸν τὰ ἕκαστ᾽ ἐπιδέρκεται, οὐδέ μιν ἄνδρες
λήθομεν ἔμπεδον οἵ τε θεουδέες _οὐδὲ δίκαιοι._
ὡς μὲν γὰρ πατέρ᾽ ὑμὸν ὑπεξείρυτο φόνοιο
μητρυιῆς καὶ νόσφιν ἀπειρέσιον πόρεν ὄλβον,
ὧς δὲ καὶ ὑμέας αὖτις ἀπήμονας ἐξεσάωσεν
χείματος οὐλομένοιο. πάρεστι δὲ τῆσδ᾽ ἐπὶ νηός
ἔνθα καὶ ἔνθα νέεσθαι ὅπῃ φίλον, εἴτε μετ᾽ Αἶαν
εἴτε μετ᾽ ἀφνειὴν θείου πόλιν Ὀρχομενοῖο.
τὴν γὰρ Ἀθηναίη τεχνήσατο καὶ τάμε χαλκῷ
δούρατα Πηλιάδος κορυφῆς πάρα, σὺν δέ οἱ Ἄργος
τεῦξεν· ἀτὰρ κείνην γε κακὸν διὰ κῦμ᾽ ἐκέδασσεν,
πρὶν καὶ πετράων σχεδὸν ἐλθέμεν αἵ τ᾽ ἐνὶ Πόντου
στεινωπῷ συνίασι πανήμεροι ἀλλήλῃσιν.
ἀλλ᾽ ἄγεθ᾽ ὧδε καὶ αὐτοὶ ἐς Ἑλλάδα μαιομένοισιν
κῶας ἄγειν χρύσειον ἐπίρροθοι ἄμμι πέλεσθε
καὶ πλόου ἡγεμονῆες, ἐπεὶ Φρίξοιο θυηλάς
στέλλομαι ἀμπλήσων, Ζηνὸς χόλον Αἰολίδῃσιν.
Ἴσκε παρηγορέων· οἱ δ᾽ ἔστυγον εἰσαΐοντες,
οὐ γὰρ ἔφαν τεύξεσθαι ἐνηέος Αἰήταο
κῶας ἄγειν κριοῖο μεμαότες· ὧδε δ᾽ ἔειπεν
Ἄργος, ἀτεμβόμενος τοῖον στόλον ἀμφιπένεσθαι·
Ὦ φίλοι, ἡμέτερον μὲν ὅσον σθένος οὔποτ᾽ ἀρωγῆς
σχήσεται οὐδ᾽ ἠβαιόν, ὅτε χρειώ τις ἵκηται·
ἀλλ᾽ αἰνῶς ὀλοῇσιν ἀπηνείῃσιν ἄρηρεν
Αἰήτης· τῶ καὶ περιδείδια ναυτίλλεσθαι.
στεῦται δ᾽ Ἠελίου γόνος ἔμμεναι, ἀμφὶ δὲ Κόλχων
ἔθνεα ναιετάουσιν ἀπείρονα, καὶ δέ κεν Ἄρει
σμερδαλέην ἐνοπὴν μέγα τε σθένος ἰσοφαρίζοι.
οὐ μὰν οὐδ᾽ ἀπάνευθεν ἑλεῖν δέρος Αἰήταο
ῥηίδιον· τοῖός μιν ὄφις περί τ᾽ ἀμφί τ᾽ ἔρυται
ἀθάνατος καὶ ἄυπνος, ὃν αὐτὴ Γαῖ᾽ ἀνέφυσεν
Καυκάσου ἐν κνημοῖσι, Τυφαονίη ὅθι πέτρη,
ἔνθα Τυφάονά φασι, Διὸς Κρονίδαο κεραυνῷ
βλήμενον ὁππότε οἱ στιβαρὰς ἐπορέξατο χεῖρας,
θερμὸν ἀπὸ κρατὸς στάξαι φόνον· ἵκετο δ᾽ _αὔτως
οὔρεα καὶ πεδίον Νυσήιον, ἔνθ᾽ ἔτι νῦν περ
κεῖται, ὑποβρύχιος Σερβωνίδος ὕδασι λίμνης.
Ὧς ἄρ᾽ ἔφη· πολέεσσι δ᾽ ἐπὶ χλόος εἷλε παρειάς
αὐτίκα, τοῖον ἄεθλον ὅτ᾽ ἔκλυον· αἶψα δὲ Πηλεύς
θαρσαλέοις ἐπέεσσιν ἀμείψατο, φώνησέν τε·
Μὴ δ᾽ οὕτως, ἠθεῖε, λίην δειδίσσεο μύθῳ·
οὔ τι γὰρ ὧδ᾽ ἀλκῆς ἐπιδευόμεθ᾽ ὥστε χερείους
ἔμμεναι Αἰήταο σὺν ἔντεσι πειρηθῆναι,
ἀλλὰ καὶ ἡμέας οἴω ἐπισταμένους πολέμοιο
κεῖσε μολεῖν μακάρων σχεδὸν αἵματος ἐκγεγαῶτας·
τῶ εἰ μὴ φιλότητι δέρος χρύσειον ὀπάσσει,
οὔ οἱ χραισμήσειν ἐπιέλπομαι ἔθνεα Κόλχων.
