Κηρύγματα - Ερμής ο Τρισμέγιστος (αρχαίο κείμενο)


Mοιραστείτε το:


EΡΜΗΣ Ο ΤΡΙΣΜΕΓΙΣΤΟΣ

Κηρύγματα

῞Οτι μέγιστον κακὸν ἐν ἀνθρώποις
ἡ περὶ τοῦ θεοῦ ἀγνωσία
Ποῖ φέρεσθε, ὦ ἄνθρωποι, μεθύοντες, τὸν τῆς ἀγνω-
σίας ἄκρατον λόγον ἐκπιόντες, ὃν οὐδὲ φέρειν δύνασθε,
ἀλλ' ἤδη αὐτὸν καὶ ἐμεῖτε; στῆτε νήψαντες· ἀναβλέψατε
τοῖς ὀφθαλμοῖς τῆς καρδίας· καὶ εἰ μὴ πάντες δύνασθε,
οἵ γε καὶ δυνάμενοι· ἡ γὰρ τῆς ἀγνωσίας κακία ἐπικλύζει
πᾶσαν τὴν γῆν καὶ συμφθείρει τὴν ἐν τῷ σώματι κατακε-
κλεισμένην ψυχήν, μὴ ἐῶσα ἐνορμίζεσθαι τοῖς τῆς σωτηρίας
λιμέσι.
μὴ συγκατενεχθῆτε τοιγαροῦν τῷ πολλῷ ῥεύ-
mati, ἀναρροίᾳ δὲ χρησάμενοι, οἱ δυνάμενοι λαβέσθαι τοῦ
τῆς σωτηρίας λιμένος, ἐνορμισάμενοι τούτῳ, ζητήσατε
χειραγωγὸν τὸν ὁδηγήσοντα ὑμᾶς ἐπὶ τὰς τῆς γνώσεως
θύρας, ὅπου ἐστὶ τὸ λαμπρὸν φῶς, τὸ καθαρὸν σκότους,
ὅπου οὐδὲ εἷς μεθύει, ἀλλὰ πάντες νήφουσιν, ἀφορῶντες τῇ
καρδίᾳ εἰς τὸν ὁραθῆναι θέλοντα· οὐ γάρ ἐστιν ἀκουστός,
οὐδὲ λεκτός, οὐδὲ ὁρατὸς ὀφθαλμοῖς, ἀλλὰ νῷ καὶ καρδίᾳ.
πρῶτον δὲ δεῖ σε περιρρήξασθαι ὃν φορεῖς χιτῶνα, τὸ τῆς
ἀγνωσίας ὕφασμα, τὸ τῆς κακίας στήριγμα, τὸν τῆς φθορᾶς
δεσμόν, τὸν σκοτεινὸν περίβολον, τὸν ζῶντα θάνατον, τὸν
αἰσθητὸν νεκρόν, τὸν περιφόρητον τάφον, τὸν ἔνοικον λῃσ-
τήν, τὸν δι' ὧν φιλεῖ μισοῦντα καὶ δι' ὧν μισεῖ φθονοῦντα.
τοιοῦτός ἐστιν ὃν ἐνεδύσω ἐχθρὸν χιτῶνα, ἄγχων σε
κάτω πρὸς αὐτὸν, ἵνα μὴ ἀναβλέψας καὶ θεασάμενος τὸ
κάλλος τῆς ἀληθείας καὶ τὸ ἐγκείμενον ἀγαθόν, μισήσῃς
τὴν τούτου κακίαν, νοήσας αὐτοῦ τὴν ἐπιβουλήν, ἣν ἐπε-
βούλευσέ σοι, τὰ δοκοῦντα [καὶ μὴ νομιζόμενα] αἰσθητήρια
ἀναίσθητα ποιῶν, τῇ πολλῇ ὕλῃ αὐτὰ ἀποφράξας καὶ μυ-
σαρᾶς ἡδονῆς ἐμπλήσας, ἵνα μήτε ἀκούῃς περὶ ὧν ἀκούειν
σε δεῖ, μήτε βλέπῃς περὶ ὧν βλέπειν σε δεῖ.
Mοιραστείτε το:




0 Σχόλια:

Σας παρακαλούμε πολύ να γράφετε με Ελληνικούς χαρακτήρες και οι σχολιασμοί σας να μη ξεφεύγουν απο τα όρια της ευπρέπειας. Σχόλια
τα οποία περιέχουν ύβρεις, θα αποκλείονται. Ευχαριστούμε.

 
Copyright © 2010-2013. Ελληνικό Αρχείο - All Rights Reserved | Designed by Graphopoly Designs