ΣΟΦΟΚΛΗΣ
Φιλοκτήτης
Φιλοκτήτης
Ὀδυσσεύς
ἀκτὴ μὲν ἥδε τῆς περιῤῥύτου χθονὸς
Λήμνου, βροτοῖς ἄστιπτος οὐδ᾽ οἰκουμένη,
ἔνθ᾽, ὦ κρατίστου πατρὸς Ἑλλήνων τραφεὶς
Ἀχιλλέως παῖ Νεοπτόλεμε, τὸν Μηλιᾶ
Ποίαντος υἱὸν ἐξέθηκ᾽ ἐγώ ποτε, 5
ταχθεὶς τόδ᾽ ἔρδειν τῶν ἀνασσόντων ὕπο,
νόσῳ καταστάζοντα διαβόρῳ πόδα·
ὅτ᾽ οὔτε λοιβῆς ἡμὶν οὔτε θυμάτων
παρῆν ἑκήλοις προσθιγεῖν, ἀλλ᾽ ἀγρίαις
κατεῖχ᾽ ἀεὶ πᾶν στρατόπεδον δυσφημίαις, 10
βοῶν, στενάζων. ἀλλὰ ταῦτα μὲν τί δεῖ
λέγειν; ἀκμὴ γὰρ οὐ μακρῶν ἡμῖν λόγων,
μὴ καὶ μάθῃ μ᾽ ἥκοντα κἀκχέω τὸ πᾶν
σόφισμα, τῷ νιν αὐτίχ᾽ αἱρήσειν δοκῶ.
ἀλλ᾽ ἔργον ἤδη σὸν τὰ λοίφ᾽ ὑπηρετεῖν 15
σκοπεῖν θ᾽ ὅπου ᾽στ᾽ ἐνταῦθα δίστομος πέτρα
τοιάδ᾽, ἵν᾽ ἐν ψύχει μὲν ἡλίου διπλῆ
πάρεστιν ἐνθάκησις, ἐν θέρει δ᾽ ὕπνον
δι᾽ ἀμφιτρῆτος αὐλίου πέμπει πνοή·
βαιὸν δ᾽ ἔνερθεν ἐξ ἀριστερᾶς τάχ᾽ ἂν 20
ἴδοις ποτὸν κρηναῖον, εἴπερ ἐστὶ σῶν.
ἅ μοι προσελθὼν σῖγα σήμαιν᾽ εἴτ᾽ ἐκεῖ
χῶρον τὸν αὐτὸν τόνδ᾽ ἔτ᾽ εἴτ᾽ ἄλλῃ κυρεῖ,
ὡς τἀπίλοιπα τῶν λόγων σὺ μὲν κλύῃς,
ἐγὼ δὲ φράζω, κοινὰ δ᾽ ἐξ ἀμφοῖν ἴῃ. 25
Νεοπτόλεμος
ἄναξ Ὀδυσσεῦ, τοὔργον οὐ μακρὰν λέγεις·
δοκῶ γὰρ οἷον εἶπας ἄντρον εἰσορᾶν.
Ὀδυσσεύς
ἄνωθεν ἢ κάτωθεν; οὐ γὰρ ἐννοῶ.
Νεοπτόλεμος
τόδ᾽ ἐξύπερθε· καὶ στίβου γ᾽ οὐδεὶς κτύπος.
Ὀδυσσεύς
ὅρα καθ᾽ ὕπνον μὴ καταυλισθεὶς κυρεῖ. 30
Νεοπτόλεμος
ὁρῶ κενὴν οἴκησιν ἀνθρώπων δίχα.
Ὀδυσσεύς
οὐδ᾽ ἔνδον οἰκοποιός ἐστί τις τροφή;
Νεοπτόλεμος
στιπτή γε φυλλὰς ὡς ἐναυλίζοντί τῳ.
Ὀδυσσεύς
τὰ δ᾽ ἄλλ᾽ ἔρημα, κοὐδέν ἐσθ᾽ ὑπόστεγον;
Νεοπτόλεμος
αὐτόξυλόν γ᾽ ἔκπωμα, φλαυρουργοῦ τινος 35
τεχνήματ᾽ ἀνδρός, καὶ πυρεῖ᾽ ὁμοῦ τάδε.
Ὀδυσσεύς
κείνου τὸ θησαύρισμα σημαίνεις τόδε.
Νεοπτόλεμος
ἰοὺ ἰού· καὶ ταῦτά γ᾽ ἄλλα θάλπεται
ῥάκη, βαρείας του νοσηλείας πλέα.
Ὀδυσσεύς
ἁνὴρ κατοικεῖ τούσδε τοὺς τόπους σαφῶς, 40
κἄστ᾽ οὐχ ἑκάς που· πῶς γὰρ ἂν νοσῶν ἀνὴρ
κῶλον παλαιᾷ κηρὶ προσβαίη μακράν;
ἀλλ᾽ ἢ ᾽πὶ φορβῆς νόστον ἐξελήλυθεν
ἢ φύλλον εἴ τι νώδυνον κάτοιδέ που.
τὸν οὖν παρόντα πέμψον εἰς κατασκοπήν, 45
μὴ καὶ λάθῃ με προσπεσών· ὡς μᾶλλον ἂν
ἕλοιτό μ᾽ ἢ τοὺς πάντας Ἀργείους λαβεῖν.
Νεοπτόλεμος
ἀλλ᾽ ἔρχεταί τε καὶ φυλάξεται στίβος.
σὺ δ᾽, εἴ τι χρῄζεις, φράζε δευτέρῳ λόγῳ.
Ὀδυσσεύς
Ἀχιλλέως παῖ, δεῖ σ᾽ ἐφ᾽ οἷς ἐλήλυθας 50
γενναῖον εἶναι, μὴ μόνον τῷ σώματι,
ἀλλ᾽ ἤν τι καινὸν ὧν πρὶν οὐκ ἀκήκοας
κλύῃς, ὑπουργεῖν, ὡς ὑπηρέτης πάρει.
Νεοπτόλεμος
τί δῆτ᾽ ἄνωγας;
Ὀδυσσεύς
--τὴν Φιλοκτήτου σε δεῖ
ψυχὴν ὅπως δόλοισιν ἐκκλέψεις λέγων. 55
ὅταν σ᾽ ἐρωτᾷ τίς τε καὶ πόθεν πάρει,
λέγειν, Ἀχιλλέως παῖς· τόδ᾽ οὐχὶ κλεπτέον·
πλεῖς δ᾽ ὡς πρὸς οἶκον, ἐκλιπὼν τὸ ναυτικὸν
στράτευμ᾽ Ἀχαιῶν, ἔχθος ἐχθήρας μέγα,
οἵ σ᾽ ἐν λιταῖς στείλαντες ἐξ οἴκων μολεῖν, 60
μόνην ἔχοντες τήνδ᾽ ἅλωσιν Ἰλίου,
οὐκ ἠξίωσαν τῶν Ἀχιλλείων ὅπλων
ἐλθόντι δοῦναι κυρίως αἰτουμένῳ,
ἀλλ᾽ αὔτ᾽ Ὀδυσσεῖ παρέδοσαν· λέγων ὅσ᾽ ἂν
θέλῃς καθ᾽ ἡμῶν ἔσχατ᾽ ἐσχάτων κακά. 65
τούτῳ γὰρ οὐδέν μ᾽ ἀλγυνεῖς· εἰ δ᾽ ἐργάσει
μὴ ταῦτα, λύπην πᾶσιν Ἀργείοις βαλεῖς.
εἰ γὰρ τὰ τοῦδε τόξα μὴ ληφθήσεται,
οὐκ ἔστι πέρσαι σοι τὸ Δαρδάνου πέδον.
ὡς δ᾽ ἔστ᾽ ἐμοὶ μὲν οὐχί, σοὶ δ᾽ ὁμιλία 70
πρὸς τόνδε πιστὴ καὶ βέβαιος, ἔκμαθε.
σὺ μὲν πέπλευκας οὔτ᾽ ἔνορκος οὐδενὶ
οὔτ᾽ ἐξ ἀνάγκης οὔτε τοῦ πρώτου στόλου·
ἐμοὶ δὲ τούτων οὐδέν ἐστ᾽ ἀρνήσιμον.
ὥστ᾽ εἴ με τόξων ἐγκρατὴς αἰσθήσεται, 75
ὄλωλα καὶ σὲ προσδιαφθερῶ ξυνών.
ἀλλ᾽ αὐτὸ τοῦτο δεῖ σοφισθῆναι, κλοπεὺς
ὅπως γενήσει τῶν ἀνικήτων ὅπλων.
ἔξοιδα, παῖ, φύσει σε μὴ πεφυκότα
τοιαῦτα φωνεῖν μηδὲ τεχνᾶσθαι κακά· 80
ἀλλ᾽ ἡδὺ γάρ τι κτῆμα τῆς νίκης λαβεῖν,
τόλμα· δίκαιοι δ᾽ αὖθις ἐκφανούμεθα.
νῦν δ᾽ εἰς ἀναιδὲς ἡμέρας μέρος βραχὺ
δός μοι σεαυτόν, κᾆτα τὸν λοιπὸν χρόνον
κέκλησο πάντων εὐσεβέστατος βροτῶν. 85
Νεοπτόλεμος
ἐγὼ μὲν οὓς ἂν τῶν λόγων ἀλγῶ κλύων,
Λαερτίου παῖ, τούσδε καὶ πράσσειν στυγῶ·
ἔφυν γὰρ οὐδὲν ἐκ τέχνης πράσσειν κακῆς,
οὔτ᾽ αὐτὸς οὔθ᾽, ὥς φασιν, οὑκφύσας ἐμέ.
ἀλλ᾽ εἴμ᾽ ἑτοῖμος πρὸς βίαν τὸν ἄνδρ᾽ ἄγειν 90
καὶ μὴ δόλοισιν· οὐ γὰρ ἐξ ἑνὸς ποδὸς
ἡμᾶς τοσούσδε πρὸς βίαν χειρώσεται.
πεμφθείς γε μέντοι σοὶ ξυνεργάτης ὀκνῶ
προδότης καλεῖσθαι· βούλομαι δ᾽, ἄναξ, καλῶς
δρῶν ἐξαμαρτεῖν μᾶλλον ἢ νικᾶν κακῶς. 95
Ὀδυσσεύς
ἐσθλοῦ πατρὸς παῖ, καὐτὸς ὢν νέος ποτὲ
γλῶσσαν μὲν ἀργόν, χεῖρα δ᾽ εἶχον ἐργάτιν·
νῦν δ᾽ εἰς ἔλεγχον ἐξιὼν ὁρῶ βροτοῖς
τὴν γλῶσσαν, οὐχὶ τἄργα, πάνθ᾽ ἡγουμένην.
Νεοπτόλεμος
τί μ᾽ οὖν ἄνωγας ἄλλο πλὴν ψευδῆ λέγειν; 100
Ὀδυσσεύς
λέγω σ᾽ ἐγὼ δόλῳ Φιλοκτήτην λαβεῖν.
Νεοπτόλεμος
τί δ᾽ ἐν δόλῳ δεῖ μᾶλλον ἢ πείσαντ᾽ ἄγειν;
Ὀδυσσεύς
οὐ μὴ πίθηται· πρὸς βίαν δ᾽ οὐκ ἂν λάβοις.
Νεοπτόλεμος
οὕτως ἔχει τι δεινὸν ἰσχύος θράσος;
Ὀδυσσεύς
ἰούς γ᾽ ἀφύκτους καὶ προπέμποντας φόνον. 105
Νεοπτόλεμος
οὐκ ἆρ᾽ ἐκείνῳ γ᾽ οὐδὲ προσμῖξαι θρασύ;
Ὀδυσσεύς
οὔ, μὴ δόλῳ λαβόντα γ᾽, ὡς ἐγὼ λέγω.
Νεοπτόλεμος
οὐκ αἰσχρὸν ἡγεῖ δῆτα τὸ ψευδῆ λέγειν;
Ὀδυσσεύς
οὔκ, εἰ τὸ σωθῆναί γε τὸ ψεῦδος φέρει.
Νεοπτόλεμος
πῶς οὖν βλέπων τις ταῦτα τολμήσει λακεῖν; 110
Ὀδυσσεύς
ὅταν τι δρᾷς εἰς κέρδος, οὐκ ὀκνεῖν πρέπει.
Νεοπτόλεμος
κέρδος δ᾽ ἐμοὶ τί τοῦτον ἐς Τροίαν μολεῖν;
Ὀδυσσεύς
αἱρεῖ τὰ τόξα ταῦτα τὴν Τροίαν μόνα.
Νεοπτόλεμος
οὐκ ἆρ᾽ ὁ πέρσων, ὡς ἐφάσκετ᾽, εἴμ᾽ ἐγώ;
Ὀδυσσεύς
οὔτ᾽ ἂν σὺ κείνων χωρὶς οὔτ᾽ ἐκεῖνα σοῦ. 115
Νεοπτόλεμος
θηρατέ᾽ οὖν γίγνοιτ᾽ ἄν, εἴπερ ὧδ᾽ ἔχει.
Ὀδυσσεύς
ὡς τοῦτό γ᾽ ἔρξας δύο φέρει δωρήματα.
Νεοπτόλεμος
ποίω; μαθὼν γὰρ οὐκ ἂν ἀρνοίμην τὸ δρᾶν.
Ὀδυσσεύς
σοφός τ᾽ ἂν αὑτὸς κἀγαθὸς κεκλῇ᾽ ἅμα.
Νεοπτόλεμος
ἴτω· ποήσω, πᾶσαν αἰσχύνην ἀφείς. 120
Ὀδυσσεύς
ἦ μνημονεύεις οὖν ἅ σοι παρῄνεσα;
Νεοπτόλεμος
σάφ᾽ ἴσθ᾽, ἐπείπερ εἰσάπαξ συνῄνεσα.
Ὀδυσσεύς
σὺ μὲν μένων νυν κεῖνον ἐνθάδ᾽ ἐκδέχου,
ἐγὼ δ᾽ ἄπειμι, μὴ κατοπτευθῶ παρών,
καὶ τὸν σκοπὸν πρὸς ναῦν ἀποστελῶ πάλιν. 125
καὶ δεῦρ᾽, ἐάν μοι τοῦ χρόνου δοκῆτέ τι
κατασχολάζειν, αὖθις ἐκπέμψω πάλιν
τοῦτον τὸν αὐτὸν ἄνδρα, ναυκλήρου τρόποις
μορφὴν δολώσας, ὡς ἂν ἀγνοία προσῇ·
οὗ δῆτα, τέκνον, ποικίλως αὐδωμένου 130
δέχου τὰ συμφέροντα τῶν ἀεὶ λόγων.
ἐγὼ δὲ πρὸς ναῦν εἶμι, σοὶ παρεὶς τάδε·
Ἑρμῆς δ᾽ ὁ πέμπων δόλιος ἡγήσαιτο νῷν
Νίκη τ᾽ Ἀθάνα Πολιάς, ἣ σῴζει μ᾽ ἀεί.
Χορός
τί χρὴ τί χρή με, δέσποτ᾽, ἐν ξένᾳ ξένον 135
στέγειν ἢ τί λέγειν πρὸς ἄνδρ᾽ ὑπόπταν;
φράζε μοι. τέχνα γὰρ
τέχνας ἑτέρας προύχει
καὶ γνώμα παρ᾽ ὅτῳ τὸ θεῖον
Διὸς σκῆπτρον ἀνάσσεται. 140
σὲ δ᾽, ὦ τέκνον, τόδ᾽ ἐλήλυθεν
πᾶν κράτος ὠγύγιον· τό μοι ἔννεπε
τί σοι χρεὼν ὑπουργεῖν.
Νεοπτόλεμος
νῦν μέν, ἴσως γὰρ τόπον ἐσχατιαῖς
προσιδεῖν ἐθέλεις ὅντινα κεῖται, 145
δέρκου θαρσῶν· ὁπόταν δὲ μόλῃ
δεινὸς ὁδίτης, τῶνδ᾽ οὑκ μελάθρων
πρὸς ἐμὴν αἰεὶ χεῖρα προχωρῶν
πειρῶ τὸ παρὸν θεραπεύειν.