Ὧς οἵγ᾽ ἀλλήλοισιν ἀμοιβαδὸν ἠγορόωντο,
μέσφ᾽ αὖτις δόρποιο κορεσσάμενοι κατέδαρθον.
ἦρι δ᾽ ἀνεγρομένοισιν ἐυκραὴς ἄεν οὖρος,
ἱστία δ᾽ ἤειραν· τὰ δ᾽ ὑπαὶ ῥιπῆς ἀνέμοιο
τείνετο, ῥίμφα δὲ νῆσον ἀποπροέλειπον Ἄρηος.
Νυκτὶ δ᾽ ἐπιπλομένῃ Φιλυρηίδα νῆσον ἄμειβον·
ἔνθα μὲν Οὐρανίδης Φιλύρῃ Κρόνος, εὖτ᾽ ἐν Ὀλύμπῳ
Τιτήνων ἤνασσεν, ὁ δὲ Κρηταῖον ὑπ᾽ ἄντρον
Ζεὺς ἔτι Κουρήτεσσι μετετρέφετ᾽ Ἰδαίοισιν,
Ῥείην ἐξαπαφὼν παρελέξατο· τοὺς δ᾽ ἐνὶ λέκτροις
τέτμε θεὰ μεσσηγύς, ὁ δ᾽ ἐξ εὐνῆς ἀνορούσας
ἔσσυτο χαιτήεντι φυὴν ἐναλίγκιος ἵππῳ·
ἡ δ᾽ αἰδοῖ χῶρόν τε καὶ ἤθεα κεῖνα λιποῦσα
Ὠκεανὶς Φιλύρη εἰς οὔρεα μακρὰ Πελασγῶν
ἦλθ᾽, ἵνα δὴ Χείρωνα πελώριον ἄλλα μὲν ἵππῳ
ἄλλα θεῷ ἀτάλαντον ἀμοιβαίῃ τέκεν εὐνῇ.
Κεῖθεν δ᾽ αὖ Μάκρωνας ἀπειρεσίην τε Βεχείρων
γαῖαν ὑπερφιάλους τε παρεξενέοντο Σάπειρας,
Βύζηράς τ᾽ ἐπὶ τοῖσιν· ἐπιπρὸ γὰρ αἰὲν ἔτεμνον
ἐσσυμένως, λιαροῖο φορεύμενοι ἐξ ἀνέμοιο.
καὶ δὴ νισσομένοισι μυχὸς διεφαίνετο Πόντου,
καὶ δὴ Καυκασίων ὀρέων ἀνέτελλον ἐρίπναι
ἠλίβατοι, τόθι γυῖα περὶ στυφελοῖσι πάγοισιν
ἰλλόμενος χαλκέῃσιν ἀλυκτοπέδῃσι Προμηθεύς
αἰετὸν ἥπατι φέρβε παλιμπετὲς _ἀίσσοντα·
τὸν μὲν ἐπ᾽ ἀκροτάτης ἴδον ἑσπέρου ὀξέι ῥοίζῳ
νηὸς ὑπερπτάμενον νεφέων σχεδόν, ἀλλὰ καὶ ἔμπης
λαίφεα πάντ᾽ ἐτίναξε παραιθύξας πτερύγεσσιν·
οὐ γὰρ ὅγ᾽ αἰθερίοιο φυὴν ἔχεν οἰωνοῖο,
ἶσα δ᾽ ἐυξέστοις ὠκύπτερα πάλλεν ἐρετμοῖς.
δηρὸν δ᾽ οὐ μετέπειτα πολύστονον ἄιον αὐδήν
ἧπαρ ἀνελκομένοιο Προμηθέος, ἔκτυπε δ᾽ αἰθήρ
οἰμωγῇ, μέσφ᾽ αὖτις ἀπ᾽ οὔρεος ἀίσσοντα
αἰετὸν ὠμηστὴν αὐτὴν ὁδὸν εἰσενόησαν.
Ἐννύχιοι δ᾽ Ἄργοιο δαημοσύνῃσιν ἵκοντο
Φᾶσίν τ᾽ εὐρὺ ῥέοντα καὶ ἔσχατα πείρατα Πόντου.
