Περί Συντάξεως - Δημοσθένης (αρχαίο κείμενο)


Mοιραστείτε το:


ΔΗΜΟΣΘΕΝΗΣ

Περί Συντάξεως

[1]Περὶ μὲν τοῦ παρόντος ἀργυρίου καὶ ὧν ἕνεκα τὴν ἐκκλησίαν ποιεῖσθ´, ὦ ἄνδρες Ἀθηναῖοι, οὐδέτερόν μοι δοκεῖ τῶν χαλεπῶν εἶναι, οὔτ´ ἐπιτιμήσαντα τοῖς νέμουσι καὶ διδοῦσι τὰ κοινὰ εὐδοκιμῆσαι παρὰ τοῖς βλάπτεσθαι διὰ τούτων ἡγουμένοις τὴν πόλιν, οὔτε συνειπόντα καὶ παραινέσανθ´ ὡς δεῖ λαμβάνειν, χαρίσασθαι τοῖς σφόδρ´ ἐν χρείᾳ τοῦ λαβεῖν οὖσιν· οὐδέτεροι γὰρ πρὸς τὸ τῇ πόλει συμφέρον σκοποῦντες οὔτ´ ἐπαινοῦσιν οὔτε δυσχεραίνουσι τὸ πρᾶγμα, ἀλλ´ ὡς ἑκάτεροι χρείας καὶ περιουσίας ἔχουσιν.[2]Ἐγὼ δὲ τοῦτο μὲν οὔτ´ ἂν εἰσηγησαίμην, οὔτ´ ἂν ἀντείποιμ´ ὡς οὐ δεῖ λαμβάνειν· παραινῶ μέντοι σκοπεῖν καὶ λογίζεσθαι πρὸς ὑμᾶς αὐτοὺς ὅτι τἀργύριον μέν ἐστι τοῦθ´, ὑπὲρ οὗ βουλεύεσθε, μικρόν, τὸ δ´ ἔθος μέγα, ὃ γίγνεται μετὰ τούτου. Εἰ μὲν οὖν μετὰ τοῦ πράττειν ἃ προσήκει καὶ τὸ λαμβάνειν κατασκευάσεσθε, οὐ μόνον οὐ βλάψετε, ἀλλὰ καὶ τὰ μέγιστ´ ὠφελήσετε τὴν πόλιν καὶ ὑμᾶς αὐτούς· εἰ δὲ τοῦ μὲν λαμβάνειν καὶ ἑορτὴ καὶ πᾶς´ ἀρκέσει πρόφασις, τοῦ δ´ ἃ πρὸς τούτοις δεῖ ποιεῖν μηδὲ τοὺς λόγους ἀκούειν ἐθελήσετε, ὁρᾶτε μήποθ´, ἃ νῦν ὀρθῶς ἡγεῖσθε πράττειν, σφόδρ´ ἡμαρτηκέναι νομίσητε.
[3]Ἐγὼ δέ φημι δεῖν (καί μοι μὴ θορυβήσητ´ ἐφ´ ᾧ μέλλω λέγειν, ἀλλ´ ἀκούσαντες κρίνατε), ὡς περὶ τοῦ λαβεῖν ἐκκλησίαν ἀπεδώκαμεν, οὕτω καὶ περὶ τοῦ συνταχθῆναι καὶ παρασκευασθῆναι τὰ πρὸς τὸν πόλεμον ἐκκλησίαν ἀποδοῦναι, καὶ παρασχεῖν ἕκαστον αὑτὸν μὴ μόνον ταῦτ´ ἀκούειν ἐθέλοντα, ἀλλὰ καὶ πράττειν βουλόμενον, ἵν´, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν ἀγαθῶν τὰς ἐλπίδας δι´ ὑμῶν αὐτῶν ἔχητε, καὶ μὴ τὸν δεῖνα μηδὲ τὸν δεῖνα πυνθάνησθε τί πράττει. [4]Καὶ τὰ μὲν προσιόντα τῇ πόλει πάντα, καὶ ἃ νῦν ἐκ τῶν ἰδίων παραναλίσκετ´ εἰς οὐδὲν δέον καὶ ὅς´ ἐκ τῶν συμμάχων ὑπάρχει, λαμβάνειν ὑμᾶς φημὶ χρῆναι τὸ ἴσον ἕκαστον, τοὺς μὲν ἐν ἡλικίᾳ στρατιωτικόν, τοὺς δ´ ὑπὲρ τὸν κατάλογον ἐξεταστικὸν ἢ ὅπως ἄν τις ὀνομάσαι τοῦτο, στρατεύεσθαι δ´ αὐτοὺς καὶ μηδενὶ τούτου παραχωρεῖν, [5]ἀλλὰ τὴν δύναμιν τῆς πόλεως οἰκείαν εἶναι, κατεσκευασμένην ἀπὸ τούτων, ἵν´ ἅμ´ εὐπορῆτε καὶ τὰ δέοντα ποιῆτε, καὶ τὸν στρατηγὸν ἡγεῖσθαι ταύτης, ἵν´ ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ τοιαῦθ´ οἷάπερ νυνὶ συμβαίνῃ· τοὺς στρατηγοὺς κρίνετε, καὶ περίεσθ´ ὑμῖν ἐκ τῶν πραγμάτων ‘ὁ δεῖνα τοῦ δεῖνος τὸν δεῖν´ εἰσήγγειλεν,’ ἄλλο δ´ οὐδέν.