Χορός
μέλον πάλαι μέλημά μοι λέγεις, ἄναξ, 150
φρουρεῖν ὄμμ᾽ ἐπὶ σῷ μάλιστα καιρῷ·
νῦν δέ μοι λέγ᾽, αὐλὰς
ποίας ἔνεδρος ναίει
καὶ χῶρον τίν᾽ ἔχει. τὸ γάρ μοι
μαθεῖν οὐκ ἀποκαίριον, 155
μὴ προσπεσών με λάθῃ ποθέν·
τίς τόπος ἢ τίς ἕδρα; τίν᾽ ἔχει στίβον,
ἔναυλον ἢ θυραῖον;
Νεοπτόλεμος
οἶκον μὲν ὁρᾷς τόνδ᾽ ἀμφίθυρον
πετρίνης κοίτης. 160
Χορός
ποῦ γὰρ ὁ τλήμων αὐτὸς ἄπεστιν;
Νεοπτόλεμος
δῆλον ἔμοιγ᾽ ὡς φορβῆς χρείᾳ
στίβον ὀγμεύει τῇδε πέλας που.
ταύτην γὰρ ἔχειν βιοτῆς αὐτὸν
λόγος ἐστὶ φύσιν, θηροβολοῦντα 165
πτηνοῖς ἰοῖς στυγερὸν στυγερῶς,
οὐδέ τιν᾽ αὐτῷ
παιῶνα κακῶν ἐπινωμᾶν.
Χορός
οἰκτίρω νιν ἔγωγ᾽, ὅπως,
μή του κηδομένου βροτῶν 170
μηδὲ ξύντροφον ὄμμ᾽ ἔχων,
δύστανος, μόνος ἀεί,
νοσεῖ μὲν νόσον ἀγρίαν,
ἀλύει δ᾽ ἐπὶ παντί τῳ
χρείας ἱσταμένῳ. πῶς ποτε πῶς δύσμορος ἀντέχει; 175
ὦ παλάμαι θεῶν,
ὦ δύστανα γένη βροτῶν,
οἷς μὴ μέτριος αἰών.
οὗτος πρωτογόνων ἴσως 180
οἴκων οὐδενὸς ὕστερος,
πάντων ἄμμορος ἐν βίῳ
κεῖται μοῦνος ἀπ᾽ ἄλλων,
στικτῶν ἢ λασίων μετὰ
θηρῶν, ἔν τ᾽ ὀδύναις ὁμοῦ 185
λιμῷ τ᾽ οἰκτρός, ἀνήκεστα μεριμνήματ᾽ ἔχων· ὀρεί-
α δ᾽ ἀθυρόστομος
Ἀχὼ τηλεφανὴς πικραῖς
οἰμωγαῖς ὑπακούει. 190
Νεοπτόλεμος
οὐδὲν τούτων θαυμαστὸν ἐμοί·
θεῖα γάρ, εἴπερ κἀγώ τι φρονῶ,
καὶ τὰ παθήματα κεῖνα πρὸς αὐτὸν
τῆς ὠμόφρονος Χρύσης ἐπέβη,
καὶ νῦν ἃ πονεῖ δίχα κηδεμόνων, 195
οὐκ ἔσθ᾽ ὡς οὐ θεῶν του μελέτῃ
τοῦ μὴ πρότερον τόνδ᾽ ἐπὶ Τροίᾳ
τεῖναι τὰ θεῶν ἀμάχητα βέλη,
πρὶν ὅδ᾽ ἐξήκοι χρόνος, ᾧ λέγεται
χρῆναί σφ᾽ ὑπὸ τῶνδε δαμῆναι. 200
Χορός
εὔστομ᾽ ἔχε, παῖ.
Νεοπτόλεμος
τί τόδε;
Χορός
--προυφάνη κτύπος,
φωτὸς σύντροφος ὡς τειρομένου του,
ἤ που τῇδ᾽ ἢ τῇδε τόπων.
βάλλει βάλλει μ᾽ ἐτύμα 205
φθογγά του στίβον κατ᾽ ἀνάγκαν
ἕρποντος, οὐδέ με λάθει
βαρεῖα τηλόθεν αὐδὰ τρυσάνωρ· διάσημα γὰρ θρηνεῖ.
Χορός
ἀλλ᾽ ἔχε, τέκνον, 210
Νεοπτόλεμος
λέγ᾽ ὅ τι.
Χορός
--φροντίδας νέας.
ὡς οὐκ ἔξεδρος, ἀλλ᾽ ἔντοπος ἁνήρ,
οὐ μολπὰν σύριγγος ἔχων,
ὡς ποιμὴν ἀγροβότας, ἀλλ᾽ ἤ που πταίων ὑπ᾽ ἀνάγκας 215
βοᾷ τηλωπὸν ἰωάν,
ἢ ναὸς ἄξενον αὐγάζων ὅρμον· προβοᾷ τι γὰρ δεινόν.
Φιλοκτήτης
ἰὼ ξένοι,
τίνες ποτ᾽ ἐς γῆν τήνδε κἀκ ποίας πάτρας 220
κατέσχετ᾽ οὔτ᾽ εὔορμον οὔτ᾽ οἰκουμένην;
ποίας ἂν ὑμᾶς πατρίδος ἢ γένους ποτὲ
τύχοιμ᾽ ἂν εἰπών; σχῆμα μὲν γὰρ Ἑλλάδος
στολῆς ὑπάρχει προσφιλεστάτης ἐμοί·
φωνῆς δ᾽ ἀκοῦσαι βούλομαι· καὶ μή μ᾽ ὄκνῳ 225
δείσαντες ἐκπλαγῆτ᾽ ἀπηγριωμένον,
ἀλλ᾽ οἰκτίσαντες ἄνδρα δύστηνον, μόνον,
ἔρημον ὧδε κἄφιλον κακούμενον,
φωνήσατ᾽, εἴπερ ὡς φίλοι προσήκετε.
ἀλλ᾽ ἀνταμείψασθ᾽· οὐ γὰρ εἰκὸς οὔτ᾽ ἐμὲ 230
ὑμῶν ἁμαρτεῖν τοῦτό γ᾽ οὔθ᾽ ὑμᾶς ἐμοῦ.
Νεοπτόλεμος
ἀλλ᾽, ὦ ξέν᾽, ἴσθι τοῦτο πρῶτον, οὕνεκα
Ἕλληνές ἐσμεν· τοῦτο γὰρ βούλει μαθεῖν.
Φιλοκτήτης
ὦ φίλτατον φώνημα· φεῦ τὸ καὶ λαβεῖν
πρόσφθεγμα τοιοῦδ᾽ ἀνδρὸς ἐν χρόνῳ μακρῷ. 235
τίς σ᾽, ὦ τέκνον, προσέσχε, τίς προσήγαγεν
χρεία; τίς ὁρμή; τίς ἀνέμων ὁ φίλτατος;
γέγωνέ μοι πᾶν τοῦθ᾽, ὅπως εἰδῶ τίς εἶ.
Νεοπτόλεμος
ἐγὼ γένος μέν εἰμι τῆς περιῤῥύτου
Σκύρου· πλέω δ᾽ ἐς οἶκον· αὐδῶμαι δὲ παῖς 240
Ἀχιλλέως, Νεοπτόλεμος. οἶσθα δὴ τὸ πᾶν.
Φιλοκτήτης
ὦ φιλτάτου παῖ πατρός, ὦ φίλης χθονός,
ὦ τοῦ γέροντος θρέμμα Λυκομήδους, τίνι
στόλῳ προσέσχες τήνδε γῆν πόθεν πλέων;
Νεοπτόλεμος
ἐξ Ἰλίου τοι δὴ τανῦν γε ναυστολῶ. 245
Φιλοκτήτης
πῶς εἶπας; οὐ γὰρ δὴ σύ γ᾽ ἦσθα ναυβάτης
ἡμῖν κατ᾽ ἀρχὴν τοῦ πρὸς Ἴλιον στόλου.
Νεοπτόλεμος
ἦ γὰρ μετέσχες καὶ σὺ τοῦδε τοῦ πόνου;
Φιλοκτήτης
ὦ τέκνον, οὐ γὰρ οἶσθά μ᾽ ὅντιν᾽ εἰσορᾷς;
Νεοπτόλεμος
πῶς γὰρ κάτοιδ᾽ ὅν γ᾽ εἶδον οὐδεπώποτε; 250
Φιλοκτήτης
οὐδ᾽ ὄνομ᾽ ἄρ᾽ οὐδὲ τῶν ἐμῶν κακῶν κλέος
ᾔσθου ποτ᾽ οὐδέν, οἷς ἐγὼ διωλλύμην;
Νεοπτόλεμος
ὡς μηδὲν εἰδότ᾽ ἴσθι μ᾽ ὧν ἀνιστορεῖς.
Φιλοκτήτης
ὦ πόλλ᾽ ἐγὼ μοχθηρός, ὦ πικρὸς θεοῖς, 255
οὗ μηδὲ κληδὼν ὧδ᾽ ἔχοντος οἴκαδε
μηδ᾽ Ἑλλάδος γῆς μηδαμοῦ διῆλθέ που.
ἀλλ᾽ οἱ μὲν ἐκβαλόντες ἀνοσίως ἐμὲ
γελῶσι σῖγ᾽ ἔχοντες, ἡ δ᾽ ἐμὴ νόσος
ἀεὶ τέθηλε κἀπὶ μεῖζον ἔρχεται. 260
ὦ τέκνον, ὦ παῖ πατρὸς ἐξ Ἀχιλλέως,
ὅδ᾽ εἴμ᾽ ἐγώ σοι κεῖνος, ὃν κλύεις ἴσως
τῶν Ἡρακλείων ὄντα δεσπότην ὅπλων,
ὁ τοῦ Ποίαντος παῖς Φιλοκτήτης, ὃν οἱ
δισσοὶ στρατηγοὶ χὠ Κεφαλλήνων ἄναξ 265
ἔῤῥιψαν αἰσχρῶς ὧδ᾽ ἔρημον, ἀγρίᾳ
νόσῳ καταφθίνοντα, τῆς ἀνδροφθόρου
πληγέντ᾽ ἐχίδνης ἀγρίῳ χαράγματι·
ξὺν ᾗ μ᾽ ἐκεῖνοι, παῖ, προθέντες ἐνθάδε
ᾤχοντ᾽ ἔρημον, ἡνίκ᾽ ἐκ τῆς ποντίας
Χρύσης κατέσχον δεῦρο ναυβάτῃ στόλῳ. 270
τότ᾽ ἄσμενοί μ᾽ ὡς εἶδον ἐκ πολλοῦ σάλου
εὕδοντ᾽ ἐπ᾽ ἀκτῆς ἐν κατηρεφεῖ πέτρᾳ,
λιπόντες ᾤχονθ᾽, οἷα φωτὶ δυσμόρῳ
ῥάκη προθέντες βαιὰ καί τι καὶ βορᾶς
ἐπωφέλημα σμικρόν, οἷ᾽ αὐτοῖς τύχοι. 275
σὺ δή, τέκνον, ποίαν μ᾽ ἀνάστασιν δοκεῖς
αὐτῶν βεβώτων ἐξ ὕπνου στῆναι τότε;
ποῖ᾽ ἐκδακρῦσαι, ποῖ᾽ ἀποιμῶξαι κακά;
ὁρῶντα μὲν ναῦς, ἃς ἔχων ἐναυστόλουν,
πάσας βεβώσας, ἄνδρα δ᾽ οὐδέν᾽ ἔντοπον, 280
οὐχ ὅστις ἀρκέσειεν οὐδ᾽ ὅστις νόσου
κάμνοντι συλλάβοιτο· πάντα δὲ σκοπῶν
ηὕρισκον οὐδὲν πλὴν ἀνιᾶσθαι παρόν,
τούτου δὲ πολλὴν εὐμάρειαν, ὦ τέκνον.
ὁ μὲν χρόνος δὴ διὰ χρόνου προύβαινέ μοι, 285
κἄδει τι βαιᾷ τῇδ᾽ ὑπὸ στέγῃ μόνον
διακονεῖσθαι. γαστρὶ μὲν τὰ σύμφορα
τόξον τόδ᾽ ἐξηύρισκε, τὰς ὑποπτέρους
βάλλον πελείας· πρὸς δὲ τοῦθ᾽, ὅ μοι βάλοι
νευροσπαδὴς ἄτρακτος, αὐτὸς ἂν τάλας 290
εἰλυόμην, δύστηνον ἐξέλκων πόδα,
πρὸς τοῦτ᾽ ἄν· εἴ τ᾽ ἔδει τι καὶ ποτὸν λαβεῖν,
καί που πάγου χυθέντος, οἷα χείματι,
ξύλον τι θραῦσαι, ταῦτ᾽ ἂν ἐξέρπων τάλας
ἐμηχανώμην· εἶτα πῦρ ἂν οὐ παρῆν, 295
ἀλλ᾽ ἐν πέτροισι πέτρον ἐκτρίβων μόλις
ἔφην᾽ ἄφαντον φῶς, ὃ καὶ σῴζει μ᾽ ἀεί.
οἰκουμένη γὰρ οὖν στέγη πυρὸς μέτα
πάντ᾽ ἐκπορίζει πλὴν τὸ μὴ νοσεῖν ἐμέ.
φέρ᾽, ὦ τέκνον, νῦν καὶ τὸ τῆς νήσου μάθῃς. 300
ταύτῃ πελάζει ναυβάτης οὐδεὶς ἑκών·
οὐ γάρ τις ὅρμος ἔστιν οὐδ᾽ ὅποι πλέων
ἐξεμπολήσει κέρδος ἢ ξενώσεται.
οὐκ ἐνθάδ᾽ οἱ πλοῖ τοῖσι σώφροσιν βροτῶν.
τάχ᾽ οὖν τις ἄκων ἔσχε· πολλὰ γὰρ τάδε 305
ἐν τῷ μακρῷ γένοιτ᾽ ἂν ἀνθρώπων χρόνῳ·
οὗτοί μ᾽, ὅταν μόλωσιν, ὦ τέκνον, λόγοις
ἐλεοῦσι μέν, καί πού τι καὶ βορᾶς μέρος
προσέδοσαν οἰκτίραντες ἤ τινα στολήν·
ἐκεῖνο δ᾽ οὐδείς, ἡνίκ᾽ ἂν μνησθῶ, θέλει, 310
σῶσαί μ᾽ ἐς οἴκους, ἀλλ᾽ ἀπόλλυμαι τάλας
ἔτος τόδ᾽ ἤδη δέκατον ἐν λιμῷ τε καὶ
κακοῖσι βόσκων τὴν ἀδηφάγον νόσον.
τοιαῦτ᾽ Ἀτρεῖδαί μ᾽ ἥ τ᾽ Ὀδυσσέως βία,
ὦ παῖ, δεδράκασ᾽, οἷ᾽ Ὀλύμπιοι θεοὶ 315
δοῖέν ποτ᾽ αὐτοῖς ἀντίποιν᾽ ἐμοῦ παθεῖν.
Χορός
ἔοικα κἀγὼ τοῖς ἀφιγμένοις ἴσα
ξένοις ἐποικτίρειν σε, Ποίαντος τέκνον.
Νεοπτόλεμος
ἐγὼ δὲ καὐτὸς τοῖσδε μάρτυς ἐν λόγοις,
ὡς εἴσ᾽ ἀληθεῖς οἶδα, συντυχὼν κακῶν 320
ἀνδρῶν Ἀτρειδῶν τῆς τ᾽ Ὀδυσσέως βίας.
Φιλοκτήτης
ἦ γάρ τι καὶ σὺ τοῖς πανωλέθροις ἔχεις
ἔγκλημ᾽ Ἀτρείδαις, ὥστε θυμοῦσθαι παθών;
Νεοπτόλεμος
θυμὸν γένοιτο χειρὶ πληρῶσαί ποτε,
ἵν᾽ αἱ Μυκῆναι γνοῖεν ἡ Σπάρτη θ᾽ ὅτι 325
χἠ Σκῦρος ἀνδρῶν ἀλκίμων μήτηρ ἔφυ.
Φιλοκτήτης
εὖ γ᾽, ὦ τέκνον· τίνος γὰρ ὧδε τὸν μέγαν
χόλον κατ᾽ αὐτῶν ἐγκαλῶν ἐλήλυθας;
Νεοπτόλεμος
ὦ παῖ Ποίαντος, ἐξερῶ, μόλις δ᾽ ἐρῶ,
ἅγωγ᾽ ὑπ᾽ αὐτῶν ἐξελωβήθην μολών. 330
ἐπεὶ γὰρ ἔσχε μοῖρ᾽ Ἀχιλλέα θανεῖν,
Φιλοκτήτης
οἴμοι· φράσῃς μοι μὴ πέρα, πρὶν ἂν μάθω
πρῶτον τόδ᾽, ἦ τέθνηχ᾽ ὁ Πηλέως γόνος;
Νεοπτόλεμος
τέθνηκεν, ἀνδρὸς οὐδενός, θεοῦ δ᾽ ὕπο,
τοξευτός, ὡς λέγουσιν, ἐκ Φοίβου δαμείς. 335
Φιλοκτήτης
ἀλλ᾽ εὐγενὴς μὲν ὁ κτανών τε χὠ θανών·
ἀμηχανῶ δὲ πότερον, ὦ τέκνον, τὸ σὸν
πάθημ᾽ ἐλέγχω πρῶτον ἢ κεῖνον στένω.