αὐτίκα δ᾽ ἱστία μὲν καὶ ἐπίκριον ἔνδοθι κοίλης
ἱστοδόκης στείλαντες ἐκόσμεον, ἐν δὲ καὶ αὐτόν
ἱστὸν ἄφαρ χαλάσαντο παρακλιδόν· ὦκα δ᾽ ἐρετμοῖς
εἰσέλασαν ποταμοῖο μέγαν ῥόον, αὐτὰρ ὅγ᾽ ἄντην
καχλάζων ὑπόεικεν. ἔχον δ᾽ ἐπ᾽ ἀριστερὰ χειρῶν
Καύκασον αἰπήεντα Κυταιίδα τε πτόλιν Αἴης,
ἔνθεν δ᾽ αὖ πεδίον τὸ Ἀρήιον ἱερά τ᾽ ἄλση
τοῖο θεοῦ, τόθι κῶας ὄφις εἴρυτο δοκεύων·
αὐτὸς δ᾽ Αἰσονίδης χρυσέῳ ποταμόνδε κυπέλλῳ
οἴνου ἀκηρασίοιο μελισταγέας χέε λοιβάς
Γαίῃ τ᾽ ἐνναέταις τε θεοῖς ψυχαῖς τε καμόντων
ἡρώων, γουνοῦτο δ᾽ ἀπήμονας εἶναι ἀρωγούς
εὐμενέως καὶ νηὸς ἐναίσιμα πείσματα δέχθαι.
αὐτίκα δ᾽ Ἀγκαῖος τοῖον μετὰ μῦθον ἔειπεν·
Κολχίδα μὲν δὴ γαῖαν ἱκάνομεν ἠδὲ ῥέεθρα
Φάσιδος· ὥρη δ᾽ ἧμιν ἐνὶ σφίσι μητιάασθαι
εἴτ᾽ οὖν μειλιχίῃ πειρησόμεθ᾽ Αἰήταο,
εἴτε καὶ ἀλλοίη τις ἐπήβολος ἔσσεται ὁρμή.
Ὧς ἔφατ᾽· Ἄργου δ᾽ αὖτε παρηγορίῃσιν Ἰήσων
ὑψόθι νῆ᾽ ἐκέλευσεν ἐπ᾽ εὐναίῃσιν ἔρυσθαι,
δάσκιον εἰσελάσαντας ἕλος· τὸ δ᾽ ἐπισχεδὸν ἦεν
νισσομένων. ἔνθ᾽ οἵγε διὰ κνέφας ηὐλίζοντο·
ἠὼς δ᾽ οὐ μετὰ δηρὸν ἐελδομένοισι φαάνθη.
Εἰ δ᾽ ἄγε νῦν Ἐρατώ, παρ᾽ ἔμ᾽ ἵστασο καί μοι ἔνισπε
ἔνθεν ὅπως ἐς Ἰωλκὸν ἀνήγαγε κῶας Ἰήσων
Μηδείης ὑπ᾽ ἔρωτι· σὺ γὰρ καὶ Κύπριδος αἶσαν
ἔμμορες, ἀδμῆτας δὲ τεοῖς μελεδήμασι θέλγεις
παρθενικάς· τῶ καί τοι ἐπήρατον οὔνομ᾽ ἀνῆπται.
Ὧς οἱ μὲν πυκινοῖσιν ἀνωίστως δονάκεσσιν
μίμνον ἀριστῆες λελοχημένοι, αἱ δ᾽ ἐνόησαν
Ἥρη Ἀθηναίη τε· Διὸς δ᾽ αὐτοῖο καὶ ἄλλων
ἀθανάτων ἀπονόσφι θεῶν θάλαμόνδε κιοῦσαι
βούλευον. πείραζε δ᾽ Ἀθηναίην πάρος Ἥρη·
Αὐτὴ νῦν προτέρη, θύγατερ Διός, ἄρχεο βουλῆς.
τί χρέος; ἠὲ δόλον τινὰ μήσεαι ᾧ κεν ἑλόντες
χρύσεον Αἰήταο μεθ᾽ Ἑλλάδα κῶας ἄγοιντο,
ἦ καὶ τόνγ᾽ ἐπέεσσι παραιφάμενοι πεπίθοιεν
μειλιχίοις; ἦ μὲν γὰρ ὑπερφίαλος πέλει αἰνῶς,
ἔμπης δ᾽ οὔ τινα πεῖραν ἀποτρωπᾶσθαι ἔοικεν.
Ὧς φάτο· τὴν δὲ παρᾶσσον Ἀθηναίη προσέειπεν·
Καὶ δ᾽ αὐτὴν ἐμὲ τοῖα μετὰ φρεσὶν ὁρμαίνουσαν,
Ἥρη, ἀπηλεγέως ἐξείρεαι· ἀλλά τοι οὔπω
φράσσασθαι νοέω τοῦτον δόλον ὅστις ὀνήσει
θυμὸν ἀριστήων, πολέας δ᾽ ἐπεδοίασα βουλάς.