[6]Ἀλλὰ τί ὑμῖν γένηται; πρῶτον μὲν οἱ σύμμαχοι μὴ φρουραῖς, ἀλλὰ τῷ ταὐτὰ συμφέρειν ὑμῖν κἀκείνοις ὦσιν οἰκεῖοι, ἔπειθ´ οἱ στρατηγοὶ μὴ ξένους ἔχοντες τοὺς μὲν συμμάχους ἄγωσι καὶ φέρωσι, τοὺς δὲ πολεμίους μηδ´ ὁρῶσιν, ἀφ´ ὧν αἱ μὲν ὠφέλειαι τούτων εἰσὶν ἴδιαι, τὰ δὲ μίση καὶ τὰ ἐγκλήματα ἐφ´ ὅλην ἔρχεται τὴν πόλιν, ἀλλὰ πολίτας τοὺς ἀκολουθοῦντας ἔχοντες τοὺς ἐχθρούς, ἃ νῦν τοὺς φίλους, ποιῶσιν. [7]Χωρὶς δὲ τούτων πολλὰ τῶν πραγμάτων τὴν ὑμετέραν ποθεῖ παρουσίαν, καὶ ἄνευ τοῦ πρὸς τοὺς οἰκείους πολέμους οἰκείᾳ χρῆσθαι δυνάμει συμφέρειν, καὶ πρὸς τἄλλα πράγματ´ ἀναγκαῖόν ἐστιν. Εἰ μὲν γὰρ ἡσυχίαν ἔχειν ὑμῖν ἀπέχρη καὶ μηδὲν τῶν Ἑλληνικῶν περιεργάζεσθαι ὅπως ἔχει, ἄλλος ἂν ἦν λόγος· [8]νῦν δὲ πρωτεύειν μὲν ὑμεῖς ἀξιοῦτε καὶ τὰ δίκαι´ ὁρίζειν τοῖς ἄλλοις, τὴν δὲ ταῦτ´ ἐφορεύσουσαν καὶ φυλάξουσαν δύναμιν οὔτε κατεσκεύασθ´ οὔτε κατασκευάζεσθε, ἀλλ´ ἐπὶ πολλῆς μὲν ἡσυχίας καὶ ἐρημίας ὑμῶν ὁ Μυτιληναίων δῆμος καταλέλυται, ἐπὶ πολλῆς δ´ ἡσυχίας ὁ Ῥοδίων, ἐχθρός γ´ ὢν ἡμῖν, φαίη τις ἄν· ἀλλὰ μείζω χρὴ νομίζειν, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν πρὸς τὰς ὀλιγαρχίας ὑπὲρ αὐτῆς τῆς προαιρέσεως ἔχθραν, ἢ τὴν πρὸς τοὺς δήμους ὑπὲρ ὧν ποτ´ ἂν ᾖ. [9]Ἀλλ´ ἵν´ ἐκεῖς´ ἐπανέλθω, φημὶ δεῖν ὑμᾶς συντετάχθαι, καὶ τὴν αὐτὴν τοῦ τε λαβεῖν καὶ τοῦ ποιεῖν ἃ προσήκει σύνταξιν εἶναι. Διελέχθην δ´ ὑμῖν περὶ τούτων καὶ πρότερον, καὶ διεξῆλθον ὡς ἂν συνταχθείητε, οἵ θ´ ὁπλῖται καὶ οἱ ἱππεῖς καὶ ὅσοι τούτων ἐκτός ἐστε, καὶ εὐπορία τις ἂν ἅπασι γένοιτο κοινή. [10]Ὃ δέ μοι πλείστην ἀθυμίαν παρέσχεν ἁπάντων, ἐρῶ πρὸς ὑμᾶς καὶ οὐκ ἀποκρύψομαι, ὅτι πολλῶν καὶ μεγάλων καὶ καλῶν ὄντων τούτων ἁπάντων, τῶν μὲν ἄλλων οὐδενὸς οὐδεὶς μέμνηται, τοῖν δυοῖν δ´ ὀβολοῖν ἅπαντες. Καίτοι τοὺς μὲν οὐκ ἔστι πλείονος ἢ δυοῖν ὀβολοῖν ἀξίους εἶναι, τἄλλα δὲ μετὰ τούτων ὧν εἶπον τῶν βασιλέως ἄξι´ ἐστὶ χρημάτων, πόλιν τοσούτους ὁπλίτας ἔχουσαν καὶ τριήρεις καὶ ἵππους καὶ χρημάτων πρόσοδον συντετάχθαι καὶ παρεσκευάσθαι.