Νεοπτόλεμος
οἶμαι μὲν ἀρκεῖν σοί γε καὶ τὰ σ᾽, ὦ τάλας,
ἀλγήμαθ᾽, ὥστε μὴ τὰ τῶν πέλας στένειν. 340
Φιλοκτήτης
ὀρθῶς ἔλεξας· τοιγαροῦν τὸ σὸν φράσον
αὖθις πάλιν μοι πρᾶγμ᾽, ὅτῳ σ᾽ ἐνύβρισαν.
Νεοπτόλεμος
ἦλθόν με νηὶ ποικιλοστόλῳ μέτα
δῖός τ᾽ Ὀδυσσεὺς χὠ τροφεὺς τοὐμοῦ πατρός,
λέγοντες, εἴτ᾽ ἀληθὲς εἴτ᾽ ἄρ᾽ οὖν μάτην, 345
ὡς οὐ θέμις γίγνοιτ᾽, ἐπεὶ κατέφθιτο
πατὴρ ἐμός, τὰ πέργαμ᾽ ἄλλον ἤ μ᾽ ἑλεῖν.
ταῦτ᾽, ὦ ξέν᾽, οὕτως ἐννέποντες οὐ πολὺν
χρόνον μ᾽ ἐπέσχον μή με ναυστολεῖν ταχύ,
μάλιστα μὲν δὴ τοῦ θανόντος ἱμέρῳ, 350
ὅπως ἴδοιμ᾽ ἄθαπτον· οὐ γὰρ εἰδόμην·
ἔπειτα μέντοι χὠ λόγος καλὸς προσῆν,
εἰ τἀπὶ Τροίᾳ πέργαμ᾽ αἱρήσοιμ᾽ ἰών.
ἦν δ᾽ ἦμαρ ἤδη δεύτερον πλέοντί μοι,
κἀγὼ πικρὸν Σίγειον οὐρίῳ πλάτῃ 355
κατηγόμην· καί μ᾽ εὐθὺς ἐν κύκλῳ στρατὸς
ἐκβάντα πᾶς ἠσπάζετ᾽, ὀμνύντες βλέπειν
τὸν οὐκέτ᾽ ὄντα ζῶντ᾽ Ἀχιλλέα πάλιν.
κεῖνος μὲν οὖν ἔκειτ᾽· ἐγὼ δ᾽ ὁ δύσμορος
ἐπεὶ ᾽δάκρυσα κεῖνον, οὐ μακρῷ χρόνῳ 360
ἐλθὼν Ἀτρείδας πρὸς φίλους, ὡς εἰκὸς ἦν,
τά θ᾽ ὅπλ᾽ ἀπῄτουν τοῦ πατρὸς τά τ᾽ ἄλλ᾽ ὅσ᾽ ἦν.
οἱ δ᾽ εἶπον, οἴμοι, τλημονέστατον λόγον·
ὦ σπέρμ᾽ Ἀχιλλέως, τἄλλα μὲν πάρεστί σοι
πατρῷ᾽ ἑλέσθαι, τῶν δ᾽ ὅπλων κείνων ἀνὴρ 365
ἄλλος κρατύνει νῦν, ὁ Λαέρτου γόνος.
κἀγὼ δακρύσας εὐθὺς ἐξανίσταμαι
ὀργῇ βαρείᾳ, καὶ καταλγήσας λέγω·
ὦ σχέτλι᾽, ἦ ᾽τολμήσατ᾽ ἀντ᾽ ἐμοῦ τινι
δοῦναι τὰ τεύχη τἀμά, πρὶν μαθεῖν ἐμοῦ; 370
ὁ δ᾽ εἶπ᾽ Ὀδυσσεύς, πλησίον γὰρ ὢν κυρεῖ,
ναί, παῖ, δεδώκασ᾽ ἐνδίκως οὗτοι τάδε·
ἐγὼ γὰρ αὔτ᾽ ἔσωσα κἀκεῖνον παρών.
κἀγὼ χολωθεὶς εὐθὺς ἤρασσον κακοῖς
τοῖς πᾶσιν, οὐδὲν ἐνδεὲς ποιούμενος, 375
εἰ τἀμὰ κεῖνος ὅπλ᾽ ἀφαιρήσοιτό με.
ὁ δ᾽ ἐνθάδ᾽ ἥκων, καίπερ οὐ δύσοργος ὤν,
δηχθεὶς πρὸς ἁξήκουσεν ὧδ᾽ ἠμείψατο·
οὐκ ἦσθ᾽ ἵν᾽ ἡμεῖς, ἀλλ᾽ ἀπῆσθ᾽ ἵν᾽ οὔ σ᾽ ἔδει·
καὶ ταῦτ᾽, ἐπειδὴ καὶ λέγεις θρασυστομῶν, 380
οὐ μήποτ᾽ ἐς τὴν Σκῦρον ἐκπλεύσῃς ἔχων.
τοιαῦτ᾽ ἀκούσας κἀξονειδισθεὶς κακὰ
πλέω πρὸς οἴκους, τῶν ἐμῶν τητώμενος
πρὸς τοῦ κακίστου κἀκ κακῶν Ὀδυσσέως.
κοὐκ αἰτιῶμαι κεῖνον ὡς τοὺς ἐν τέλει· 385
πόλις γάρ ἐστι πᾶσα τῶν ἡγουμένων
στρατός τε σύμπας· οἱ δ᾽ ἀκοσμοῦντες βροτῶν
διδασκάλων λόγοισι γίγνονται κακοί.
λόγος λέλεκται πᾶς· ὁ δ᾽ Ἀτρείδας στυγῶν
ἐμοί θ᾽ ὁμοίως καὶ θεοῖς εἴη φίλος. 390
Χορός
ὀρεστέρα παμβῶτι Γᾶ, μᾶτερ αὐτοῦ Διός,
ἃ τὸν μέγαν Πακτωλὸν εὔχρυσον νέμεις,
σὲ κἀκεῖ, μᾶτερ πότνι᾽, ἐπηυδώμαν, 395
ὅτ᾽ ἐς τόνδ᾽ Ἀτρειδᾶν ὕβρις πᾶσ᾽ ἐχώρει,
ὅτε τὰ πάτρια τεύχεα παρεδίδοσαν,
ἰὼ μάκαιρα ταυροκτόνων 400
λεόντων ἔφεδρε, τῷ Λαρτίου
σέβας ὑπέρτατον.
Φιλοκτήτης
ἔχοντες, ὡς ἔοικε, σύμβολον σαφὲς
λύπης πρὸς ἡμᾶς, ὦ ξένοι, πεπλεύκατε,
καί μοι προσᾴδεθ᾽ ὥστε γιγνώσκειν ὅτι 405
ταῦτ᾽ ἐξ Ἀτρειδῶν ἔργα κἀξ Ὀδυσσέως.
ἔξοιδα γάρ νιν παντὸς ἂν λόγου κακοῦ
γλώσσῃ θιγόντα καὶ πανουργίας, ἀφ᾽ ἧς
μηδὲν δίκαιον ἐς τέλος μέλλοι ποεῖν.
ἀλλ᾽ οὔ τι τοῦτο θαῦμ᾽ ἔμοιγ᾽, ἀλλ᾽ εἰ παρὼν 410
Αἴας ὁ μείζων ταῦθ᾽ ὁρῶν ἠνείχετο.
Νεοπτόλεμος
οὐκ ἦν ἔτι ζῶν, ὦ ξέν᾽· οὐ γὰρ ἄν ποτε
ζῶντός γ᾽ ἐκείνου ταῦτ᾽ ἐσυλήθην ἐγώ.
Φιλοκτήτης
πῶς εἶπας; ἀλλ᾽ ἦ χοὖτος οἴχεται θανών;
Νεοπτόλεμος
ὡς μηκέτ᾽ ὄντα κεῖνον ἐν φάει νόει. 415
Φιλοκτήτης
οἴμοι τάλας. ἀλλ᾽ οὐχ ὁ Τυδέως γόνος
οὐδ᾽ οὑμπολητὸς Σισύφου Λαερτίῳ,
οὐ μὴ θάνωσι· τούσδε γὰρ μὴ ζῆν ἔδει.
Νεοπτόλεμος
οὐ δῆτ᾽· ἐπίστω τοῦτό γ᾽· ἀλλὰ καὶ μέγα
θάλλοντές εἰσι νῦν ἐν Ἀργείων στρατῷ. 420
Φιλοκτήτης
τί δ᾽; οὐ παλαιὸς κἀγαθὸς φίλος τ᾽ ἐμός,
Νέστωρ ὁ Πύλιος, ἔστιν; οὗτος γὰρ τά γε
κείνων κάκ᾽ ἐξήρυκε, βουλεύων σοφά.
Νεοπτόλεμος
κεῖνός γε πράσσει νῦν κακῶς, ἐπεὶ θανὼν
Ἀντίλοχος αὐτῷ φροῦδος, ὃς παρῆν, γόνος. 425
Φιλοκτήτης
οἴμοι, δύ᾽ αὖ τώδ᾽ ἄνδρ᾽ ἔλεξας, οἷν ἐγὼ
ἥκιστ᾽ ἂν ἠθέλησ᾽ ὀλωλότοιν κλύειν.
φεῦ φεῦ· τί δῆτα δεῖ σκοπεῖν, ὅθ᾽ οἵδε μὲν
τεθνᾶσ᾽, Ὀδυσσεὺς δ᾽ ἔστιν αὖ κἀνταῦθ᾽ ἵνα
χρῆν ἀντὶ τούτων αὐτὸν αὐδᾶσθαι νεκρόν; 430
Νεοπτόλεμος
σοφὸς παλαιστὴς κεῖνος· ἀλλὰ χαἰ σοφαὶ
γνῶμαι, Φιλοκτῆτ᾽, ἐμποδίζονται θαμά.
Φιλοκτήτης
φέρ᾽ εἰπὲ πρὸς θεῶν, ποῦ γὰρ ἦν ἐνταῦθά σοι
Πάτροκλος, ὃς σοῦ πατρὸς ἦν τὰ φίλτατα;
Νεοπτόλεμος
χοὖτος τεθνηκὼς ἦν· λόγῳ δέ σ᾽ ἐν βραχεῖ 435
τοῦτ᾽ ἐκδιδάξω· πόλεμος οὐδέν᾽ ἄνδρ᾽ ἑκὼν
αἱρεῖ πονηρόν, ἀλλὰ τοὺς χρηστοὺς ἀεί.
Φιλοκτήτης
ξυμμαρτυρῶ σοι· καὶ κατ᾽ αὐτὸ τοῦτό γε
ἀναξίου μὲν φωτὸς ἐξερήσομαι,
γλώσσῃ δὲ δεινοῦ καὶ σοφοῦ, τί νῦν κυρεῖ. 440
Νεοπτόλεμος
ποίου δὲ τούτου πλήν γ᾽ Ὀδυσσέως ἐρεῖς;
Φιλοκτήτης
οὐ τοῦτον εἶπον, ἀλλὰ Θερσίτης τις ἦν,
ὃς οὐκ ἂν εἵλετ᾽ εἰσάπαξ εἰπεῖν, ὅπου
μηδεὶς ἐῴη· τοῦτον οἶσθ᾽ εἰ ζῶν κυρεῖ;
Νεοπτόλεμος
οὐκ εἶδον αὐτόν, ᾐσθόμην δ᾽ ἔτ᾽ ὄντα νιν. 445
Φιλοκτήτης
ἔμελλ᾽· ἐπεὶ οὐδέν πω κακόν γ᾽ ἀπώλετο,
ἀλλ᾽ εὖ περιστέλλουσιν αὐτὰ δαίμονες,
καί πως τὰ μὲν πανοῦργα καὶ παλιντριβῆ
χαίρουσ᾽ ἀναστρέφοντες ἐξ Ἅιδου, τὰ δὲ
δίκαια καὶ τὰ χρήστ᾽ ἀποστέλλουσ᾽ ἀεί. 450
ποῦ χρὴ τίθεσθαι ταῦτα, ποῦ δ᾽ αἰνεῖν, ὅταν
τὰ θεῖ᾽ ἐπαινῶν τοὺς θεοὺς εὕρω κακούς;
Νεοπτόλεμος
ἐγὼ μέν, ὦ γένεθλον Οἰταίου πατρός,
τὸ λοιπὸν ἤδη τηλόθεν τό τ᾽ Ἴλιον
καὶ τοὺς Ἀτρείδας εἰσορῶν φυλάξομαι· 455
ὅπου δ᾽ ὁ χείρων τἀγαθοῦ μεῖζον σθένει
κἀποφθίνει τὰ χρηστὰ χὠ δειλὸς κρατεῖ,
τούτους ἐγὼ τοὺς ἄνδρας οὐ στέρξω ποτέ·
ἀλλ᾽ ἡ πετραία Σκῦρος ἐξαρκοῦσά μοι
ἔσται τὸ λοιπόν, ὥστε τέρπεσθαι δόμῳ. 460
νῦν δ᾽ εἶμι πρὸς ναῦν· καὶ σύ, Ποίαντος τέκνον,
χαῖρ᾽ ὡς μέγιστα, χαῖρε· καί σε δαίμονες
νόσου μεταστήσειαν, ὡς αὐτὸς θέλεις.
ἡμεῖς δ᾽ ἴωμεν, ὡς ὁπηνίκ᾽ ἂν θεὸς
πλοῦν ἡμὶν εἴκῃ, τηνικαῦθ᾽ ὁρμώμεθα. 465
Φιλοκτήτης
ἤδη, τέκνον, στέλλεσθε;
Νεοπτόλεμος
--καιρὸς γὰρ καλεῖ
πλοῦν μὴ ᾽ξ ἀπόπτου μᾶλλον ἢ ᾽γγύθεν σκοπεῖν.
Φιλοκτήτης
πρός νύν σε πατρὸς πρός τε μητρός, ὦ τέκνον,
πρός τ᾽ εἴ τί σοι κατ᾽ οἶκόν ἐστι προσφιλές,
ἱκέτης ἱκνοῦμαι, μὴ λίπῃς μ᾽ οὕτω μόνον, 470
ἔρημον ἐν κακοῖσι τοῖσδ᾽ οἵοις ὁρᾷς
ὅσοισί τ᾽ ἐξήκουσας ἐνναίοντά με·
ἀλλ᾽ ἐν παρέργῳ θοῦ με. δυσχέρεια μέν,
ἔξοιδα, πολλὴ τοῦδε τοῦ φορήματος·
ὅμως δὲ τλῆθι· τοῖσι γενναίοισί τοι 475
τό τ᾽ αἰσχρὸν ἐχθρὸν καὶ τὸ χρηστὸν εὐκλεές.
σοὶ δ᾽ ἐκλιπόντι τοῦτ᾽ ὄνειδος οὐ καλόν,
δράσαντι δ᾽, ὦ παῖ, πλεῖστον εὐκλείας γέρας,
ἐὰν μόλω ᾽γὼ ζῶν πρὸς Οὐταίαν χθόνα.
ἴθ᾽· ἡμέρας τοι μόχθος οὐχ ὅλης μιᾶς. 480
τόλμησον. ἐμβαλοῦ μ᾽ ὅπῃ θέλεις ἄγων,
εἰς ἀντλίαν, εἰς πρῷραν, εἰς πρύμνην, ὅποι
ἥκιστα μέλλω τοὺς ξυνόντας ἀλγυνεῖν.
νεῦσον, πρὸς αὐτοῦ Ζηνὸς ἱκεσίου, τέκνον,
πείσθητι· προσπίτνω σε γόνασι, καίπερ ὢν 485
ἀκράτωρ ὁ τλήμων, χωλός. ἀλλὰ μή μ᾽ ἀφῇς
ἔρημον οὕτω χωρὶς ἀνθρώπων στίβου,
ἀλλ᾽ ἢ πρὸς οἶκον τὸν σὸν ἔκσωσόν μ᾽ ἄγων
ἢ πρὸς τὰ Χαλκώδοντος Εὐβοίας σταθμά·
κἀκεῖθεν οὔ μοι μακρὸς εἰς Οἴτην στόλος 490
Τραχινίαν τε δειράδ᾽ ἠδ᾽ ἐς εὔροον
Σπερχειὸν ἔσται· πατρί μ᾽ ὡς δείξῃς φίλῳ,
ὃν δὴ παλαιὸν ἐξ ὅτου δέδοικ᾽ ἐγὼ
μή μοι βεβήκῃ. πολλὰ γὰρ τοῖς ἱγμένοις
ἔστελλον αὐτὸν ἱκεσίους πέμπων λιτάς, 495
αὐτόστολον πέμψαντά μ᾽ ἐκσῶσαι δόμους.