Ἦ· καὶ ἐπ᾽ οὔδεος αἵγε ποδῶν πάρος ὄμματ᾽ ἔπηξαν,
ἄνδιχα πορφύρουσαι ἐνὶ σφίσιν· αὐτίκα δ᾽ Ἥρη
τοῖον μητιόωσα παροιτέρη ἔκφατο μῦθον·
Δεῦρ᾽ ἴομεν μετὰ Κύπριν, ἐπιπλόμεναι δέ μιν ἄμφω
παιδὶ ἑῷ εἰπεῖν ὀτρύνομεν, αἴ κε πίθηται,
κούρην Αἰήτεω πολυφάρμακον οἷσι βέλεσσι
θέλξαι _ὀιστεύσας ἐπ᾽ Ἰήσονι· τὸν δ᾽ ἂν ὀίω
κείνης ἐννεσίῃσιν ἐς Ἑλλάδα κῶας ἀνάξειν.
Ὧς ἄρ᾽ ἔφη· πυκινὴ δὲ συνεύαδε μῆτις Ἀθήνῃ,
καί μιν ἔπειτ᾽ ἐξαῦτις ἀμείβετο μειλιχίοισιν·
Ἥρη, νήιδα μέν με πατὴρ τέκε τοῖο βολάων,
οὐδέ τινα χρειὼ θελκτήριον οἶδα πόθοιο·
εἰ δέ σοι αὐτῇ μῦθος ἐφανδάνει, ἦ τ᾽ ἂν ἔγωγε
ἑσποίμην, σὺ δέ κεν φαίης ἔπος ἀντιόωσα.
Ἦ, καὶ ἀναΐξασαι ἐπὶ μέγα δῶμα νέοντο
Κύπριδος, ὅρρά τέ οἱ δεῖμεν πόσις ἀμφιγυήεις,
ὁππότε μιν τὰ πρῶτα παραὶ Διὸς ἦγεν ἄκοιτιν.
ἕρκεα δ᾽ εἰσελθοῦσαι, ὑπ᾽ αἰθούσῃ θαλάμοιο
ἔσταν, ἵν᾽ ἐντύνεσκε θεὰ λέχος Ἡφαίστοιο.
ἀλλ᾽ ὁ μὲν ἐς χαλκεῶνα καὶ ἄκμονας ἦρι βεβήκει,
νήσοιο Πλαγκτῆς εὐρὺν μυχόν, ᾧ ἔνι πάντα
δαίδαλα χάλκευεν ῥιπῇ πυρός· ἡ δ᾽ ἄρα μούνη
ἧστο δόμῳ δινωτὸν _ἀνὰ θρόνον ἄντα θυράων,
λευκοῖσιν δ᾽ ἑκάτερθε κόμας ἐπιειμένη ὤμοις
κόσμει χρυσείῃ διὰ κερκίδι, μέλλε δὲ μακρούς
πλέξασθαι πλοκάμους· τὰς δὲ προπάροιθεν ἰδοῦσα
ἔσχεθεν εἴσω τέ σφε κάλει, καὶ ἀπὸ θρόνου ὦρτο
εἷσέ τ᾽ ἐνὶ κλισμοῖσιν· ἀτὰρ μετέπειτα καὶ αὐτή
ἵζανεν, ἀψήκτους δὲ χεροῖν ἀνεδήσατο χαίτας.
τοῖα δὲ μειδιόωσα προσέννεπεν αἱμυλίοισιν·
Ἠθεῖαι, τίς δεῦρο νόος χρειώ τε κομίζει
δηναιὰς αὔτως; τί δ᾽ ἱκάνετον, οὔτι πάρος γε
λίην φοιτίζουσαι, ἐπεὶ περίεστε θεάων;
Τὴν δ᾽ Ἥρη τοίοισιν ἀμειβομένη προσέειπεν·
Κερτομέεις, νῶιν δὲ κέαρ συνορίνεται ἄτῃ.
ἤδη γὰρ ποταμῷ ἐνὶ Φάσιδι νῆα κατίσχει
Αἰσονίδης ἠδ᾽ ἄλλοι ὅσοι μετὰ κῶας ἕπονται·
τῶν ἤτοι πάντων μέν, ἐπεὶ πέλας ἔργον ὄρωρεν,
δείδιμεν ἐκπάγλως, περὶ δ᾽ Αἰσονίδαο μάλιστα.
τὸν μὲν ἐγών, εἰ καί περ ἐς Ἄιδα ναυτίλληται
λυσόμενος χαλκέων Ἰξίονα νειόθι δεσμῶν,
ῥύσομαι ὅσσον ἐμοῖσιν ἐνὶ σθένος ἔπλετο γυίοις,
ὄφρα μὴ ἐγγελάσῃ Πελίης κακὸν οἶτον ἀλύξας,
ὅς μ᾽ ὑπερηνορέῃ θυέων ἀγέραστον ἔθηκεν.