[11]Τί οὖν ταῦτα νῦν {φαίη τις ἄν} λέγω; ὅτι φημὶ δεῖν ὑμᾶς, ἐπειδὴ τὸ μὲν πάντας μισθοφορεῖν δυσχεραίνουσί τινες, τὸ δὲ συνταχθῆναι καὶ παρασκευασθῆναι παρὰ πάντων χρήσιμον εἶναι δοκιμάζεται, ἐντεῦθεν ἄρξασθαι τοῦ πράγματος, καὶ προθεῖναι περὶ τούτων τῷ βουλομένῳ γνώμην ἀποφήνασθαι. Ὡς οὕτως ἔχει· ἂν μὲν ὑμεῖς νῦν πεισθῆτε τούτων καιρὸν εἶναι, ὅταν αὐτῶν εἰς χρείαν ἔλθητε, ἕτοιμ´ ὑπάρξει· ἂν δ´ ἀκαιρίαν ἡγησάμενοι παρίδητε, ὅταν δέῃ χρῆσθαι, τότ´ ἀναγκασθήσεσθε παρασκευάζεσθαι.
[12] Ἤδη δέ τις εἶπεν ὦ ἄνδρες Ἀθηναῖοί που λέγων, οὐχ ὑμῶν τῶν πολλῶν, ἀλλὰ τῶν διαρρηγνυμένων εἰ ταῦτα γενήσεται, ‘τί δ´ ὑμῖν ἐκ τῶν Δημοσθένους λόγων ἀγαθὸν γέγονεν; παρελθὼν ὑμῶν, ὅταν αὐτῷ δόξῃ, ἐνέπλησε τὰ ὦτα λόγων, καὶ διέσυρε τὰ παρόντα, καὶ τοὺς προγόνους ἐπῄνεσεν, καὶ μετεωρίσας καὶ φυσήσας ὑμᾶς κατέβη.’ [13]Ἐγὼ δ´ εἰ μὲν ὑμᾶς δυναίμην ὧν λέγω τι πεῖσαι, τηλικαῦτ´ ἂν οἶμαι τὴν πόλιν πρᾶξαι ἀγαθὰ ὥστ´, εἰ νῦν εἰπεῖν ἐπιχειρήσαιμι, πολλοὺς ἂν ἀπιστῆσαι ὡς μείζοσιν ἢ δυνατοῖς· οὐ μὴν οὐδὲ τοῦτο μικρὸν ὠφελεῖν οἶμαι, εἰ τὰ βέλτιστ´ ἀκούειν ὑμᾶς συνεθίζω. Δεῖ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν βουλόμενόν τι ποιῆσαι τὴν πόλιν ἡμῶν ἀγαθὸν τὰ ὦτα πρῶτον ὑμῶν ἰάσασθαι· διέφθαρται γάρ· οὕτω πολλὰ καὶ ψευδῆ καὶ πάντα μᾶλλον ἢ τὰ βέλτιστ´ ἀκούειν εἴθισθε. [14]Οἷον (ὅπως δὲ μὴ θορυβήσει μοι μηδείς, πρὶν ἂν ἅπαντ´ εἴπω) ἀνέῳξαν δήπου πρώην τινὲς τὸν ὀπισθόδομον. Οὐκοῦν οἱ παριόντες ἅπαντες τὸν δῆμον καταλελύσθαι, τοὺς νόμους οὐκέτ´ εἶναι, τοιαῦτ´ ἔλεγον. Καίτοι, ὦ ἄνδρες Ἀθηναῖοι, (καὶ σκοπεῖτ´ ἂν ἀληθῆ λέγω) οἱ μὲν ταῦτα ποιοῦντες ἄξι´ ἐποίουν θανάτου, ὁ δῆμος δ´ οὐ διὰ τούτων καταλύεται. Πάλιν κώπας τις ὑφείλετο· μαστιγοῦν, στρεβλοῦν πάντες οἱ λέγοντες, τὸν δῆμον καταλύεσθαι. Ἐγὼ δὲ τί φημί; τὸν μὲν ὑφαιρούμενον θανάτου ποιεῖν ἄξια, ὥσπερ ἐκεῖνοι, τὸν