ἀλλ᾽ ἢ τέθνηκεν ἢ τὰ τῶν διακόνων,
ὡς εἰκός, οἶμαι, τοὐμὸν ἐν σμικρῷ μέρος
ποιούμενοι τὸν οἴκαδ᾽ ἤπειγον στόλον.
νῦν δ᾽, εἰς σὲ γὰρ πομπόν τε καὐτὸν ἄγγελον 500
ἥκω, σὺ σῶσον, σύ μ᾽ ἐλέησον, εἰσορῶν
ὡς πάντα δεινὰ κἀπικινδύνως βροτοῖς
κεῖται παθεῖν μὲν εὖ, παθεῖν δὲ θάτερα.
χρὴ δ᾽ ἐκτὸς ὄντα πημάτων τὰ δείν᾽ ὁρᾶν,
χὤταν τις εὖ ζῇ, τηνικαῦτα τὸν βίον 505
σκοπεῖν μάλιστα, μὴ διαφθαρεὶς λάθῃ.
Χορός
οἴκτιρ᾽, ἄναξ· πολλῶν ἔλεξεν δυσοίστων πόνων
ἆθλ᾽, οἷα μηδεὶς τῶν ἐμῶν τύχοι φίλων.
εἰ δὲ πικρούς, ἄναξ, ἔχθεις Ἀτρείδας, 510
ἐγὼ μέν, τὸ κείνων κακὸν τῷδε κέρδος
μετατιθέμενος, ἔνθαπερ ἐπιμέμονεν, 515
ἐπ᾽ εὐστόλου ταχείας νεὼς
πορεύσαιμ᾽ ἂν ἐς δόμους, τὰν θεῶν
νέμεσιν ἐκφυγών.
Νεοπτόλεμος
ὅρα σὺ μὴ νῦν μέν τις εὐχερὴς παρῇς,
ὅταν δὲ πλησθῇς τῆς νόσου ξυνουσίᾳ, 520
τότ᾽ οὐκέθ᾽ αὑτὸς τοῖς λόγοις τούτοις φανῇς.
Χορός
ἥκιστα· τοῦτ᾽ οὐκ ἔσθ᾽ ὅπως ποτ᾽ εἰς ἐμὲ
τοὔνειδος ἕξεις ἐνδίκως ὀνειδίσαι.
Νεοπτόλεμος
ἀλλ᾽ αἰσχρὰ μέντοι σοῦ γέ μ᾽ ἐνδεέστερον
ξένῳ φανῆναι πρὸς τὸ καίριον πονεῖν. 525
ἀλλ᾽ εἰ δοκεῖ, πλέωμεν, ὁρμάσθω ταχύς·
χἠ ναῦς γὰρ ἄξει κοὐκ ἀπαρνηθήσεται.
μόνον θεοὶ σῴζοιεν ἔκ τε τῆσδε γῆς
ἡμᾶς ὅποι τ᾽ ἐνθένδε βουλοίμεσθα πλεῖν.
Φιλοκτήτης
ὦ φίλτατον μὲν ἦμαρ, ἥδιστος δ᾽ ἀνήρ, 530
φίλοι δὲ ναῦται, πῶς ἂν ὑμὶν ἐμφανὴς
ἔργῳ γενοίμην, ὥς μ᾽ ἔθεσθε προσφιλῆ;
ἴωμεν, ὦ παῖ, προσκύσαντε τὴν ἔσω
ἄοικον εἰσοίκησιν, ὥς με καὶ μάθῃς
ἀφ᾽ ὧν διέζων ὥς τ᾽ ἔφυν εὐκάρδιος. 535
οἶμαι γὰρ οὐδ᾽ ἂν ὄμμασιν μόνην θέαν
ἄλλον λαβόντα πλὴν ἐμοῦ τλῆναι τάδε·
ἐγὼ δ᾽ ἀνάγκῃ προύμαθον στέργειν κακά.
Χορός
ἐπίσχετον, μάθωμεν· ἄνδρε γὰρ δύο,
ὁ μὲν νεὼς σῆς ναυβάτης, ὁ δ᾽ ἀλλόθρους, 540
χωρεῖτον, ὧν μαθόντες αὖθις εἴσιτον.
Ἔμπορος
Ἀχιλλέως παῖ, τόνδε τὸν ξυνέμπορον,
ὃς ἦν νεὼς σῆς σὺν δυοῖν ἄλλοιν φύλαξ,
ἐκέλευσ᾽ ἐμοί σε ποῦ κυρῶν εἴης φράσαι,
ἐπείπερ ἀντέκυρσα, δοξάζων μὲν οὔ, 545
τύχῃ δέ πως πρὸς ταὐτὸν ὁρμισθεὶς πέδον.
πλέων γὰρ ὡς ναύκληρος οὐ πολλῷ στόλῳ
ἀπ᾽ Ἰλίου πρὸς οἶκον ἐς τὴν εὔβοτρυν
Πεπάρηθον, ὡς ἤκουσα τοὺς ναύτας ὅτι
σοὶ πάντες εἶεν συννεναυστοληκότες, 550
ἔδοξέ μοι μὴ σῖγα, πρὶν φράσαιμί σοι,
τὸν πλοῦν ποεῖσθαι, προστυχόντι τῶν ἴσων.
οὐδὲν σύ που κάτοισθα τῶν σαυτοῦ πέρι,
ἃ τοῖσιν Ἀργείοισιν ἀμφὶ σοῦ νέα
βουλεύματ᾽ ἐστί, κοὐ μόνον βουλεύματα, 555
ἀλλ᾽ ἔργα δρώμεν᾽, οὐκέτ᾽ ἐξαργούμενα.
Νεοπτόλεμος
ἀλλ᾽ ἡ χάρις μὲν τῆς προμηθίας, ξένε,
εἰ μὴ κακὸς πέφυκα, προσφιλὴς μενεῖ·
φράσον δ᾽ ἅπερ, γ᾽ ἔλεξας, ὡς μάθω τί μοι
νεώτερον, βούλευμ᾽ ἀπ᾽ Ἀργείων ἔχεις. 560
Ἔμπορος
φροῦδοι διώκοντές σε ναυτικῷ στόλῳ
φοῖνιξ ὁ πρέσβυς οἵ τε Θησέως κόροι.
Νεοπτόλεμος
ὡς ἐκ βίας μ᾽ ἄξοντες ἢ λόγοις πάλιν;
Ἔμπορος
οὐκ οἶδ᾽· ἀκούσας δ᾽ ἄγγελος πάρειμί σοι.
Νεοπτόλεμος
ἦ ταῦτα δὴ Φοῖνίξ τε χοἰ ξυνναυβάται 565
οὕτω καθ᾽ ὁρμὴν δρῶσιν Ἀτρειδῶν χάριν;
Ἔμπορος
ὡς ταῦτ᾽ ἐπίστω δρώμεν᾽, οὐ μέλλοντ᾽ ἔτι.
Νεοπτόλεμος
πῶς οὖν Ὀδυσσεὺς πρὸς τάδ᾽ οὐκ αὐτάγγελος
πλεῖν ἦν ἕτοιμος; ἢ φόβος τις εἶργέ νιν;
Ἔμπορος
κεῖνός γ᾽ ἐπ᾽ ἄλλον ἄνδρ᾽ ὁ Τυδέως τε παῖς 570
ἔστελλον, ἡνίκ᾽ ἐξανηγόμην ἐγώ.
Νεοπτόλεμος
πρὸς ποῖον αὖ τόνδ᾽ αὐτὸς Οὑδυσσεὺς ἔπλει;
Ἔμπορος
ἦν δή τις--ἀλλὰ τόνδε μοι πρῶτον φράσον
τίς ἐστίν· ἃν λέγῃς δὲ μὴ φώνει μέγα.
Νεοπτόλεμος
ὅδ᾽ ἔσθ᾽ ὁ κλεινός σοι Φιλοκτήτης, ξένε. 575
Ἔμπορος
μή νύν μ᾽ ἔρῃ τὰ πλείον᾽, ἀλλ᾽ ὅσον τάχος
ἔκπλει σεαυτὸν ξυλλαβὼν ἐκ τῆσδε γῆς.
Φιλοκτήτης
τί φησιν, ὦ παῖ; τί με κατὰ σκότον ποτὲ
διεμπολᾷ λόγοισι πρός σ᾽ ὁ ναυβάτης;
Νεοπτόλεμος
οὐκ οἶδά πω τί φησι· δεῖ δ᾽ αὐτὸν λέγειν 580
εἰς φῶς ὃ λέξει, πρὸς σὲ κἀμὲ τούσδε τε.
Ἔμπορος
ὦ σπέρμ᾽ Ἀχιλλέως, μή με διαβάλῃς στρατῷ
λέγονθ᾽ ἃ μὴ δεῖ· πόλλ᾽ ἐγὼ κείνων ὕπο
δρῶν ἀντιπάσχω χρηστά θ᾽, οἷ᾽ ἀνὴρ πένης.
Νεοπτόλεμος
ἐγώ εἰμ᾽ Ἀτρείδαις δυσμενής· οὗτος δέ μοι 585
φίλος μέγιστος, οὕνεκ᾽ Ἀτρείδας στυγεῖ.
δεῖ δή σ᾽ ἔμοιγ᾽ ἐλθόντα προσφιλῆ, λόγων
κρύψαι πρὸς ἡμᾶς μηδέν᾽ ὧν ἀκήκοας.
Ἔμπορος
ὅρα τί ποιεῖς, παῖ.
Νεοπτόλεμος
--σκοπῶ κἀγὼ πάλαι.
Ἔμπορος
σὲ θήσομαι τῶνδ᾽ αἴτιον. 590
Νεοπτόλεμος
--ποιοῦ λέγων.
Ἔμπορος
λέγω. ᾽πὶ τοῦτον ἄνδρε τώδ᾽ ὥπερ κλύεις,
ὁ Τυδέως παῖς ἥ τ᾽ Ὀδυσσέως βία,
διώμοτοι πλέουσιν ἦ μὴν ἢ λόγῳ
πείσαντες ἄξειν ἢ πρὸς ἰσχύος κράτος.
καὶ ταῦτ᾽ Ἀχαιοὶ πάντες ἤκουον σαφῶς 595
Ὀδυσσέως λέγοντος· οὗτος γὰρ πλέον
τὸ θάρσος εἶχε θατέρου δράσειν τάδε.
Νεοπτόλεμος
τίνος δ᾽ Ἀτρεῖδαι τοῦδ᾽ ἄγαν οὕτω χρόνῳ
τοσῷδ᾽ ἐπεστρέφοντο πράγματος χάριν,
ὅν γ᾽ εἶχον ἤδη χρόνιον ἐκβεβληκότες; 600
τίς ὁ πόθος αὐτοὺς ἵκετ᾽; ἢ θεῶν βία
καὶ νέμεσις, οἵπερ ἔργ᾽ ἀμύνουσιν κακά;
Ἔμπορος
ἐγώ σε τοῦτ᾽, ἴσως γὰρ οὐκ ἀκήκοας,
πᾶν ἐκδιδάξω. μάντις ἦν τις εὐγενής,
Πριάμου μὲν υἱός, ὄνομα δ᾽ ὠνομάζετο 605
Ἕλενος, ὃν οὗτος νυκτὸς ἐξελθὼν μόνος,
ὁ πάντ᾽ ἀκούων αἰσχρὰ καὶ λωβήτ᾽ ἔπη
δόλιος Ὀδυσσεὺς εἷλε· δέσμιόν τ᾽ ἄγων
ἔδειξ᾽ Ἀχαιοῖς ἐς μέσον, θήραν καλήν·
ὃς δὴ τά τ᾽ ἄλλ᾽ αὐτοῖσι πάντ᾽ ἐθέσπισεν 610
καὶ τἀπὶ Τροίᾳ πέργαμ᾽ ὡς οὐ μή ποτε
πέρσοιεν, εἰ μὴ τόνδε πείσαντες λόγῳ
ἄγοιντο νήσου τῆσδ᾽ ἐφ᾽ ἧς ναίει τανῦν.
καὶ ταῦθ᾽ ὅπως ἤκουσ᾽ ὁ Λαέρτου τόκος
τὸν μάντιν εἰπόντ᾽, εὐθέως ὑπέσχετο 615
τὸν ἄνδρ᾽ Ἀχαιοῖς τόνδε δηλώσειν ἄγων·
οἴοιτο μὲν μάλισθ᾽ ἑκούσιον λαβών,
εἰ μὴ θέλοι δ᾽, ἄκοντα· καὶ τούτων κάρα
τέμνειν ἐφεῖτο τῷ θέλοντι μὴ τυχών.
ἤκουσας, ὦ παῖ, πάντα· τὸ σπεύδειν δέ σοι 620
καὐτῷ παραινῶ κεἴ τινος κήδει πέρι.
Φιλοκτήτης
οἴμοι τάλας· ἦ κεῖνος, ἡ πᾶσα βλάβη,
ἔμ᾽ εἰς Ἀχαιοὺς ὤμοσεν πείσας στελεῖν;
πεισθήσομαι γὰρ ὧδε κἀξ Ἅιδου θανὼν
πρὸς φῶς ἀνελθεῖν, ὥσπερ οὑκείνου πατήρ. 625
Ἔμπορος
οὐκ οἶδ᾽ ἐγὼ ταῦτ᾽· ἀλλ᾽ ἐγὼ μὲν εἶμ᾽ ἐπὶ
ναῦν, σφῷν δ᾽ ὅπως ἄριστα συμφέροι θεός.
Φιλοκτήτης
οὔκουν τάδ᾽, ὦ παῖ, δεινά, τὸν Λαερτίου
ἔμ᾽ ἐλπίσαι ποτ᾽ ἂν λόγοισι μαλθακοῖς
δεῖξαι νεὼς ἄγοντ᾽ ἐν Ἀργείοις μέσοις; 630
οὔ· θᾶσσον ἂν τῆς πλεῖστον ἐχθίστης ἐμοὶ
κλύοιμ᾽ ἐχίδνης, ἥ μ᾽ ἔθηκεν ὧδ᾽ ἄπουν.
ἀλλ᾽ ἔστ᾽ ἐκείνῳ πάντα λεκτά, πάντα δὲ
τολμητά· καὶ νῦν οἶδ᾽ ὁθούνεχ᾽ ἵξεται.
ἀλλ᾽, ὦ τέκνον, χωρῶμεν, ὡς ἡμᾶς πολὺ 635
πέλαγος ὁρίζῃ τῆς Ὀδυσσέως νεώς.
ἴωμεν· ἥ τοι καίριος σπουδὴ πόνου
λήξαντος ὕπνον κἀνάπαυλαν ἤγαγεν.
Νεοπτόλεμος
οὐκοῦν ἐπειδὰν πνεῦμα τοὐκ πρῴρας ἀνῇ,
τότε στελοῦμεν· νῦν γὰρ ἀντιοστατεῖ. 640
Φιλοκτήτης
ἀεὶ καλὸς πλοῦς ἔσθ᾽, ὅταν φεύγῃς κακά.
Νεοπτόλεμος
οὔκ, ἀλλὰ κἀκείνοισι ταῦτ᾽ ἐναντία.
Φιλοκτήτης
οὐκ ἔστι λῃσταῖς πνεῦμ᾽ ἐναντιούμενον,
ὅταν παρῇ κλέψαι τι χἀρπάσαι βίᾳ.
Νεοπτόλεμος
ἀλλ᾽ εἰ δοκεῖ, χωρῶμεν, ἔνδοθεν λαβὼν 645
ὅτου σε χρεία καὶ πόθος μάλιστ᾽ ἔχει.
Φιλοκτήτης
ἀλλ᾽ ἔστιν ὧν δεῖ, καίπερ οὐ πολλῶν ἄπο.
Νεοπτόλεμος
τί τοῦθ᾽ ὃ μὴ νεώς γε τῆς ἐμῆς ἔπι;
Φιλοκτήτης
φύλλον τί μοι πάρεστιν, ᾧ μάλιστ᾽ ἀεὶ
κοιμῶ τόδ᾽ ἕλκος, ὥστε πραΰνειν πάνυ. 650
Νεοπτόλεμος
ἀλλ᾽ ἔκφερ᾽ αὐτό. τί γὰρ ἔτ᾽ ἄλλ᾽ ἐρᾷς λαβεῖν;
Φιλοκτήτης
εἴ μοί τι τόξων τῶνδ᾽ ἀπημελημένον
παρεῤῥύηκεν, ὡς λίπω μή τῳ λαβεῖν.