καὶ δ᾽ ἄλλως ἔτι καὶ πρὶν ἐμοὶ μέγα φίλατ᾽ Ἰήσων,
ἐξότ᾽ ἐπὶ προχοῇσιν ἅλις πλήθοντος Ἀναύρου
ἀνδρῶν εὐνομίης πειρωμένῃ ἀντεβόλησεν,
θήρης ἒξ ἀνιών· νιφετῷ δ᾽ ἐπαλύνετο πάντα
οὔρεα καὶ σκοπιαὶ περιμήκεες, οἱ δὲ κατ᾽ αὐτῶν
χείμαρροι καναχηδὰ κυλινδόμενοι φορέοντο·
γρηὶ δέ μ᾽ εἰσαμένην ὀλοφύρατο, καί μ᾽ ἀναείρας
αὐτὸς ἑοῖς ὤμοισι διὲκ προαλὲς φέρεν ὕδωρ.
τῶ νύ μοι ἄλληκτον περιτίεται, οὐδέ κε λώβην
τείσειεν Πελίης, εἰ μὴ σύ γε νόστον ὀπάσσῃς.
Ὧς ηὔδα, Κύπριν δ᾽ ἐνεοστασίη λάβε μύθων·
ἅζετο δ᾽ ἀντομένην Ἥρην ἕθεν εἰσορόωσα,
καί μιν ἔπειτ᾽ ἀγανοῖσι προσέννεπεν ἥγ᾽ ἐπέεσσιν·
Πότνα θεά, οὔ τοί τι κακώτερον ἄλλο πέλοιτο
Κύπριδος, εἰ δὴ σεῖο λιλαιομένης ἀθερίζω
ἢ ἔπος ἠέ τι ἔργον ὅ κεν χέρες αἵδε κάμοιεν
ἠπεδαναί· καὶ μή τις ἀμοιβαίη χάρις ἔστω.
Ὧς ἔφαθ᾽· Ἥρη δ᾽ αὖτις ἐπιφραδέως ἀγόρευσεν·
Οὔτι βίης χατέουσαι ἱκάνομεν οὐδέ τι χειρῶν,
ἀλλ᾽ αὔτως ἀκέουσα τεῷ ἐπικέκλεο παιδί
παρθένον Αἰήτεω θέλξαι πόθῳ Αἰσονίδαο.
εἰ γάρ οἱ κείνη συμφράσσεται εὐμενέουσα,
ῥηιδίως μιν ἑλόντα δέρος χρύσειον ὀίω
νοστήσειν ἐς Ἰωλκόν, ἐπεὶ δολόεσσα τέτυκται.
Ὧς ἄρ᾽ ἔφη· Κύπρις δὲ μετ᾽ ἀμφοτέρῃσιν ἔειπεν·
Ἥρη Ἀθηναίη τε, πίθοιτό κεν ὔμμι μάλιστα
ἢ ἐμοί. ὑμείων γὰρ ἀναιδήτῳ περ ἐόντι
τυτθή γ᾽ αἰδὼς ἔσσετ᾽ ἐν ὄμμασιν· αὐτὰρ ἐμεῖο
οὐκ ὄθεται, μάλα δ᾽ αἰὲν ἐριδμαίνων ἀθερίζει.
καὶ δή οἱ μενέηνα, περισχομένη κακότητι,
αὐτοῖσιν τόξοισι δυσηχέας ἆξαι ὀιστούς
ἀμφαδίην· τοῖον δ᾽ ἄρ᾽ ἐπηπείλησε χαλεφθείς·
εἰ μὴ τηλόθι χεῖρας, ἕως ἔτι θυμὸν ἐρύκει,
ἕξω ἐμάς, μετέπειτά γ᾽ ἀτεμβοίμην ἑοῖ αὐτῇ.
Ὧς φάτο, μείδησαν δὲ θεαὶ καὶ ἐσέδρακον ἄντην
ἀλλήλας· ἡ δ᾽ αὖτις ἀκηχεμένη προσέειπεν·
Ἄλλοις ἄλγεα τἀμὰ γέλως πέλει, οὐδέ τί με χρή
μυθεῖσθαι πάντεσσιν· ἅλις εἰδυῖα καὶ αὐτή.
νῦν δ᾽ ἐπεὶ ὔμμι φίλον τόδε δὴ πέλει ἀμφοτέρῃσιν,
πειρήσω καί μιν μειλίξομαι, οὐδ᾽ ἀπιθήσει.
Ὧς φάτο· τὴν δ᾽ Ἥρη ῥαδινῆς ἐπεμάσσατο χειρός,
ἦκα δὲ μειδιόωσα παραβλήδην προσέειπεν·
Οὕτω νῦν Κυθέρεια τόδε χρέος ὡς ἀγορεύεις
ἔρξον ἄφαρ· καὶ μή τι χαλέπτεο μηδ᾽ ἐρίδαινε
χωομένη σῷ παιδί, μεταλλήξει γὰρ ὀπίσσω.