δῆμον δ´ οὐ διὰ τούτων καταλύεσθαι. [15]Ἀλλὰ πῶς καταλύεται, οὐδεὶς λέγει οὐδὲ παρρησιάζεται. Ἐγὼ δὲ φράσω· ὅταν ὑμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι, φαύλως ἠγμένοι, πολλοὶ καὶ ἄποροι καὶ ἄοπλοι καὶ ἀσύντακτοι καὶ μὴ ταὐτὰ γιγνώσκοντες ἦτε, καὶ μήτε στρατηγὸς μήτ´ ἄλλος μηδεὶς ὧν ἂν ὑμεῖς ψηφίσησθε φροντίζῃ, καὶ ταῦτα μηδεὶς λέγειν ἐθέλῃ μηδ´ ἐπανορθοῖ, μηδ´ ὅπως παύσεται τοιαῦτ´ ὄντα πράττῃ, ὃ νῦν ἀεὶ συμβαίνει.
[16]Καὶ νὴ Δί´, ὦ ἄνδρες Ἀθηναῖοι, ἕτεροί γε λόγοι παρερρυήκασι πρὸς ὑμᾶς ψευδεῖς, καὶ πολλὰ τὴν πολιτείαν βλάπτοντες, οἷον ‘ἐν τοῖς δικαστηρίοις ὑμῖν ἐστιν ἡ σωτηρία,’ καὶ ‘δεῖ τῇ ψήφῳ τὴν πολιτείαν ὑμᾶς φυλάττειν.’ Ἐγὼ δ´ οἶδ´ ὅτι ταῦτα μὲν ὑμῖν {τὰ δικαστήρια} τῶν πρὸς ἀλλήλους δικαίων ἐστὶ κύρια, ἐν δὲ τοῖς ὅπλοις δεῖ κρατεῖν τῶν ἐχθρῶν, καὶ διὰ τούτων ἐστὶν ἡ σωτηρία τῆς πολιτείας. [17]Οὐ γὰρ τὸ ψηφίσασθαι τοῖς ἐν τοῖς ὅπλοις ποιήσει τὸ νικᾶν, ἀλλ´ οἱ μετὰ τούτων κρατοῦντες τοὺς ἐχθροὺς καὶ ψηφίζεσθαι καὶ ἄλλ´ ὅ τι ἂν βούλησθε ποιεῖν ὑμῖν ἐξουσίαν καὶ ἄδειαν παρασκευάσουσι· δεῖ γὰρ ἐν μὲν τοῖς ὅπλοις φοβερούς, ἐν δὲ τοῖς δικαστηρίοις φιλανθρώπους εἶναι.
[18]Εἰ δέ τῳ δοκῶ μείζους ἢ κατ´ ἐμαυτὸν λέγειν λόγους, αὐτὸ τοῦτ´ ὀρθῶς αὐτῶν ἔχει· τὸν γὰρ ὑπὲρ τηλικαύτης πόλεως ῥηθησόμενον λόγον καὶ τοιούτων πραγμάτων παντὸς ἑνὸς τοῦ λέγοντος ἀεὶ μείζω φαίνεσθαι δεῖ, καὶ τῆς ἀξίας τῆς ὑμετέρας ἐγγὺς εἶναι, μὴ τῆς τοῦ λέγοντος. Ὅτι δ´ οὐδεὶς τῶν ὑφ´ ὑμῶν τιμωμένων ταῦτα λέγει, τὰς προφάσεις ἐγὼ διέξειμ´ ὑμῖν. [19]Οἱ μὲν πρὸς ἀρχαιρεσίας καὶ ταύτην τὴν τάξιν προσιόντες δοῦλοι τῆς ἐπὶ τῷ χειροτονεῖσθαι χάριτος περιέρχονται, τελεσθῆναι στρατηγὸς ἕκαστος σπουδάζων, οὐκ ἀνδρὸς ἔργον οὐδὲν πρᾶξαι. Εἰ δέ τις καὶ τοιοῦτός ἐστιν οἷος ἐγχειρεῖν ἔργῳ τῳ, νῦν μὲν ἡγεῖται τὴν τῆς πόλεως δόξαν ἀφορμὴν ἔχων καὶ τοὔνομα, τῆς τῶν