Νεοπτόλεμος
ἦ ταῦτα γὰρ τὰ κλεινὰ τόξ᾽ ἃ νῦν ἔχεις;
Φιλοκτήτης
ταῦτ᾽, οὐ γὰρ ἄλλ᾽ ἔστ᾽, ἀλλ᾽ ἃ βαστάζω χεροῖν. 655
Νεοπτόλεμος
ἆρ᾽ ἔστιν ὥστε κἀγγύθεν θέαν λαβεῖν
καὶ βαστάσαι με προσκύσαι θ᾽ ὥσπερ θεόν;
Φιλοκτήτης
σοί γ᾽, ὦ τέκνον, καὶ τοῦτο κἄλλο τῶν ἐμῶν
ὁποῖον ἄν σοι ξυμφέρῃ γενήσεται.
Νεοπτόλεμος
καὶ μὴν ἐρῶ γε, τὸν δ᾽ ἔρωθ᾽ οὕτως ἔχω· 660
εἴ μοι θέμις, θέλοιμ᾽ ἄν· εἰ δὲ μή, πάρες.
Φιλοκτήτης
ὅσιά τε φωνεῖς ἔστι τ᾽, ὦ τέκνον, θέμις,
ὅς γ᾽ ἡλίου τόδ᾽ εἰσορᾶν ἐμοὶ φάος
μόνος δέδωκας, ὃς χθόν᾽ Οἰταίαν ἰδεῖν,
ὃς πατέρα πρέσβυν, ὃς φίλους, ὃς τῶν ἐμῶν 665
ἐχθρῶν μ᾽ ἔνερθεν ὄντ᾽ ἀνέστησας πέρα.
θάρσει, παρέσται ταῦτά σοι καὶ θιγγάνειν
καὶ δόντι δοῦναι κἀξεπεύξασθαι βροτῶν
ἀρετῆς ἕκατι τῶνδ᾽ ἐπιψαῦσαι μόνον·
εὐεργετῶν γὰρ καὐτὸς αὔτ᾽ ἐκτησάμην. 670
Νεοπτόλεμος
οὐκ ἄχθομαί σ᾽ ἰδών τε καὶ λαβὼν φίλον·
ὅστις γὰρ εὖ δρᾶν εὖ παθὼν ἐπίσταται,
παντὸς γένοιτ᾽ ἂν κτήματος κρείσσων φίλος.
χωροῖς ἂν εἴσω.
Φιλοκτήτης
--καὶ σέ γ᾽ εἰσάξω· τὸ γὰρ
νοσοῦν ποθεῖ σε ξυμπαραστάτην λαβεῖν. 675
Χορός
λόγῳ μὲν ἐξήκουσ᾽, ὄπωπα δ᾽ οὐ μάλα,
τὸν πελάταν λέκτρων ποτὲ τῶν Διὸς
κατὰ δρομάδ᾽ ἄμπυκα δέσμιον ὡς ἔβαλεν παγκρατὴς Κρόνου παῖς· 680
ἄλλον δ᾽ οὔτιν᾽ ἔγωγ᾽ οἶδα κλύων οὐδ᾽ ἐσιδὼν μοίρᾳ
τοῦδ᾽ ἐχθίονι συντυχόντα
θνατῶν, ὃς οὔτ᾽ ἔρξας τιν᾽ οὔ τι νοσφίσας,
ἀλλ᾽ ἴσος ὢν ἴσοις ἀνήρ, 685
ὤλλυθ᾽ ὧδ᾽ ἀναξίως.
τόδε τοι θαῦμά μ᾽ ἔχει,
πῶς ποτε πῶς ποτ᾽ ἀμφιπλάκτων ῥοθίων μόνος κλύων,
πῶς ἄρα πανδάκρυτον οὕτω βιοτὰν κατέσχεν· 690
ἵν᾽ αὐτὸς ἦν πρόσουρος, οὐκ ἔχων βάσιν,
οὐδέ τιν᾽ ἐγχώρων κακογείτονα,
παρ᾽ ᾧ στόνον ἀντίτυπον βαρυβρῶτ᾽ ἀποκλαύσειεν αἱματηρόν·
ὃς τὰν θερμοτάταν αἱμάδα κηκιομέναν ἑλκέων 696
ἐνθήρου ποδὸς ἠπίοισι
φύλλοις κατευνάσειεν, εἴ τις ἐμπέσοι,
φορβάδος ἐκ γαίας ἑλών· 700
εἷρπε γὰρ ἄλλοτ᾽ ἀλλαχᾷ
τότ᾽ ἂν εἰλυόμενος
παῖς ἄτερ ὡς φίλας τιθήνας ὅθεν εὐμάρει᾽ ὑπάρ-
χοι πόρου, ἁνίκ᾽ ἐξανείη δακέθυμος ἄτα· 705
οὐ φορβὰν ἱερᾶς γᾶς σπόρον, οὐκ ἄλλων
αἴρων τῶν νεμόμεσθ᾽ ἀνέρες ἀλφησταί,
πλὴν ἐξ ὠκυβόλων εἴ ποτε τόξων 710
πτανοῖς ἰοῖς ἀνύσειε γαστρὶ φορβάν.
ὦ μελέα ψυχά,
ὃς μηδ᾽ οἰνοχύτου πώματος ἥσθη δεκέτει χρόνῳ,
λεύσσων δ᾽ ὅπου γνοίη στατὸν εἰς ὕδωρ, 716
ἀεὶ προσενώμα.
νῦν δ᾽ ἀνδρῶν ἀγαθῶν παιδὸς ὑπαντήσας
εὐδαίμων ἀνύσει καὶ μέγας ἐκ κείνων· 720
ὅς νιν ποντοπόρῳ δούρατι, πλήθει
πολλῶν μηνῶν, πατρίαν ἄγει πρὸς αὐλὰν
Μαλιάδων νυμφᾶν 725
Σπερχειοῦ τε παρ᾽ ὄχθας, ἵν᾽ ὁ χάλκασπις ἀνὴρ θεοῖς
πλάθει πατρὸς θείῳ πυρὶ παμφαής,
Οἴτας ὑπὲρ ὄχθων.
Νεοπτόλεμος
ἕρπ᾽, εἰ θέλεις. τί δή ποθ᾽ ὧδ᾽ ἐξ οὐδενὸς 730
λόγου σιωπᾷς κἀπόπληκτος ὧδ᾽ ἔχει;
Φιλοκτήτης
ἀᾶ, ἀᾶ.
Νεοπτόλεμος
τί δ᾽ ἔστιν;
Φιλοκτήτης
--οὐδὲν δεινόν· ἀλλ᾽ ἴθ᾽, ὦ τέκνον.
Νεοπτόλεμος
μῶν ἄλγος ἴσχεις τῆς παρεστώσης νόσου;
Φιλοκτήτης
οὐ δῆτ᾽ ἔγωγ᾽, ἀλλ᾽ ἄρτι κουφίζειν δοκῶ. 735
ὦ θεοί.
Νεοπτόλεμος
τί τοὺς θεοὺς ὧδ᾽ ἀναστένων καλεῖς;
Φιλοκτήτης
σωτῆρας αὐτοὺς ἠπίους θ᾽ ἡμῖν μολεῖν.
ἀᾶ, ἀᾶ.
Νεοπτόλεμος
τί ποτε πέπονθας; οὐκ ἐρεῖς, ἀλλ᾽ ὧδ᾽ ἔσει 740
σιγηλός; ἐν κακῷ δέ τῳ φαίνει κυρῶν.
Φιλοκτήτης
ἀπόλωλα, τέκνον, κοὐ δυνήσομαι κακὸν
κρύψαι παρ᾽ ὑμῖν, ἀτταταῖ· διέρχεται
διέρχεται. δύστηνος, ὦ τάλας ἐγώ.
ἀπόλωλα, τέκνον· βρύκομαι, τέκνον· παπαῖ, 745
ἀπαππαπαῖ, παπαππαπαππαπαππαπαῖ.
πρὸς θεῶν, πρόχειρον εἴ τί σοι, τέκνον, πάρα
ξίφος χεροῖν, πάταξον εἰς ἄκρον πόδα·
ἀπάμησον ὡς τάχιστα· μὴ φείσῃ βίου.
ἴθ᾽, ὦ παῖ. 750
Νεοπτόλεμος
τί δ᾽ ἔστιν οὕτω νεοχμὸν ἐξαίφνης, ὅτου
τοσήνδ᾽ ἰυγὴν καὶ στόνον σαυτοῦ ποεῖ;
Φιλοκτήτης
οἶσθ᾽, ὦ τέκνον;
Νεοπτόλεμος
τί δ᾽ ἔστιν;
Φιλοκτήτης
οἶσθ᾽, ὦ παῖ;
Νεοπτόλεμος
--τί σοί;
οὐκ οἶδα.
Φιλοκτήτης
--πῶς οὐκ οἶσθα; παππαπαππαπαῖ.
Νεοπτόλεμος
δεινόν γε τοὐπίσαγμα τοῦ νοσήματος. 755
Φιλοκτήτης
δεινὸν γὰρ οὐδὲ ῥητόν· ἀλλ᾽ οἴκτιρέ με.
Νεοπτόλεμος
τί δῆτα δράσω;
Φιλοκτήτης
--μή με ταρβήσας προδῷς·
ἥκει γὰρ αὕτη διὰ χρόνου πλάνοις ἴσως
ὡς ἐξεπλήσθη.
Νεοπτόλεμος
--ἰὼ ἰὼ δύστηνε σύ,
δύστηνε δῆτα διὰ πόνων πάντων φανείς. 760
βούλει λάβωμαι δῆτα καὶ θίγω τί σου;
Φιλοκτήτης
μὴ δῆτα τοῦτό γ᾽· ἀλλά μοι τὰ τόξ᾽ ἑλὼν
τάδ᾽, ὥσπερ ᾐτοῦ μ᾽ ἀρτίως, ἕως ἀνῇ
τὸ πῆμα τοῦτο τῆς νόσου τὸ νῦν παρόν, 765
σῷζ᾽ αὐτὰ καὶ φύλασσε. λαμβάνει γὰρ οὖν
ὕπνος μ᾽, ὅταν περ τὸ κακὸν ἐξίῃ τόδε·
κοὐκ ἔστι λῆξαι πρότερον· ἀλλ᾽ ἐᾶν χρεὼν
ἕκηλον εὕδειν. ἢν δὲ τῷδε τῷ χρόνῳ
μόλωσ᾽ ἐκεῖνοι, πρὸς θεῶν ἐφίεμαι 770
ἑκόντα μηδ᾽ ἄκοντα μηδέ τῳ τέχνῃ
κείνοις μεθεῖναι ταῦτα, μὴ σαυτόν θ᾽ ἅμα
κἄμ᾽, ὄντα σαυτοῦ πρόστροπον, κτείνας γένῃ.
Νεοπτόλεμος
θάρσει προνοίας οὕνεκ᾽· οὐ δοθήσεται
πλὴν σοί τε κἀμοί· ξὺν τύχῃ δὲ πρόσφερε. 775
Φιλοκτήτης
ἰδοὺ δέχου, παῖ· τὸν φθόνον δὲ πρόσκυσον
μή σοι γενέσθαι πολύπον᾽ αὐτὰ μηδ᾽ ὅπως
ἐμοί τε καὶ τῷ πρόσθ᾽ ἐμοῦ κεκτημένῳ.
Νεοπτόλεμος
ὦ θεοί, γένοιτο ταῦτα νῷν· γένοιτο δὲ
πλοῦς οὔριός τε κεὐσταλὴς ὅποι ποτὲ 780
θεὸς δικαιοῖ χὠ στόλος πορσύνεται.
Φιλοκτήτης
ἀλλ᾽ οὖν δέδοικα μὴ ἀτέλεστ᾽ εὔχῃ, τέκνον.
στάζει γὰρ αὖ μοι φοίνιον τόδ᾽ ἐκ βυθοῦ
κηκῖον αἷμα, καί τι προσδοκῶ νέον.
παπαῖ, φεῦ. 785
παπαῖ μάλ᾽, ὦ πούς, οἷά μ᾽ ἐργάσει κακά.
προσέρπει,
προσέρχεται τόδ᾽ ἐγγύς. οἴμοι μοι τάλας.
ἔχετε τὸ πρᾶγμα· μὴ φύγητε μηδαμῇ.
ἀτταταῖ. 790
ὦ ξένε Κεφαλλήν, εἴθε σου διαμπερὲς
στέρνων ἔχοιτ᾽ ἄλγησις ἥδε. φεῦ, παπαῖ,
παπαῖ μάλ᾽ αὖθις. ὦ διπλοῖ στρατηλάται,
Ἀγάμεμνον, ὦ Μενέλαε, πῶς ἂν ἀντ᾽ ἐμοῦ
τὸν ἴσον χρόνον τρέφοιτε τήνδε τὴν νόσον; 795
ἰώ μοι.
ὦ Θάνατε Θάνατε, πῶς ἀεὶ καλούμενος
οὕτω κατ᾽ ἦμαρ, οὐ δύνᾳ μολεῖν ποτε;
ὦ τέκνον ὦ γενναῖον, ἀλλὰ συλλαβὼν
τῷ Λημνίῳ τῷδ᾽ ἀνακαλουμένῳ πυρὶ 800
ἔμπρησον, ὦ γενναῖε· κἀγώ τοί ποτε
τὸν τοῦ Διὸς παῖδ᾽ ἀντὶ τῶνδε τῶν ὅπλων,
ἃ νῦν σὺ σῴζεις, τοῦτ᾽ ἐπηξίωσα δρᾶν.
τί φής, παῖ;
τί φής; τί σιγᾷς; ποῦ ποτ᾽ ὤν, τέκνον, κυρεῖς; 805
Νεοπτόλεμος
ἀλγῶ πάλαι δὴ τἀπὶ σοὶ στένων κακά.
Φιλοκτήτης
ἀλλ᾽, ὦ τέκνον, καὶ θάρσος ἴσχ᾽· ὡς ἥδε μοι
ὀξεῖα φοιτᾷ καὶ ταχεῖ᾽ ἀπέρχεται.
ἀλλ᾽ ἀντιάζω, μή με καταλίπῃς μόνον.
Νεοπτόλεμος
θάρσει, μενοῦμεν. 810
Φιλοκτήτης
ἦ μενεῖς;
Νεοπτόλεμος
--σαφῶς φρόνει.
Φιλοκτήτης
οὐ μήν σ᾽ ἔνορκόν γ᾽ ἀξιῶ θέσθαι, τέκνον.
Νεοπτόλεμος
ὡς οὐ θέμις γ᾽ ἐμοὔστι σοῦ μολεῖν ἄτερ.
Φιλοκτήτης
ἔμβαλλε χειρὸς πίστιν.
Νεοπτόλεμος
--ἐμβάλλω μενεῖν.
Φιλοκτήτης
ἐκεῖσε νῦν μ᾽, ἐκεῖσε
Νεοπτόλεμος
ποῖ λέγεις;
Φιλοκτήτης
--ἄνω
Νεοπτόλεμος
τί παραφρονεῖς αὖ; τί τὸν ἄνω λεύσσεις κύκλον; 815
Φιλοκτήτης
μέθες μέθες με.
Νεοπτόλεμος
ποῖ μεθῶ;
Φιλοκτήτης
--μέθες ποτέ.
Νεοπτόλεμος
οὔ φημ᾽ ἐάσειν.
Φιλοκτήτης
--ἀπό μ᾽ ὀλεῖς, ἢν προσθίγῃς.
Νεοπτόλεμος
καὶ δὴ μεθίημ᾽, εἴ τι δὴ πλέον φρονεῖς.
Φιλοκτήτης
ὦ γαῖα, δέξαι θανάσιμόν μ᾽ ὅπως ἔχω
τὸ γὰρ κακὸν τόδ᾽ οὐκέτ᾽ ὀρθοῦσθαί μ᾽ ἐᾷ. 820
Νεοπτόλεμος
τὸν ἄνδρ᾽ ἔοικεν ὕπνος οὐ μακροῦ χρόνου
ἕξειν· κάρα γὰρ ὑπτιάζεται τόδε·
ἱδρώς γέ τοί νιν πᾶν καταστάζει δέμας,
μέλαινά τ᾽ ἄκρου τις παρέῤῥωγεν ποδὸς
αἱμοῤῥαγὴς φλέψ. ἀλλ᾽ ἐάσωμεν, φίλοι, 825
ἕκηλον αὐτόν, ὡς ἂν εἰς ὕπνον πέσῃ.