Ἦ ῥα καὶ ἔλλιπε θῶκον, ἐφωμάρτησε δ᾽ Ἀθήνη,
ἐκ δ᾽ ἴσαν ἄμφω ταίγε παλίσσυτοι· ἡ δὲ καὶ αὐτή
βῆ ῥ᾽ ἴμεν Οὐλύμποιο κατὰ πτύχας, εἴ μιν ἐφεύροι.
εὗρε δὲ τόνγ᾽ ἀπάνευθε, Διὸς θαλερῇ ἐν ἀλωῇ,
οὐκ οἶον, μετὰ καὶ Γανυμήδεα, τόν ῥά ποτε Ζεύς
οὐρανῷ ἐγκατένασσεν ἐφέστιον ἀθανάτοισιν,
κάλλεος ἱμερθείς. ἀμφ᾽ ἀστραγάλοισι δὲ τώγε
χρυσείοις, ἅ τε κοῦροι ὁμήθεες, ἑψιόωντο.
καί ῥ᾽ ὁ μὲν ἤδη πάμπαν ἐνίπλεον ᾧ ὑπὸ μαζῷ
μάργος Ἔρως λαιῆς ὑποΐσχανε χειρὸς ἀγοστόν,
ὀρθὸς ἐφεστηώς, γλυκερὸν δέ οἱ ἀμφὶ παρειάς
χροιῆς θάλλεν ἔρευθος· ὁ δ᾽ ἐγγύθεν ὀκλαδὸν ἧστο
σῖγα κατηφιόων, δοιὼ δ᾽ ἔχεν, ἄλλον ἔτ᾽ αὔτως
ἄλλῳ ἐπιπροϊείς, κεχόλωτο δὲ καγχαλόωντι,
καὶ μὴν τούσγε παρᾶσσον ἐπὶ προτέροισιν ὀλέσσας,
βῆ κενεαῖς σὺν χερσὶν ἀμήχανος, οὐδ᾽ ἐνόησεν
Κύπριν ἐπιπλομένην· ἡ δ᾽ ἀντίη ἵστατο παιδός
καί μιν ἄφαρ γναθμοῖο κατασχομένη προσέειπεν·
Τίπτ᾽ ἐπιμειδιάᾳς, ἄφατον κακόν; ἦέ μιν αὔτως
ἤπαφες οὐδὲ δίκῃ περιέπλεο, νῆιν ἐόντα;
εἰ δ᾽ ἄγε μοι πρόφρων τέλεσον χρέος ὅττι κεν εἴπω,
καί κέν τοι ὀπάσαιμι Διὸς περικαλλὲς ἄθυρμα
κεῖνο τό οἱ ποίησε φίλη τροφὸς Ἀδρήστεια
ἄντρῳ ἐν Ἰδαίῳ ἔτι νήπια κουρίζοντι,
σφαῖραν ἐυτρόχαλον, τῆς οὐ σύγε μείλιον ἄλλο
χειρῶν Ἡφαίστοιο κατακτεατίσσῃ ἄρειον.
χρύσεα μέν οἱ κύκλα τετεύχαται, ἀμφὶ δ᾽ ἑκάστῳ
διπλόαι ἁψῖδες περιηγέες εἱλίσσονται·
κρυπταὶ δὲ ῥαφαί εἰσιν, ἕλιξ δ᾽ ἐπιδέδρομε πάσαις
κυανέη· ἀτὰρ εἴ μιν ἑαῖς ἐνὶ χερσὶ βάλοιο,
ἀστὴρ ὣς φλεγέθοντα δι᾽ ἠέρος ὁλκὸν ἵησιν.
τήν τοι ἐγὼν ὀπάσω, σὺ δὲ παρθένον Αἰήταο
θέλξον ὀιστεύσας ἐπ᾽ Ἰήσονι· μηδέ τις ἔστω
ἀμβολίη, δὴ γάρ κεν ἀφαυροτέρη χάρις εἴη.
Ὧς φάτο, τῷ δ᾽ ἀσπαστὸν ἔπος γένετ᾽ εἰσαΐοντι·
μείλια δ᾽ ἔκβαλε πάντα καὶ ἀμφοτέρῃσι χιτῶνος
νωλεμὲς ἔνθα καὶ ἔνθα θεὰν ἔχεν ἀμφιμεμαρπώς,
λίσσετο δ᾽ αἶψα πορεῖν, αὐτοσχεδόν. ἡ δ᾽ ἀγανοῖσιν
ἀντομένη μύθοισιν ἐπειρύσσασα παρειάς
κύσσε ποτισχομένη, καὶ ἀμείβετο μειδιόωσα·
Ἴστω νῦν τόδε σεῖο φίλον κάρη ἠδ᾽ ἐμὸν αὐτῆς·
ἦ μέν τοι δῶρόν γε παρέξομαι οὐδ᾽ ἀπατήσω,
εἴ κεν ἐνισκίμψῃς κούρῃ βέλος Αἰήταο.