ἐναντιωσομένων ἐρημίας ἀπολαύων, τὰς ἐλπίδας ὑμῖν ὑποτείνων, ἄλλο δ´ οὐδὲ ἕν, κληρονομήσειν αὐτὸς τῶν ὑμετέρων ἀγαθῶν, ὅπερ ἐστίν, ἂν δ´ ὑμεῖς δι´ ὑμῶν αὐτῶν ἕκαστα πράττητε, τὸ ἴσον τοῖς ἄλλοις ὥσπερ τῶν ἔργων αὐτῶν, οὕτω καὶ τῶν ἐκ τούτων ἕξειν. [20]Οἱ δὲ πολιτευόμενοι καὶ περὶ ταῦτ´ ὄντες, τὸ τὰ βέλτιστα σκοπεῖν ὑμῖν ἀφέντες, προσκεχωρήκασι πρὸς τούτους· καὶ πρότερον μὲν κατὰ συμμορίας εἰσεφέρετε, νυνὶ δὲ πολιτεύεσθε κατὰ συμμορίας. Ῥήτωρ ἡγεμὼν καὶ στρατηγὸς ὑπὸ τούτῳ καὶ οἱ βοησόμενοι μεθ´ ἑκατέρων τριακόσιοι· οἱ δ´ ἄλλοι προσνενέμησθε οἱ μὲν ὡς τούτους, οἱ δ´ ὡς ἐκείνους. Τοιγαροῦν ὑμῖν περίεστιν ἐκ τούτων ὁ δεῖνα χαλκοῦς καὶ ὁ δεῖν´ εὐδαίμων, εἷς ἢ δύο, ὑπὲρ τὴν πόλιν· οἱ δ´ ἄλλοι μάρτυρες τῆς τούτων εὐδαιμονίας κάθησθε, τῆς καθ´ ἡμέραν ῥᾳθυμίας πολλὴν καὶ μεγάλην ὑπάρχουσαν ὑμῖν εὐδαιμονίαν τούτοις προϊέμενοι.
[21]Καίτοι σκέψασθε πῶς ἐπὶ τῶν προγόνων ταῦτ´ εἶχεν· οὐ γὰρ ἀλλοτρίοις ὑμῖν παραδείγμασι χρησαμένοις, ἀλλ´ οἰκείοις ἔξεσθ´ ἃ προσήκει πράττειν εἰδέναι. Ἐκεῖνοι Θεμιστοκλέα τὸν τὴν ἐν Σαλαμῖνι ναυμαχίαν στρατηγοῦντα καὶ Μιλτιάδην τὸν ἡγούμενον Μαραθῶνι καὶ πολλοὺς ἄλλους, οὐκ ἴσα τοῖς νῦν στρατηγοῖς ἀγάθ´ εἰργασμένους, μὰ Δί´ οὐ χαλκοῦς ἵστασαν, ἀλλ´ ὡς οὐδὲν αὑτῶν κρείττους ὄντας, οὕτως ἐτίμων. [22]Καὶ γάρ τοι τῶν ἔργων οὐδενός, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν τότ´ ἀπεστέρησαν αὑτούς, οὐδ´ ἔστ´ οὐδεὶς ὅστις ἂν εἴποι τὴν ἐν Σαλαμῖνι ναυμαχίαν Θεμιστοκλέους, ἀλλ´ Ἀθηναίων, οὐδὲ τὴν {ἐν} Μαραθῶνι μάχην Μιλτιάδου, ἀλλὰ τῆς πόλεως. Νῦν δὲ πολλοὶ τοῦτο λέγουσιν, ὡς Κέρκυραν εἷλε Τιμόθεος καὶ τὴν μόραν κατέκοψεν Ἰφικράτης καὶ τὴν περὶ Νάξον ναυμαχίαν ἐνίκα Χαβρίας· δοκεῖτε γὰρ αὐτοὶ τῶν ἔργων τούτων παραχωρεῖν τῶν τιμῶν ταῖς ὑπερβολαῖς αἷς δεδώκατ´ ἐπ´ αὐτοῖς ἑκάστῳ τούτων. [23]Τὰς μὲν δὴ πολιτικὰς δωρεὰς οὕτως