Χορός
Ὕπν᾽ ὀδύνας ἀδαής, Ὕπνε δ᾽ ἀλγέων,
εὐαὲς ἡμῖν ἔλθοις,
εὐαίων εὐαίων, ὦναξ·
ὄμμασι δ᾽ ἀντίσχοις 830
τάνδ᾽ αἴγλαν, ἃ τέταται τανῦν.
ἴθι ἴθι μοι παιών.
ὦ τέκνον, ὅρα ποῦ στάσει,
ποῖ δέ μοι τἀνθένδε βάσει,
φροντίδος. ὁρᾷς ἤδη. 835
πρὸς τί μενοῦμεν πράσσειν;
καιρός τοι πάντων γνώμαν ἴσχων
πολύ τι πολὺ παρὰ πόδα κράτος ἄρνυται.
Νεοπτόλεμος
ἀλλ᾽ ὅδε μὲν κλύει οὐδέν, ἐγὼ δ᾽ ὁρῶ οὕνεκα θήραν
τήνδ᾽ ἁλίως ἔχομεν τόξων, δίχα τοῦδε πλέοντες. 840
τοῦδε γὰρ ὁ στέφανος, τοῦτον θεὸς εἶπε κομίζειν.
κομπεῖν δ᾽ ἔστ᾽ ἀτελῆ σὺν ψεύδεσιν αἰσχρὸν ὄνειδος.
Χορός
ἀλλά, τέκνον, τάδε μὲν θεὸς ὄψεται·
ὧν δ᾽ ἂν ἀμείβῃ μ᾽ αὖθις,
βαιάν μοι, βαιάν, ὦ τέκνον, 845
πέμπε λόγων φάμαν·
ὡς πάντων ἐν νόσῳ εὐδρακὴς
ὕπνος ἄϋπνος λεύσσειν.
ἀλλ᾽ ὅτι δύνᾳ μάκιστον
κεῖνο δή μοι κεῖνο λάθρᾳ 850
ἐξιδοῦ ὅπᾳ πράξεις.
οἶσθα γὰρ ἃν αὐδῶμαι,
εἰ ταύταν τούτων γνώμαν ἴσχεις,
μάλα τοι ἄπορα πυκινοῖς ἐνιδεῖν πάθη.
οὖρός τοι, τέκνον, οὖρος· 855
ἁνὴρ δ᾽ ἀνόμματος οὐδ᾽ ἔχων
ἀρωγὰν ἐκτέταται νύχιος,
(ἀλεὴς ὕπνος ἐσθλός, )
οὐ χερός, οὐ ποδός, οὔ τινος ἄρχων, 860
ἀλλά τις ὡς Ἀΐδᾳ παρακείμενος.
ὅρα, βλέπ᾽ εἰ καίρια
φθέγγει· τὸ δ᾽ ἁλώσιμον
ἐμᾷ φροντίδι, παῖ, 863β
πόνος ὁ μὴ φοβῶν κράτιστος.
Νεοπτόλεμος
σιγᾶν κελεύω μηδ᾽ ἀφεστάναι φρενῶν· 865
κινεῖ γὰρ ἁνὴρ ὄμμα κἀνάγει κάρα.
Φιλοκτήτης
ὦ φέγγος ὕπνου διάδοχον τό τ᾽ ἐλπίδων
ἄπιστον οἰκούρημα τῶνδε τῶν ξένων.
οὐ γάρ ποτ᾽, ὦ παῖ, τοῦτ᾽ ἂν ἐξηύχησ᾽ ἐγώ,
τλῆναί σ᾽ ἐλεινῶς ὧδε τἀμὰ πήματα 870
μεῖναι παρόντα καὶ ξυνωφελοῦντά μοι.
οὔκουν Ἀτρεῖδαι τοῦτ᾽ ἔτλησαν εὐφόρως
οὕτως ἐνεγκεῖν, ἁγαθοὶ στρατηλάται.
ἀλλ᾽ εὐγενὴς γὰρ ἡ φύσις κἀξ εὐγενῶν,
ὦ τέκνον, ἡ σή, πάντα ταῦτ᾽ ἐν εὐχερεῖ 875
ἔθου, βοῆς τε καὶ δυσοσμίας γέμων.
καὶ νῦν ἐπειδὴ τοῦδε τοῦ κακοῦ δοκεῖ
λήθη τις εἶναι κἀνάπαυλα δή, τέκνον,
σύ μ᾽ αὐτὸς ἆρον, σύ με κατάστησον, τέκνον,
ἵν᾽, ἡνίκ᾽ ἂν κόπος μ᾽ ἀπαλλάξῃ ποτέ, 880
ὁρμώμεθ᾽ ἐς ναῦν μηδ᾽ ἐπίσχωμεν τὸ πλεῖν.
Νεοπτόλεμος
ἀλλ᾽ ἥδομαι μέν σ᾽ εἰσιδὼν παρ᾽ ἐλπίδα
ἀνώδυνον βλέποντα κἀμπνέοντ᾽ ἔτι·
ὡς οὐκέτ᾽ ὄντος γὰρ τὰ συμβόλαιά σου
πρὸς τὰς παρούσας ξυμφορὰς ἐφαίνετο. 885
νῦν δ᾽ αἶρε σαυτόν· εἰ δέ σοι μᾶλλον φίλον,
οἴσουσί σ᾽ οἵδε· τοῦ πόνου γὰρ οὐκ ὄκνος,
ἐπείπερ οὕτω σοί τ᾽ ἔδοξ᾽ ἐμοί τε δρᾶν.
Φιλοκτήτης
αἰνῶ τάδ᾽, ὦ παῖ, καί μ᾽ ἔπαιρ᾽, ὥσπερ νοεῖς·
τούτους δ᾽ ἔασον, μὴ βαρυνθῶσιν κακῇ 890
ὀσμῇ πρὸ τοῦ δέοντος· οὑπὶ νηὶ γὰρ
ἅλις πόνος τούτοισι συνναίειν ἐμοί.
Νεοπτόλεμος
ἔσται τάδ᾽· ἀλλ᾽ ἵστω τε καὐτὸς ἀντέχου.
Φιλοκτήτης
θάρσει· τό τοι σύνηθες ὀρθώσει μ᾽ ἔθος.
Νεοπτόλεμος
παπαῖ· τί δῆτ᾽ ἂν δρῷμ᾽ ἐγὼ τοὐνθένδε γε; 895
Φιλοκτήτης
τί δ᾽ ἔστιν, ὦ παῖ; ποῖ ποτ᾽ ἐξέβης λόγῳ;
Νεοπτόλεμος
οὐκ οἶδ᾽ ὅποι χρὴ τἄπορον τρέπειν ἔπος.
Φιλοκτήτης
ἀπορεῖς δὲ τοῦ σύ; μὴ λέγ᾽, ὦ τέκνον, τάδε.
Νεοπτόλεμος
ἀλλ᾽ ἐνθάδ᾽ ἤδη τοῦδε τοῦ πάθους κυρῶ.
Φιλοκτήτης
οὐ δή σε δυσχέρεια τοῦ νοσήματος 900
ἔπεισεν ὥστε μή μ᾽ ἄγειν ναύτην ἔτι;
Νεοπτόλεμος
ἅπαντα δυσχέρεια, τὴν αὑτοῦ φύσιν
ὅταν λιπών τις δρᾷ τὰ μὴ προσεικότα.
Φιλοκτήτης
ἀλλ᾽ οὐδὲν ἔξω τοῦ φυτεύσαντος σύ γε
δρᾷς οὐδὲ φωνεῖς, ἐσθλὸν ἄνδρ᾽ ἐπωφελῶν. 905
Νεοπτόλεμος
αἰσχρὸς φανοῦμαι· τοῦτ᾽ ἀνιῶμαι πάλαι.
Φιλοκτήτης
οὔκουν ἐν οἷς γε δρᾷς· ἐν οἷς δ᾽ αὐδᾷς ὀκνῶ.
Νεοπτόλεμος
ὦ Ζεῦ, τί δράσω; δεύτερον ληφθῶ κακός,
κρύπτων θ᾽ ἃ μὴ δεῖ καὶ λέγων αἴσχιστ᾽ ἐπῶν;
Φιλοκτήτης
ἁνὴρ ὅδ᾽, εἰ μὴ ᾽γὼ κακὸς γνώμων ἔφυν, 910
προδούς μ᾽ ἔοικε κἀκλιπὼν τὸν πλοῦν στελεῖν.
Νεοπτόλεμος
λιπὼν μὲν οὐκ ἔγωγε· λυπηρῶς δὲ μὴ
πέμπω σε μᾶλλον, τοῦτ᾽ ἀνιῶμαι πάλαι.
Φιλοκτήτης
τί ποτε λέγεις, ὦ τέκνον; ὡς οὐ μανθάνω.
Νεοπτόλεμος
οὐδέν σε κρύψω· δεῖ γὰρ ἐς Τροίαν σε πλεῖν 915
πρὸς τοὺς Ἀχαιοὺς καὶ τὸν Ἀτρειδῶν στόλον.
Φιλοκτήτης
οἴμοι, τί εἶπας;
Νεοπτόλεμος
--μὴ στέναζε, πρὶν μάθῃς.
Φιλοκτήτης
ποῖον μάθημα; τί με νοεῖς δρᾶσαί ποτε;
Νεοπτόλεμος
σῶσαι κακοῦ μὲν πρῶτα τοῦδ᾽, ἔπειτα δὲ
ξὺν σοὶ τὰ Τροίας πεδία πορθῆσαι μολών. 920
Φιλοκτήτης
καὶ ταῦτ᾽ ἀληθῆ δρᾶν νοεῖς;
Νεοπτόλεμος
--πολλὴ κρατεῖ
τούτων ἀνάγκη, καὶ σὺ μὴ θυμοῦ κλύων.
Φιλοκτήτης
ἀπόλωλα τλήμων, προδέδομαι. τί μ᾽, ὦ ξένε,
δέδρακας; ἀπόδος ὡς τάχος τὰ τόξα μοι.
Νεοπτόλεμος
ἀλλ᾽ οὐχ οἷόν τε· τῶν γὰρ ἐν τέλει κλύειν 925
τό τ᾽ ἔνδικόν με καὶ τὸ συμφέρον ποεῖ.
Φιλοκτήτης
ὦ πῦρ σὺ καὶ πᾶν δεῖμα καὶ πανουργίας
δεινῆς τέχνημ᾽ ἔχθιστον, οἷά μ᾽ εἰργάσω,
οἷ᾽ ἠπάτηκας· οὐδ᾽ ἐπαισχύνει μ᾽ ὁρῶν
τὸν προστρόπαιον, τὸν ἱκέτην, ὦ σχέτλιε; 930
ἀπεστέρηκας τὸν βίον τὰ τόξ᾽ ἑλών.
ἀπόδος, ἱκνοῦμαί σ᾽, ἀπόδος, ἱκετεύω, τέκνον·
πρὸς θεῶν πατρῴων, τὸν βίον με μὴ ἀφέλῃ.
ὤμοι τάλας. ἀλλ᾽ οὐδὲ προσφωνεῖ μ᾽ ἔτι,
ἀλλ᾽ ὡς μεθήσων μήποθ᾽, ὧδ᾽ ὁρᾷ πάλιν. 935
ὦ λιμένες, ὦ προβλῆτες, ὦ ξυνουσίαι
θηρῶν ὀρείων, ὦ καταῤῥῶγες πέτραι,
ὑμῖν τάδ᾽, οὐ γὰρ ἄλλον οἶδ᾽ ὅτῳ λέγω,
ἀνακλαίομαι παροῦσι τοῖς εἰωθόσιν,
οἷ᾽ ἔργ᾽ ὁ παῖς μ᾽ ἔδρασεν οὑξ Ἀχιλλέως· 940
ὀμόσας ἀπάξειν οἴκαδ᾽, ἐς Τροίαν μ᾽ ἄγει·
προσθείς τε χεῖρα δεξιάν, τὰ τόξα μου
ἱερὰ λαβὼν τοῦ Ζηνὸς Ἡρακλέους ἔχει,
καὶ τοῖσιν Ἀργείοισι φήνασθαι θέλει·
ὡς ἄνδρ᾽ ἑλὼν ἰσχυρόν ἐκ βίας μ᾽ ἄγει, 945
κοὐκ οἶδ᾽ ἐναίρων νεκρὸν ἢ καπνοῦ σκιάν,
εἴδωλον ἄλλως· οὐ γὰρ ἂν σθένοντά γε
εἷλέν μ᾽· ἐπεὶ οὐδ᾽ ἂν ὧδ᾽ ἔχοντ᾽, εἰ μὴ δόλῳ.
νῦν δ᾽ ἠπάτημαι δύσμορος. τί χρή με δρᾶν;
ἀλλ᾽ ἀπόδος, ἀλλὰ νῦν ἔτ᾽ ἐν σαυτῷ γενοῦ. 950
τί φής; σιωπᾷς; οὐδέν εἰμ᾽ ὁ δύσμορος.
ὦ σχῆμα πέτρας δίπυλον, αὖθις αὖ πάλιν
εἴσειμι πρὸς σὲ ψιλός, οὐκ ἔχων τροφήν·
ἀλλ᾽ αὐανοῦμαι τῷδ᾽ ἐν αὐλίῳ μόνος,
οὐ πτηνὸν ὄρνιν οὐδὲ θῆρ᾽ ὀρειβάτην 955
τόξοις ἐναίρων τοισίδ᾽, ἀλλ᾽ αὐτὸς τάλας
θανὼν παρέξω δαῖθ᾽ ὑφ᾽ ὧν ἐφερβόμην,
καί μ᾽ οὓς ἐθήρων πρόσθε θηράσουσι νῦν·
φόνον φόνου δὲ ῥύσιον τίσω τάλας
πρὸς τοῦ δοκοῦντος οὐδὲν εἰδέναι κακόν. 960
ὄλοιο--μή πω, πρὶν μάθοιμ᾽ εἰ καὶ πάλιν
γνώμην μετοίσεις· εἰ δὲ μή, θάνοις κακῶς.
Χορός
τί δρῶμεν; ἐν σοὶ καὶ τὸ πλεῖν ἡμᾶς, ἄναξ,
ἤδη ᾽στὶ καὶ τοῖς τοῦδε προσχωρεῖν λόγοις.
Νεοπτόλεμος
ἐμοὶ μὲν οἶκτος δεινὸς ἐμπέπτωκέ τις 965
τοῦδ᾽ ἀνδρὸς οὐ νῦν πρῶτον, ἀλλὰ καὶ πάλαι.
Φιλοκτήτης
ἐλέησον, ὦ παῖ, πρὸς θεῶν, καὶ μὴ παρῇς
σαυτοῦ βροτοῖς ὄνειδος, ἐκκλέψας ἐμέ.
Νεοπτόλεμος
οἴμοι, τί δράσω; μή ποτ᾽ ὤφελον λιπεῖν
τὴν Σκῦρον· οὕτω τοῖς παροῦσιν ἄχθομαι. 970
Φιλοκτήτης
οὐκ εἶ κακὸς σύ, πρὸς κακῶν δ᾽ ἀνδρῶν μαθὼν
ἔοικας ἥκειν αἰσχρά· νῦν δ᾽ ἄλλοισι δοὺς
οἷς εἰκὸς ἔκπλει, τἀμά μοι μεθεὶς ὅπλα.
Νεοπτόλεμος
τί δρῶμεν, ἄνδρες;
Ὀδυσσεύς
--ὦ κάκιστ᾽ ἀνδρῶν, τί δρᾷς;
οὐκ εἶ μεθεὶς τὰ τόξα ταῦτ᾽ ἐμοὶ πάλιν; 975
Φιλοκτήτης
οἴμοι, τίς ἁνήρ; ἆρ᾽ Ὀδυσσέως κλύω;
Ὀδυσσεύς
Ὀδυσσέως, σάφ᾽ ἴσθ᾽, ἐμοῦ γ᾽, ὃν εἰσορᾷς.
Φιλοκτήτης
οἴμοι· πέπραμαι κἀπόλωλ᾽· ὅδ᾽ ἦν ἄρα
ὁ ξυλλαβών με κἀπονοσφίσας ὅπλων.
Ὀδυσσεύς
ἐγώ, σάφ᾽ ἴσθ᾽, οὐκ ἄλλος· ὁμολογῶ τάδε. 980
Φιλοκτήτης
ἀπόδος, ἄφες μοι, παῖ, τὰ τόξα.