Φῆ· ὁ δ᾽ ἄρ᾽ ἀστραγάλους συναμήσατο, κὰδ δὲ φαεινῷ
μητρὸς ἑῆς, εὖ πάντας ἀριθμήσας, βάλε κόλπῳ.
αὐτίκα δ᾽ ἰοδόκην χρυσέῃ περικάτθετο μίτρῃ,
πρέμνῳ κεκλιμένην, ἀνὰ δ᾽ ἀγκύλον εἵλετο τόξον·
βῆ δὲ διὲκ μεγάλοιο Διὸς πάγκαρπον ἀλωήν,
αὐτὰρ ἔπειτα πύλας ἐξήλυθεν Οὐλύμποιο
αἰθερίας. ἔνθεν δὲ καταιβάτις ἐστὶ κέλευθος
οὐρανίη· δοιὼ δὲ πόλοι ἀνέχουσι κάρηνα
οὐρέων ἠλιβάτων, κορυφαὶ χθονός, ἧχί τ᾽ ἀερθείς
ἠέλιος πρώτῃσιν ἐρεύθεται ἀκτίνεσσιν.
νειόθι δ᾽ ἄλλοτε γαῖα φερέσβιος ἄστεά τ᾽ ἀνδρῶν
φαίνετο καὶ ποταμῶν ἱεροὶ ῥόοι, ἄλλοτε δ᾽ αὖτε
ἄκριες, ἀμφὶ δὲ πόντος, ἀν᾽ αἰθέρα πολλὸν ἰόντι.
Ἥρωες δ᾽ ἀπάνευθεν ἑῆς ἐπὶ σέλμασι νηός,
ἐν ποταμῷ καθ᾽ ἕλος λελοχημένοι, ἠγορόωντο·
αὐτὸς δ᾽ Αἰσονίδης μετεφώνεεν, οἱ δ᾽ ὑπάκουον
ἠρέμα ᾗ ἐνὶ χώρῃ ἐπισχερὼ ἑδριόωντες·
Ὦ φίλοι, ἤτοι ἐγὼ μὲν ὅ μοι ἐπιανδάνει αὐτῷ
ἐξερέω, τοῦ δ᾽ ὔμμι τέλος κρηῆναι ἔοικεν.
ξυνὴ γὰρ χρειώ, ξυνοὶ δέ τε μῦθοι ἔασιν
πᾶσιν ὁμῶς· ὁ δὲ σῖγα νόον βουλήν τ᾽ ἀπερύκων
ἴστω καὶ νόστου τόνδε στόλον οἶος ἀπούρας.
ὧλλοι μὲν κατὰ νῆα σὺν ἔντεσι μίμνεθ᾽ ἕκηλοι·
αὐτὰρ ἐγὼν ἐς δώματ᾽ ἐλεύσομαι Αἰήταο,
υἷας ἑλὼν Φρίξοιο δύω τ᾽ ἐπὶ τοῖσιν ἑταίρους,
πειρήσω δ᾽ ἐπέεσσι παροίτερον ἀντιβολήσας
εἴ κ᾽ ἐθέλοι φιλότητι δέρος χρύσειον ὀπάσσαι,
ἦε καὶ οὔ, πίσυνος δὲ βίῃ μετιόντας ἀτίσσει.
ὧδε γὰρ ἐξ αὐτοῖο πάρος κακότητα δαέντες,
φρασσόμεθ᾽ εἴτ᾽ ἄρηι συνοισόμεθ᾽ εἴτε τις ἄλλη
μῆτις ἐπίρροθος ἔσται ἐεργομένοισιν ἀυτῆς·
μηδ᾽ αὔτως ἀλκῇ, πρὶν ἔπεσσί γε πειρηθῆναι,
τόνδ᾽ ἀπαμείρωμεν σφέτερον κτέρας, ἀλλὰ πάροιθεν
λωίτερον μύθῳ μιν ἀρέσσασθαι μετιόντας.
πολλάκι τοι ῥέα μῦθος, ὅ κεν μόλις ἐξανύσειεν
ἠνορέη, τόδ᾽ ἔρεξε κατὰ χρέος, ᾗπερ ἐῴκει,
πρηΰνας· ὅδε καί ποτ᾽ ἀμύμονα Φρίξον ἔπεισε,
μητρυιῆς φεύγοντα δόλον πατρός τε θυηλάς,
δέχθαι, ἐπεὶ πάντη καὶ ὅτις μάλα κύντατος ἀνδρῶν
Ξεινίου αἰδεῖται Ζηνὸς θέμιν ἠδ᾽ ἀλεγίζει.
Ὧς φάτ᾽· ἐπῄνησαν δὲ νέοι ἔπος Αἰσονίδαο
πασσυδίῃ, οὐδ᾽ ἔσκε παρὲξ ὅτις ἄλλο κελεύοι.