ἐκεῖνοί τε καλῶς καὶ ὑμεῖς οὐκ ὀρθῶς· τὰς δὲ τῶν ξένων πῶς; ἐκεῖνοι Μένωνι τῷ Φαρσαλίῳ δώδεκα μὲν τάλαντ´ ἀργυρίου δόντι πρὸς τὸν ἐπ´ Ἠιόνι τῇ πρὸς Ἀμφιπόλει πόλεμον, διακοσίοις δ´ ἱππεῦσι πενέσταις ἰδίοις βοηθήσαντι, οὐκ ἐψηφίσαντο πολιτείαν, ἀλλ´ ἀτέλειαν ἔδωκαν μόνον. [24]Καὶ πρότερον τούτου Περδίκκᾳ τῷ κατὰ τὴν τοῦ βαρβάρου ποτ´ ἐπιστρατείαν βασιλεύοντι Μακεδονίας, τοὺς ἀναχωροῦντας ἐκ Πλαταιῶν τῶν βαρβάρων ἀπὸ τῆς ἥττης διαφθείραντι καὶ τέλειον τἀτύχημα ποιήσαντι τῷ βασιλεῖ, οὐκ ἐψηφίσαντο πολιτείαν, ἀλλ´ ἀτέλειαν ἔδωκαν μόνον, μεγάλην καὶ τιμίαν, οἶμαι, καὶ σεμνὴν τὴν αὑτῶν πατρίδ´ ἡγούμενοι καὶ πάσης μείζον´ εὐεργεσίας. Νῦν δ´, ὦ ἄνδρες Ἀθηναῖοι, φθόρους ἀνθρώπους οἰκοτρίβων οἰκότριβας, τιμὴν ὥσπερ ἄλλου του τῶν ὠνίων λαμβάνοντες, ποιεῖσθε πολίτας. [25]Ταῦτα δ´ ὑμῖν ἐπελήλυθε πράττειν, οὐχ ὅτι τὰς φύσεις χείρους ἐστὲ τῶν προγόνων, ἀλλ´ ὅτι τοῖς μὲν ἐφ´ αὑτοῖς παρειστήκει μέγα φρονεῖν, ὑμῶν δ´, ὦ ἄνδρες Ἀθηναῖοι, περιῄρηται τοῦτο. Ἔστι δ´ οὐδέποτ´, οἶμαι, δυνατὸν μικρὰ καὶ φαῦλα πράττοντας μέγα καὶ νεανικὸν φρόνημα λαβεῖν, ὥσπερ οὐδὲ λαμπρὰ καὶ καλὰ πράττοντας μικρὸν καὶ ταπεινὸν φρονεῖν· ὁποῖ´ ἄττα γὰρ ἂν τἀπιτηδεύματα τῶν ἀνθρώπων ᾖ, τοιοῦτον ἀνάγκη καὶ τὸ φρόνημ´ ἔχειν.
[26]Σκέψασθε δ´ ἅ τις κεφάλαι´ ἂν ἔχοι {τῶν πραγμάτων} εἰπεῖν τῶν τ´ ἐκείνοις πεπραγμένων καὶ τῶν ὑμῖν, ἂν ἄρ´ ὑμῶν αὐτῶν ἀλλ´ ἐκ τούτων γε δύνησθε γενέσθαι. Πέντε μὲν καὶ τετταράκοντ´ ἔτη τῶν Ἑλλήνων ἦρξαν ἑκόντων ἐκεῖνοι, πλείω δ´ ἢ μύρια τάλαντ´ εἰς τὴν ἀκρόπολιν ἀνήγαγον, πολλὰ δὲ καὶ καλὰ καὶ πεζῇ καὶ ναυμαχοῦντες ἔστησαν τρόπαια, ἐφ´ οἷς ἔτι καὶ νῦν ἡμεῖς φιλοτιμούμεθα. Καίτοι νομίζετ´ αὐτοὺς ταῦτα στῆσαι, οὐχ ἵνα θαυμάζωμεν ἡμεῖς θεωροῦντες αὐτά, ἀλλ´ ἵνα καὶ μιμώμεθα τὰς τῶν ἀναθέντων ἀρετάς. [27] Ἐκεῖνοι μὲν δὴ ταῦτα· ἡμεῖς δ´, ὅσης ἅπαντες ὁρᾶτ´ ἐρημίας