Ὀδυσσεύς
--τοῦτο μέν,
οὐδ᾽ ἢν θέλῃ, δράσει ποτ᾽· ἀλλὰ καὶ σὲ δεῖ
στείχειν ἅμ᾽ αὐτοῖς, ἢ βίᾳ στελοῦσί σε.
Φιλοκτήτης
ἔμ᾽, ὦ κακῶν κάκιστε καὶ τολμήσατε,
οἵδ᾽ ἐκ βίας ἄξουσιν; 985
Ὀδυσσεύς
--ἢν μὴ ἕρπῃς ἑκών.
Φιλοκτήτης
ὦ Λημνία χθὼν καὶ τὸ παγκρατὲς σέλας
Ἡφαιστότευκτον, ταῦτα δῆτ᾽ ἀνασχετά,
εἴ μ᾽ οὗτος ἐκ τῶν σῶν ἀπάξεται βίᾳ;
Ὀδυσσεύς
Ζεύς ἐσθ᾽, ἵν᾽ εἰδῇς, Ζεύς, ὁ τῆσδε γῆς κρατῶν,
Ζεύς, ᾧ δέδοκται ταῦθ᾽· ὑπηρετῶ δ᾽ ἐγώ. 990
Φιλοκτήτης
ὦ μῖσος, οἷα κἀξανευρίσκεις λέγειν·
θεοὺς προτείνων τοὺς θεοὺς ψευδεῖς τίθης.
Ὀδυσσεύς
οὔκ, ἀλλ᾽ ἀληθεῖς· ἡ δ᾽ ὁδὸς πορευτέα.
Φιλοκτήτης
οὔ φημ᾽.
Ὀδυσσεύς
--ἐγὼ δέ φημι. πειστέον τάδε.
Φιλοκτήτης
οἴμοι τάλας. ἡμᾶς μὲν ὡς δούλους σαφῶς 995
πατὴρ ἄρ᾽ ἐξέφυσεν οὐδ᾽ ἐλευθέρους.
Ὀδυσσεύς
οὔκ, ἀλλ᾽ ὁμοίους τοῖς ἀρίστοισιν, μεθ᾽ ὧν
Τροίαν σ᾽ ἑλεῖν δεῖ καὶ κατασκάψαι βίᾳ.
Φιλοκτήτης
οὐδέποτέ γ᾽· οὐδ᾽ ἢν χρῇ με πᾶν παθεῖν κακόν,
ἕως ἂν ᾖ μοι γῆς τόδ᾽ αἰπεινὸν βάθρον. 1000
Ὀδυσσεύς
τί δ᾽ ἐργασείεις;
Φιλοκτήτης
--κρᾶτ᾽ ἐμὸν τόδ᾽ αὐτίκα
πέτρᾳ πέτρας ἄνωθεν αἱμάξω πεσών.
Ὀδυσσεύς
ξυλλάβετον αὐτόν· μὴ ᾽πὶ τῷδ᾽ ἔστω τάδε.
Φιλοκτήτης
ὦ χεῖρες, οἷα πάσχετ᾽ ἐν χρείᾳ φίλης
νευρᾶς, ὑπ᾽ ἀνδρὸς τοῦδε συνθηρώμεναι. 1005
ὦ μηδὲν ὑγιὲς μηδ᾽ ἐλεύθερον φρονῶν,
οἷ᾽ αὖ μ᾽ ὑπῆλθες, ὥς μ᾽ ἐθηράσω, λαβὼν
πρόβλημα σαυτοῦ παῖδα τόνδ᾽ ἀγνῶτ᾽ ἐμοί,
ἀνάξιον μὲν σοῦ, κατάξιον δ᾽ ἐμοῦ,
ὃς οὐδὲν ᾔδει πλὴν τὸ προσταχθὲν ποεῖν, 1010
δῆλος δὲ καὶ νῦν ἐστιν ἀλγεινῶς φέρων
οἷς τ᾽ αὐτὸς ἐξήμαρτεν οἷς τ᾽ ἐγὼ ᾽παθον.
ἀλλ᾽ ἡ κακὴ σὴ διὰ μυχῶν βλέπουσ᾽ ἀεὶ
ψυχή νιν ἀφυῆ τ᾽ ὄντα κοὐ θέλονθ᾽ ὅμως
εὖ προυδίδαξεν ἐν κακοῖς εἶναι σοφόν. 1015
καὶ νῦν ἔμ᾽, ὦ δύστηνε, συνδήσας νοεῖς
ἄγειν ἀπ᾽ ἀκτῆς τῆσδ᾽, ἐν ᾗ με προυβάλου
ἄφιλον ἔρημον ἄπολιν, ἐν ζῶσιν νεκρόν.
φεῦ.
ὄλοιο· καί σοι πολλάκις τόδ᾽ ηὐξάμην.
ἀλλ᾽ οὐ γὰρ οὐδὲν θεοὶ νέμουσιν ἡδύ μοι, 1020
σὺ μὲν γέγηθας ζῶν, ἐγὼ δ᾽ ἀλγύνομαι
τοῦτ᾽ αὔθ᾽, ὅτι ζῶ σὺν κακοῖς πολλοῖς τάλας,
γελώμενος πρὸς σοῦ τε καὶ τῶν Ἀτρέως
διπλῶν στρατηγῶν, οἷς σὺ ταῦθ᾽ ὑπηρετεῖς.
καίτοι σὺ μὲν κλοπῇ τε κἀνάγκῃ ζυγεὶς 1025
ἔπλεις ἅμ᾽ αὐτοῖς, ἐμὲ δὲ τὸν πανάθλιον,
ἑκόντα πλεύσανθ᾽ ἑπτὰ ναυσὶ ναυβάτην,
ἄτιμον ἔβαλον, ὡς σὺ φής, κεῖνοι δὲ σέ.
καὶ νῦν τί μ᾽ ἄγετε; τί μ᾽ ἀπάγεσθε; τοῦ χάριν;
ὃς οὐδέν εἰμι καὶ τέθνηχ᾽ ὑμῖν πάλαι. 1030
πῶς, ὦ θεοῖς ἔχθιστε, νῦν οὐκ εἰμί σοι
χωλός, δυσώδης; πῶς θεοῖς ἔξεσθ᾽, ὁμοῦ
πλεύσαντος αἴθειν ἱερά; πῶς σπένδειν ἔτι;
αὕτη γὰρ ἦν σοι πρόφασις ἐκβαλεῖν ἐμέ.
κακῶς ὄλοισθ᾽· ὀλεῖσθε δ᾽ ἠδικηκότες 1035
τὸν ἄνδρα τόνδε, θεοῖσιν εἰ δίκης μέλει.
ἔξοιδα δ᾽ ὡς μέλει γ᾽· ἐπεὶ οὔποτ᾽ ἂν στόλον
ἐπλεύσατ᾽ ἂν τόνδ᾽ εἵνεκ᾽ ἀνδρὸς ἀθλίου,
εἰ μή τι κέντρον θεῖον ἦγ᾽ ὑμᾶς ἐμοῦ.
ἀλλ᾽, ὦ πατρῴα γῆ θεοί τ᾽ ἐπόψιοι, 1040
τίσασθε τίσασθ᾽ ἀλλὰ τῷ χρόνῳ ποτὲ
ξύμπαντας αὐτούς, εἴ τι κἄμ᾽ οἰκτίρετε·
ὡς ζῶ μὲν οἰκτρῶς, εἰ δ᾽ ἴδοιμ᾽ ὀλωλότας
τούτους, δοκοῖμ᾽ ἂν τῆς νόσου πεφευγέναι.
Χορός
βαρύς τε καὶ βαρεῖαν ὁ ξένος φάτιν 1045
τήνδ᾽ εἶπ᾽, Ὀδυσσεῦ, κοὐχ ὑπείκουσαν κακοῖς.
Ὀδυσσεύς
πόλλ᾽ ἂν λέγειν ἔχοιμι πρὸς τὰ τοῦδ᾽ ἔπη,
εἴ μοι παρείκοι· νῦν δ᾽ ἑνὸς κρατῶ λόγου.
οὗ γὰρ τοιούτων δεῖ, τοιοῦτός εἰμ᾽ ἐγώ·
χὤπου δικαίων κἀγαθῶν ἀνδρῶν κρίσις, 1050
οὐκ ἂν λάβοις μου μᾶλλον οὐδέν᾽ εὐσεβῆ.
νικᾶν γε μέντοι πανταχοῦ χρῄζων ἔφυν,
πλὴν εἰς σέ· νῦν δὲ σοί γ᾽ ἑκὼν ἐκστήσομαι.
ἄφετε γὰρ αὐτὸν μηδὲ προσψαύσητ᾽ ἔτι·
ἐᾶτε μίμνειν. οὐδὲ σοῦ προσχρῄζομεν, 1055
τά γ᾽ ὅπλ᾽ ἔχοντες ταῦτ᾽, ἐπεὶ πάρεστι μὲν
Τεῦκρος παρ᾽ ἡμῖν, τήνδ᾽ ἐπιστήμην ἔχων,
ἐγώ θ᾽, ὃς οἶμαι σοῦ κάκιον οὐδὲν ἂν
τούτων κρατύνειν, μηδ᾽ ἐπιθύνειν χερί.
τί δῆτα σοῦ δεῖ; χαῖρε τὴν Λῆμνον πατῶν· 1060
ἡμεῖς δ᾽ ἴωμεν, καὶ τάχ᾽ ἂν τὸ σὸν γέρας
τιμὴν ἐμοὶ νείμειεν, ἣν σὲ χρῆν ἔχειν.
Φιλοκτήτης
οἴμοι· τί δράσω δύσμορος; σὺ τοῖς ἐμοῖς
ὅπλοισι κοσμηθεὶς ἐν Ἀργείοις φανεῖ;
Ὀδυσσεύς
μή μ᾽ ἀντιφώνει μηδέν, ὡς στείχοντα δή. 1065
Φιλοκτήτης
ὦ σπέρμ᾽ Ἀχιλλέως, οὐδὲ σοῦ φωνῆς ἔτι
γενήσομαι προσφθεγκτός, ἀλλ᾽ οὕτως ἄπει;
Ὀδυσσεύς
χώρει σύ· μὴ πρόσλευσσε, γενναῖός περ ὤν,
ἡμῶν ὅπως μὴ τὴν τύχην διαφθερεῖς.
Φιλοκτήτης
ἦ καὶ πρὸς ὑμῶν ὧδ᾽ ἔρημος, ὦ ξένοι, 1070
λειφθήσομαι δὴ κοὐκ ἐποικτερεῖτέ με;
Χορός
ὅδ᾽ ἐστὶν ἡμῶν ναυκράτωρ ὁ παῖς· ὅσ᾽ ἂν
οὗτος λέγῃ σοι, ταῦτά σοι χἠμεῖς φαμέν.
Νεοπτόλεμος
ἀκούσομαι μὲν ὡς ἔφυν οἴκτου πλέως
πρὸς τοῦδ᾽· ὅμως δὲ μείνατ᾽, εἰ τούτῳ δοκεῖ, 1075
χρόνον τοσοῦτον, εἰς ὅσον τά τ᾽ ἐκ νεὼς
στείλωσι ναῦται καὶ θεοῖς εὐξώμεθα.
χοὖτος τάχ᾽ ἂν φρόνησιν ἐν τούτῳ λάβοι
λῴω τιν᾽ ἡμῖν. νὼ μὲν οὖν ὁρμώμεθον,
ὑμεῖς δ᾽, ὅταν καλῶμεν, ὁρμᾶσθαι ταχεῖς. 1080
Φιλοκτήτης
ὦ κοίλας πέτρας γύαλον
θερμὸν καὶ παγετῶδες, ὥς σ᾽ οὐκ ἔμελλον ἄρ᾽, ὦ τάλας,
λείψειν οὐδέποτ᾽, ἀλλά μοι καὶ θνῄσκοντι συνείσει.
ὤμοι μοί μοι. 1086
ὦ πληρέστατον αὔλιον
λύπας τᾶς ἀπ᾽ ἐμοῦ τάλαν,
τίπτ᾽ αὖ μοι τὸ κατ᾽ ἆμαρ
ἔσται; τοῦ ποτε τεύξομαι 1090
σιτονόμου μέλεος πόθεν ἐλπίδος;
πέλειαι δ᾽ ἄνω
πτωκάδες ὀξυτόνου διὰ πνεύματος
ἐλῶσιν· οὐκέτ᾽ ἴσχω.
Χορός
σύ τοι σύ τοι κατηξίωσας, 1095
ὦ βαρύποτμε, κοὐκ
ἄλλοθεν ἔχει τύχᾳ τᾷδ᾽ ἀπὸ μείζονος,
εὖτέ γε παρὸν φρονῆσαι
τοῦ λῴονος δαίμονος εἵλου τὸ κάκιον αἰνεῖν. 1100
Φιλοκτήτης
ὦ τλάμων τλάμων ἄρ᾽ ἐγὼ
καὶ μόχθῳ λωβατός, ὃς ἤδη μετ᾽ οὐδενὸς ὕστερον
ἀνδρῶν εἰσοπίσω τάλας ναίων ἐνθάδ᾽ ὀλοῦμαι,
αἰαῖ αἰαῖ, 1106
οὐ φορβὰν ἔτι προσφέρων,
οὐ πτανῶν ἀπ᾽ ἐμῶν ὅπλων
κραταιαῖς μετὰ χερσὶν 1110
ἴσχων· ἀλλά μοι ἄσκοπα
κρυπτά τ᾽ ἔπη δολερᾶς ὑπέδυ φρενός·
ἰδοίμαν δέ νιν,
τὸν τάδε μησάμενον, τὸν ἴσον χρόνον
ἐμὰς λαχόντ᾽ ἀνίας. 1115
Χορός
πότμος, πότμος σε δαιμόνων τάδ᾽,
οὐδὲ σέ γε δόλος,
ἔσχεν ὑπὸ χειρὸς ἀμᾶς. στυγερὰν ἔχε
δύσποτμον ἀρὰν ἐπ᾽ ἄλλοις. 1120
καὶ γὰρ ἐμοὶ τοῦτο μέλει, μὴ φιλότητ᾽ ἀπώσῃ.
Φιλοκτήτης
οἴμοι μοι, καί που πολιᾶς
πόντου θινὸς ἐφήμενος
ἐγγελᾷ, χερὶ πάλλων 1125
τὰν ἐμὰν μελέου τροφάν,
τὰν οὐδείς ποτ᾽ ἐβάστασεν.
ὦ τόξον φίλον, ὦ φίλων
χειρῶν ἐκβεβιασμένον,
ἦ που ἐλεινὸν ὁρᾷς, φρένας εἴ τινας 1130
ἔχεις, τὸν Ἡράκλειον
ἄρθμιον ὧδέ σοι
οὐκέτι χρησόμενον τὸ μεθύστερον,
ἄλλου δ᾽ ἐν μεταλλαγᾷ
πολυμηχάνου ἀνδρὸς ἐρέσσει, 1135
ὁρῶν μὲν αἰσχρὰς ἀπάτας, στυγνὸν δὲ φῶτ᾽ ἐχθοδοπόν,
μυρί᾽, ἀπ᾽ αἰσχρῶν ἀνατέλλονθ᾽, ὃς ἐφ᾽ ἡμῖν κάκ᾽ ἐμήσατ᾽, ὦ Ζεῦ.
Χορός
ἀνδρός τοι τὰ μὲν ἔνδικ᾽ αἰὲν εἰπεῖν, 1140
εἰπόντος δὲ μὴ φθονερὰν
ἐξῶσαι γλώσσας ὀδύναν.
κεῖνος δ᾽ εἷς ἀπὸ πολλῶν
ταχθεὶς τῶνδ᾽ ἐφημοσύνᾳ
κοινὰν ἤνυσεν ἐς φίλους ἀρωγάν. 1145
Φιλοκτήτης
ὦ πταναὶ θῆραι χαροπῶν τ᾽
ἔθνη θηρῶν, οὓς ὅδ᾽ ἔχει
χῶρος οὐρεσιβώτας,
μηκέτ᾽ ἀπ᾽ αὐλίων φυγᾷ
πηδᾶτ᾽· οὐ γὰρ ἔχω χεροῖν 1150
τὰν πρόσθεν βελέων ἀλκάν,
ὦ δύστανος ἐγὼ τανῦν,
ἀλλ᾽ ἀνέδην, ὁ δὲ χῶρος ἄρ᾽ οὐκέτι
φοβητὸς οὐκέθ᾽ ὑμῖν,
ἕρπετε· νῦν καλὸν 1155
ἀντίφονον κορέσαι στόμα πρὸς χάριν
ἐμᾶς σαρκὸς αἰόλας·
ἀπὸ γὰρ βίον αὐτίκα λείψω.