Καὶ τότ᾽ ἄρ᾽ υἱῆας Φρίξου Τελαμῶνά θ᾽ ἕπεσθαι
ὦρσε καὶ Αὐγείην, αὐτὸς δ᾽ ἕλεν Ἑρμείαο
σκῆπτρον. ἄφαρ δ᾽ ἄρα νηὸς ὑπὲρ δόνακάς τε καὶ ὕδωρ
χέρσονδ᾽ ἐξαπέβησαν ἐπὶ θρωσμοῦ πεδίοιο.
Κιρκαῖον τόγε δὴ κικλήσκεται, ἔνθα δὲ πολλαί
ἑξείης πρόμαλοί τε καὶ ἰτέαι ἐμπεφύασιν,
τῶν καὶ ἐπ᾽ ἀκροτάτων νέκυες σειρῇσι κρέμανται
δέσμιοι. εἰσέτι νῦν γὰρ ἄγος Κόλχοισιν ὄρωρεν
ἀνέρας οἰχομένους πυρὶ καιέμεν, οὐδ᾽ ἐνὶ γαίῃ
ἔστι θέμις στείλαντας ὕπερθ᾽ ἐπὶ σῆμα χέεσθαι,
ἀλλ᾽ ἐν ἀδεψήτοισι κατειλύσαντε βοείαις
δενδρέων ἐξάπτειν ἑκὰς ἄστεος· ἠέρι δ᾽ ἴσην
καὶ χθὼν ἔμμορεν αἶσαν, ἐπεὶ χθονὶ ταρχύουσιν
θηλυτέρας· ἡ γάρ σφι δίκη θεσμοῖο τέτυκται.
τοῖσι δὲ νισσομένοις Ἥρη φίλα μητιόωσα
ἠέρα πουλὺν ἐφῆκε δι᾽ ἄστεος, ὄφρα λάθοιεν
Κόλχων μυρίον ἔθνος ἐς Αἰήταο κιόντες·
ὦκα δ᾽ ὅτ᾽ ἐκ πεδίοιο πόλιν καὶ δώμαθ᾽ ἵκοντο
Αἰήτεω, τότε δ᾽ αὖτις ἀπεσκέδασεν νέφος Ἥρη.
ἔσταν δ᾽ ἐν προμολῇσι, τεθηπότες ἕρκε᾽ ἄνακτος
εὐρείας τε πύλας καὶ κίονας οἳ περὶ τοίχους
ἐξείης ἄνεχον, θριγκὸς δ᾽ ἐφύπερθε δόμοιο
λαΐνεος χαλκέῃσιν ἐπὶ γλυφίδεσσιν ἀρήρει.
εὔκηλοι δ᾽ ὑπὲρ οὐδὸν ἔπειτ᾽ ἔβαν· ἄγχι δὲ τοῖο
ἡμερίδες χλοεροῖσι καταστεφέες πετάλοισιν
ὑψοῦ ἀειρόμεναι μέγ᾽ ἐθήλεον, αἱ δ᾽ ὑπὸ τῇσιν
ἀέναοι κρῆναι πίσυρες ῥέον, ἃς ἐλάχηνεν
Ἥφαιστος· καί ῥ᾽ ἡ μὲν ἀναβλύεσκε γάλακτι,
ἡ δ᾽ οἴνῳ, τριτάτη δὲ θυώδεϊ νᾶεν ἀλοιφῇ·
ἡ δ᾽ ἄρ᾽ ὕδωρ προρέεσκε, τὸ μέν _ποθι δυομένῃσιν
θέρμετο Πληιάδεσσιν, ἀμοιβηδὶς δ᾽ ἀνιούσαις
κρυστάλλῳ ἴκελον κοίλης ἀνεκήκιε πέτρης.
τοῖ᾽ ἄρ᾽ ἐνὶ μεγάροισι Κυταιέος Αἰήταο
τεχνήεις Ἥφαιστος ἐμήσατο θέσκελα ἔργα·
καί οἱ χαλκόποδας ταύρους κάμε, χάλκεα δέ σφεων
ἦν στόματ᾽, ἐκ δὲ πυρὸς δεινὸν σέλας ἀμπνείεσκον·
πρὸς δὲ καὶ αὐτόγυον στιβαροῦ ἀδάμαντος ἄροτρον
ἤλασεν, Ἠελίῳ τίνων χάριν, ὅς ῥά μιν ἵπποις
δέξατο Φλεγραίῃ κεκμηότα δηιοτῆτι.
0 Σχόλια:
Σας παρακαλούμε πολύ να γράφετε με Ελληνικούς χαρακτήρες και οι σχολιασμοί σας να μη ξεφεύγουν απο τα όρια της ευπρέπειας. Σχόλια
τα οποία περιέχουν ύβρεις, θα αποκλείονται. Ευχαριστούμε.