ἐπειλημμένοι, σκέψασθ´ εἰ παραπλήσια. Οὐ πλείω μὲν ἢ χίλια καὶ πεντακόσια τάλαντ´ ἀνήλωται μάτην εἰς τοὺς τῶν Ἑλλήνων ἀπόρους, ἐξανήλωνται δ´ οἵ τ´ ἴδιοι πάντες οἶκοι καὶ τὰ κοινὰ τῇ πόλει καὶ τὰ παρὰ τῶν συμμάχων, οὓς δ´ ἐν τῷ πολέμῳ συμμάχους ἐκτησάμεθα, οὗτοι νῦν ἐν τῇ εἰρήνῃ ἀπολώλασιν; [28]ἀλλὰ νὴ Δία ταῦτα μόνον τότ´ εἶχε βέλτιον ἢ νῦν, τὰ δ´ ἄλλα χεῖρον. Πολλοῦ γε καὶ δεῖ, ἀλλ´ ὅ τι βούλεσθ´ ἐξετάσωμεν. Οἰκοδομήματα μέν γε καὶ κόσμον τῆς πόλεως, ἱερῶν καὶ λιμένων καὶ τῶν ἀκολούθων τούτοις, τοιοῦτον καὶ τοσοῦτον κατέλιπον ἐκεῖνοι ὥστε μηδενὶ τῶν ἐπιγιγνομένων ὑπερβολὴν λελεῖφθαι, προπύλαια ταῦτα, νεώσοικοι, στοαί, τἄλλα, οἷς ἐκεῖνοι κοσμήσαντες τὴν πόλιν ἡμῖν παρέδωκαν· [29]τὰς δ´ ἰδίας οἰκίας τῶν ἐν δυνάμει γενομένων οὕτω μετρίας καὶ τῷ τῆς πολιτείας ὀνόματι ἀκολούθους ὥστε τὴν Θεμιστοκλέους καὶ τὴν Κίμωνος καὶ τὴν Ἀριστείδου καὶ τῶν τότε λαμπρῶν οἰκίαν, εἴ τις ἄρ´ ὑμῶν οἶδεν ὁποία ποτ´ ἐστίν, ὁρᾷ τῆς τοῦ γείτονος οὐδὲν σεμνοτέραν οὖσαν. [30]Νῦν δ´, ὦ ἄνδρες Ἀθηναῖοι, δημοσίᾳ μὲν ἡ πόλις ἡμῶν τὰς ὁδοὺς ἀγαπᾷ κατασκευάζουσα καὶ κρήνας καὶ κονιάματα καὶ λήρους (καὶ οὐ τοῖς εἰσηγησαμένοις ταῦτ´ ἐπιτιμῶ, πολλοῦ γε καὶ δέω, ἀλλ´ ὑμῖν, εἰ ταῦθ´ ἱκανὰ ὑμῖν αὐτοῖς ὑπολαμβάνετ´ εἶναι), ἰδίᾳ δ´ οἱ τῶν κοινῶν ἐπί τῳ γεγενημένοι οἱ μὲν τῶν δημοσίων οἰκοδομημάτων σεμνοτέρας τὰς ἰδίας οἰκίας κατεσκευάκασιν, οὐ μόνον τῶν πολλῶν ὑπερηφανωτέρας, οἱ δὲ γῆν συνεωνημένοι γεωργοῦσιν ὅσην οὐδ´ ὄναρ ἤλπισαν πώποτε.
[31]Τούτων δ´ αἴτιον ἁπάντων, ὅτι τότε μὲν ὁ δῆμος δεσπότης ἦν καὶ κύριος ἁπάντων, καὶ ἀγαπητὸν ἦν παρ´ ἐκείνου τῶν ἄλλων ἑκάστῳ καὶ τιμῆς καὶ ἀρχῆς καὶ ἀγαθοῦ τινὸς μεταλαμβάνειν, νῦν δὲ τοὐναντίον κύριοι μὲν τῶν ἀγαθῶν οὗτοι, καὶ διὰ τούτων ἅπαντα πράττεται, ὁ δὲ δῆμος ἐν ὑπηρέτου καὶ προσθήκης μέρει, καὶ ὑμεῖς ἀγαπᾶθ´ ἃν οὗτοι μεταδιδῶσι λαμβάνοντες.
[32]Τοιγαροῦν ἐκ τούτων τοιαῦτα τὰ πράγματα τῆς πόλεώς ἐστιν ὥστε, εἴ τις ἀναγνοίη τὰ ψηφίσμαθ´ ὑμῶν καὶ τὰς πράξεις ἐφεξῆς διέλθοι, οὐδ´ ἂν εἷς πιστεύσαι τῶν αὐτῶν εἶναι ταῦτα κἀκεῖνα. Οἷον ἃ πρὸς τοὺς καταράτους Μεγαρέας ἐψηφίσασθ´ ἀποτεμνομένους τὴν ὀργάδα, ἐξιέναι, κωλύειν, μὴ ἐπιτρέπειν· ἃ πρὸς Φλειασίους, ὅτ´ ἐξέπεσον ἔναγχος, βοηθεῖν, μὴ ἐπιτρέπειν τοῖς σφαγεῦσι, τῶν ἐν Πελοποννήσῳ τοὺς βουλομένους παρακαλεῖν. [33]Ἅπαντα καλά, ὦ ἄνδρες Ἀθηναῖοι, ταῦτα καὶ δίκαια καὶ τῆς πόλεως ἄξια· τὰ ἔργα δὲ τἀπὸ τούτων οὐδαμοῦ. Οὐκοῦν τὴν μὲν ἀπέχθειαν διὰ τῶν ψηφισμάτων ἐκφέρεσθε, τῶν δ´ ἔργων οὐδενὸς κύριοι γίγνεσθε· τὰ μὲν γὰρ ψηφίσματα πρὸς τὸ τῆς πόλεως ἀξίωμα ψηφίζεσθε, τὴν δύναμιν δ´ οὐκ ἀκόλουθον ὧν ψηφίζεσθ´ ἔχετε. [34]Ἐγὼ δὲ παραινέσαιμ´ ἂν ὑμῖν (καί μοι μηδὲν ὀργισθῆτε) ἔλαττον φρονεῖν καὶ τὰ ὑμέτερ´ αὐτῶν ἀγαπᾶν πράττοντας, ἢ μείζω δύναμιν παρασκευάζεσθαι. Εἰ μὲν οὖν Σιφνίοις ἢ Κυθνίοις ἤ τισιν ἄλλοις τοιούτοις οὖσι συνῄδειν ὑμῖν, ἔλαττον φρονεῖν συνεβούλευον ἄν· ἐπειδὴ δ´ ἔστ´ Ἀθηναῖοι, τὸ τὴν δύναμιν παρασκευάσασθαι παραινῶ· αἰσχρὸν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, αἰσχρὸν λιπεῖν τὴν τοῦ φρονήματος τάξιν, ἣν ὑμῖν οἱ πρόγονοι παρέδωκαν. [35]Πρὸς δὲ τούτοις οὐδ´ ἔστιν ἐφ´ ὑμῖν, οὐδ´ ἂν ἀποστῆναι τῶν Ἑλληνικῶν βούλησθε· πολλὰ γὰρ ὑμῖν ἐκ παντὸς τοῦ χρόνου πέπρακται, καὶ τοὺς μὲν φίλους τοὺς ὑπάρχοντας αἰσχρὸν προέσθαι, τοῖς δ´ οὖσιν ἐχθροῖς οὐκ ἔνι πιστεῦσαι καὶ μεγάλους ἐᾶσαι γενέσθαι. Ὅλως δ´ ὅπερ οἱ πολιτευόμενοι πεπόνθασι πρὸς ὑμᾶς — οὐκ ἔνεστιν αὐτοῖς, ὅταν βούλωνται, παύσασθαι — τοῦτο καὶ ὑμῖν περιέστηκε· πεπολίτευσθε γὰρ ἐν τοῖς Ἕλλησιν.
[36]Ἔστι δ´, ὦ ἄνδρες Ἀθηναῖοι, κεφάλαιον ἁπάντων τῶν εἰρημένων· οὐδέποθ´ ὑμᾶς οἱ λέγοντες οὔτε πονηροὺς οὔτε χρηστοὺς ποιοῦσιν, ἀλλ´ ὑμεῖς τούτους, ὁπότερ´ ἂν βούλησθε· οὐ γὰρ ὑμεῖς ὧν οὗτοι βούλονται στοχάζεσθε, ἀλλ´ οὗτοι ὧν ἂν ὑμᾶς ἐπιθυμεῖν οἴωνται. Ὑμᾶς οὖν ὑπάρξαι δεῖ χρηστὰ βουλομένους, καὶ πάνθ´ ἕξει καλῶς· ἢ γὰρ οὐδεὶς ἐρεῖ φλαῦρον οὐδέν, ἢ οὐδὲν αὐτῷ πλέον ἔσται μὴ ἔχοντι τοὺς πεισομένους.
Mοιραστείτε το:




0 Σχόλια:

Σας παρακαλούμε πολύ να γράφετε με Ελληνικούς χαρακτήρες και οι σχολιασμοί σας να μη ξεφεύγουν απο τα όρια της ευπρέπειας. Σχόλια
τα οποία περιέχουν ύβρεις, θα αποκλείονται. Ευχαριστούμε.

 
Copyright © 2010-2013. Ελληνικό Αρχείο - All Rights Reserved | Designed by Graphopoly Designs