πόθεν γὰρ ἔσται βιοτά; τίς ὧδ᾽ ἐν αὔραις τρέφεται, 1160
μηκέτι μηδενὸς κρατύνων ὅσα πέμπει βιόδωρος αἶα;
Χορός
πρὸς θεῶν, εἴ τι σέβει ξένον, πέλασσον,
εὐνοίᾳ πάσᾳ πελάταν·
ἀλλὰ γνῶθ᾽, εὖ γνῶθ᾽ ἐπὶ σοὶ 1165
κῆρα τάνδ᾽ ἀποφεύγειν.
οἰκτρὰ γὰρ βόσκειν, ἀδαὴς δ᾽
ἔχειν μυρίον ἄχθος, ὃ ξυνοικεῖ.
Φιλοκτήτης
πάλιν πάλιν παλαιὸν ἄλγημ᾽ ὑπέμνασας, ὦ 1170
λῷστε τῶν πρὶν ἐντόπων.
τί μ᾽ ὤλεσας; τί μ᾽ εἴργασαι;
Χορός
τί τοῦτ᾽ ἔλεξας;
Φιλοκτήτης
εἰ σὺ τὰν ἐμοὶ στυγερὰν
Τρῳάδα γᾶν μ᾽ ἤλπισας ἄξειν. 1175
Χορός
τόδε γὰρ νοῶ κράτιστον.
Φιλοκτήτης
ἀπό νύν με λείπετ᾽ ἤδη.
Χορός
φίλα μοι, φίλα ταῦτα παρήγγειλας ἑκόντι τε πράσσειν.
ἴωμεν ἴωμεν
ναὸς ἵν᾽ ἡμῖν τέτακται. 1180
Φιλοκτήτης
μή, πρὸς ἀραίου Διός, ἔλθῃς, ἱκετεύω.
Χορός
--μετρίαζ᾽.
Φιλοκτήτης
ὦ ξένοι,
μείνατε, πρὸς θεῶν. 1185
Χορός
--τί θροεῖς;
Φιλοκτήτης
αἰαῖ αἰαῖ, δαίμων δαίμων·
ἀπόλωλ᾽ ὁ τάλας·
ὦ ποὺς πούς, τί σ᾽ ἔτ᾽ ἐν βίῳ
τεύξω τῷ μετόπιν τάλας;
ὦ ξένοι, ἔλθετ᾽ ἐπήλυδες αὖθις. 1190
Χορός
τί ῥέξοντες ἀλλοκότῳ
γνώμᾳ τῶν πάρος, ὧν προύφαινες;
Φιλοκτήτης
οὔτοι νεμεσητόν,
ἀλύοντα χειμερίῳ
λύπᾳ καὶ παρὰ νοῦν θροεῖν. 1195
Χορός
βᾶθί νυν, ὦ τάλαν, ὥς σε κελεύομεν.
Φιλοκτήτης
οὐδέποτ᾽ οὐδέποτ᾽, ἴσθι τόδ᾽ ἔμπεδον,
οὐδ᾽ εἰ πυρφόρος ἀστεροπητὴς
βροντᾶς αὐγαῖς μ᾽ εἶσι φλογίζων.
ἐῤῥέτω Ἴλιον οἵ θ᾽ ὑπ᾽ ἐκείνῳ 1200
πάντες ὅσοι τόδ᾽ ἔτλασαν ἐμοῦ ποδὸς ἄρθρον ἀπῶσαι.
ἀλλ᾽, ὦ ξένοι, ἕν γέ μοι εὖχος ὀρέξατε.
Χορός
ποῖον ἐρεῖς τόδ᾽ ἔπος;
Φιλοκτήτης
--ξίφος, εἴ ποθεν,
ἢ γένυν ἢ βελέων τι προπέμψατε. 1205
Χορός
ὡς τίνα δὴ ῥέξῃς παλάμαν ποτέ;
Φιλοκτήτης
χρῶτ᾽ ἀπὸ πάντα καὶ ἄρθρα τέμω χερί·
φονᾷ φονᾷ νόος ἤδη.
Χορός
τί ποτε;
Φιλοκτήτης
--πατέρα ματεύων.
Χορός
ποῖ γᾶς; 1210
Φιλοκτήτης
--ἐς Ἅιδου·
οὐ γάρ ἐστ᾽ ἐν φάει γ᾽ ἔτι.
ὦ πόλις, ὦ πατρία,
πῶς ἂν εἰσίδοιμ᾽ ἄθλιός σ᾽ ἀνήρ,
ὅς γε σὰν λιπὼν ἱερὰν 1215
λιβάδ᾽ ἐχθροῖς ἔβαν Δαναοῖς
ἀρωγός· ἔτ᾽ οὐδέν εἰμι.
Χορός
ἐγὼ μὲν ἤδη καὶ πάλαι νεὼς ὁμοῦ
στείχων ἂν ἦ σοι τῆς ἐμῆς, εἰ μὴ πέλας
Ὀδυσσέα στείχοντα τόν τ᾽ Ἀχιλλέως
γόνον πρὸς ἡμᾶς δεῦρ᾽ ἰόντ᾽ ἐλεύσσομεν. 1220
Ὀδυσσεύς
οὐκ ἂν φράσειας ἥντιν᾽ αὖ παλίντροπος
κέλευθον ἕρπεις ὧδε σὺν σπουδῇ ταχύς;
Νεοπτόλεμος
λύσων ὅσ᾽ ἐξήμαρτον ἐν τῷ πρὶν χρόνῳ.
Ὀδυσσεύς
δεινόν γε φωνεῖς· ἡ δ᾽ ἁμαρτία τίς ἦν;
Νεοπτόλεμος
ἣν σοὶ πιθόμενος τῷ τε σύμπαντι στρατῷ 1225
Ὀδυσσεύς
ἔπραξας ἔργον ποῖον ὧν οὔ σοι πρέπον;
Νεοπτόλεμος
ἀπάταισιν αἰσχραῖς ἄνδρα καὶ δόλοις ἑλών.
Ὀδυσσεύς
τὸν ποῖον; ὤμοι· μῶν τι βουλεύει νέον;
Νεοπτόλεμος
νέον μὲν οὐδέν, τῷ δὲ Ποίαντος τόκῳ, 1230
Ὀδυσσεύς
τί χρῆμα δράσεις; ὥς μ᾽ ὑπῆλθέ τις φόβος.
Νεοπτόλεμος
παρ᾽ οὗπερ ἔλαβον τάδε τὰ τόξ᾽, αὖθις πάλιν
Ὀδυσσεύς
ὦ Ζεῦ, τί λέξεις; οὔ τί που δοῦναι νοεῖς;
Νεοπτόλεμος
αἰσχρῶς γὰρ αὐτὰ κοὐ δίκῃ λαβὼν ἔχω.
Ὀδυσσεύς
πρὸς θεῶν, πότερα δὴ κερτομῶν λέγεις τάδε; 1235
Νεοπτόλεμος
εἰ κερτόμησίς ἐστι τἀληθῆ λέγειν.
Ὀδυσσεύς
τί φής, Ἀχιλλέως παῖ; τίν᾽ εἴρηκας λόγον;
Νεοπτόλεμος
δὶς ταὐτὰ βούλει καὶ τρὶς ἀναπολεῖν μ᾽ ἔπη;
Ὀδυσσεύς
ἀρχὴν κλύειν ἂν οὐδ᾽ ἅπαξ ἐβουλόμην.
Νεοπτόλεμος
εὖ νῦν ἐπίστω πάντ᾽ ἀκηκοὼς λόγον. 1240
Ὀδυσσεύς
ἔστιν τις, ἔστιν ὅς σε κωλύσει τὸ δρᾶν.
Νεοπτόλεμος
τί φής; τίς ἔσται μ᾽ οὑπικωλύσων τάδε;
Ὀδυσσεύς
ξύμπας Ἀχαιῶν λαός, ἐν δὲ τοῖς ἐγώ.
Νεοπτόλεμος
σοφὸς πεφυκὼς οὐδὲν ἐξαυδᾷς σοφόν.
Ὀδυσσεύς
σὺ δ᾽ οὔτε φωνεῖς οὔτε δρασείεις σοφά. 1245
Νεοπτόλεμος
ἀλλ᾽ εἰ δίκαια, τῶν σοφῶν κρείσσω τάδε.
Ὀδυσσεύς
καὶ πῶς δίκαιον, ἅ γ᾽ ἔλαβες βουλαῖς ἐμαῖς,
πάλιν μεθεῖναι ταῦτα;
Νεοπτόλεμος
--τὴν ἁμαρτίαν
αἰσχρὰν ἁμαρτὼν ἀναλαβεῖν πειράσομαι.
Ὀδυσσεύς
στρατὸν δ᾽ Ἀχαιῶν οὐ φοβεῖ, πράσσων τάδε; 1250
Νεοπτόλεμος
ξὺν τῷ δικαίῳ τὸν σὸν οὐ ταρβῶ φόβον.
Ὀδυσσεύς
[ξὺν τῷ δικαίῳ χεὶρ ἐμή σ᾽ ἀναγκάσει.]
Νεοπτόλεμος
ἀλλ᾽ οὐδέ τοι σῇ χειρὶ πείθομαι τὸ δρᾶν.
Ὀδυσσεύς
οὔ τἄρα Τρωσίν, ἀλλὰ σοὶ μαχούμεθα.
Νεοπτόλεμος
ἴτω τὸ μέλλον. 1255
Ὀδυσσεύς
--χεῖρα δεξιὰν ὁρᾷς
κώπης ἐπιψαύουσαν;
Νεοπτόλεμος
--ἀλλὰ κἀμέ τοι
ταὐτὸν τόδ᾽ ὄψει δρῶντα κοὐ μέλλοντ᾽ ἔτι.
Ὀδυσσεύς
καίτοι σ᾽ ἐάσω· τῷ δὲ σύμπαντι στρατῷ
λέξω τάδ᾽ ἐλθών, ὅς σε τιμωρήσεται.
Νεοπτόλεμος
ἐσωφρόνησας· κἂν τὰ λοίφ᾽ οὕτω φρονῇς, 1260
ἴσως ἂν ἐκτὸς κλαυμάτων ἔχοις πόδα.
σὺ δ᾽, ὦ Ποίαντος παῖ, Φιλοκτήτην λέγω,
ἔξελθ᾽, ἀμείψας τάσδε πετρήρεις στέγας.
Φιλοκτήτης
τίς αὖ παρ᾽ ἄντροις θόρυβος ἵσταται βοῆς;
τί μ᾽ ἐκκαλεῖσθε; τοῦ κεχρημένοι, ξένοι; 1265
ὤμοι· κακὸν τὸ χρῆμα. μῶν τί μοι νέα
πάρεστε πρὸς κακοῖσι πέμποντες κακά;
Νεοπτόλεμος
θάρσει· λόγους δ᾽ ἄκουσον οὓς ἥκω φέρων.
Φιλοκτήτης
δέδοικ᾽ ἔγωγε· καὶ τὰ πρὶν γὰρ ἐκ λόγων
καλῶν κακῶς ἔπραξα, σοῖς πεισθεὶς λόγοις. 1270
Νεοπτόλεμος
οὔκουν ἔνεστι καὶ μεταγνῶναι πάλιν;
Φιλοκτήτης
τοιοῦτος ἦσθα τοῖς λόγοισι χὤτε μου
τὰ τόξ᾽ ἔκλεπτες, πιστός, ἀτηρὸς λάθρᾳ.
Νεοπτόλεμος
ἀλλ᾽ οὔ τι μὴν νῦν· βούλομαι δέ σου κλύειν,
πότερα δέδοκταί σοι μένοντι καρτερεῖν 1275
ἢ πλεῖν μεθ᾽ ἡμῶν;
Φιλοκτήτης
--παῦε, μὴ λέξῃς πέρα·
μάτην γὰρ ἃν εἴπῃς γε πάντ᾽ εἰρήσεται.
Νεοπτόλεμος
οὕτω δέδοκται;
Φιλοκτήτης
--καὶ πέρα γ᾽ ἴσθ᾽ ἢ λέγω.
Νεοπτόλεμος
ἀλλ᾽ ἤθελον μὲν ἄν σε πεισθῆναι λόγοις
ἐμοῖσιν· εἰ δὲ μή τι πρὸς καιρὸν λέγων
κυρῶ, πέπαυμαι.
Φιλοκτήτης
--πάντα γὰρ φράσεις μάτην. 1280
οὐ γάρ ποτ᾽ εὔνουν τὴν ἐμὴν κτήσει φρένα,
ὅστις γ᾽ ἐμοῦ δόλοισι τὸν βίον λαβὼν
ἀπεστέρηκας, κᾆτα νουθετεῖς ἐμὲ
ἐλθών, ἀρίστου πατρὸς αἴσχιστος γεγώς.
ὄλοισθ᾽, Ἀτρεῖδαι μὲν μάλιστ᾽, ἔπειτα δὲ 1285
ὁ Λαρτίου παῖς καὶ σύ.
Νεοπτόλεμος
--μὴ ᾽πεύξῃ πέρα·
δέχου δὲ χειρὸς ἐξ ἐμῆς βέλη τάδε.
Φιλοκτήτης
πῶς εἶπας; ἆρα δεύτερον δολούμεθα;
Νεοπτόλεμος
ἀπώμοσ᾽ ἁγνὸν Ζηνὸς ὑψίστου σέβας.
Φιλοκτήτης
ὦ φίλτατ᾽ εἰπών, εἰ λέγεις ἐτήτυμα. 1290
Νεοπτόλεμος
τοὔργον παρέσται φανερόν· ἀλλὰ δεξιὰν
πρότεινε χεῖρα, καὶ κράτει τῶν σῶν ὅπλων.
Ὀδυσσεύς
ἐγὼ δ᾽ ἀπαυδῶ γ᾽, ᾧ θεοὶ ξυνίστορες,
ὑπέρ τ᾽ Ἀτρειδῶν τοῦ τε σύμπαντος στρατοῦ.
Φιλοκτήτης
τέκνον, τίνος φώνημα, μῶν Ὀδυσσέως, 1295
ἐπῃσθόμην;
Ὀδυσσεύς
--σάφ᾽ ἴσθι· καὶ πέλας γ᾽ ὁρᾷς,
ὅς σ᾽ ἐς τὰ Τροίας πεδί᾽ ἀποστελῶ βίᾳ,
ἐάν τ᾽ Ἀχιλλέως παῖς ἐάν τε μὴ θέλῃ·
Φιλοκτήτης
ἀλλ᾽ οὔ τι χαίρων, ἢν τόδ᾽ ὀρθωθῇ βέλος. 1300
Νεοπτόλεμος
ἆ, μηδαμῶς, μή, πρὸς θεῶν, μεθῇς βέλος.
Φιλοκτήτης
μέθες με, πρὸς θεῶν, χεῖρα, φίλτατον τέκνον.
Νεοπτόλεμος
οὐκ ἂν μεθείην.
Φιλοκτήτης
--φεῦ· τί μ᾽ ἄνδρα πολέμιον
ἐχθρόν τ᾽ ἀφείλου μὴ κτανεῖν τόξοις ἐμοῖς;
Νεοπτόλεμος
ἀλλ᾽ οὔτ᾽ ἐμοὶ τοῦτ᾽ ἐστὶν οὔτε σοὶ καλόν. 1305
Φιλοκτήτης
ἀλλ᾽ οὖν τοσοῦτόν γ᾽ ἴσθι, τοὺς πρώτους στρατοῦ,
τοὺς τῶν Ἀχαιῶν ψευδοκήρυκας, κακοὺς
ὄντας πρὸς αἰχμήν, ἐν δὲ τοῖς λόγοις θρασεῖς.
Νεοπτόλεμος
εἶεν· τὰ μὲν δὴ τόξ᾽ ἔχεις, κοὐκ ἔσθ᾽ ὅτου
ὀργὴν ἔχοις ἂν οὐδὲ μέμψιν εἰς ἐμέ.
Φιλοκτήτης
ξύμφημι· τὴν φύσιν δ᾽ ἔδειξας, ὦ τέκνον, 1310
ἐξ ἧς ἔβλαστες, οὐχὶ Σισύφου πατρός,
ἀλλ᾽ ἐξ Ἀχιλλέως, ὃς μετὰ ζώντων ὅτ᾽ ἦν
ἤκου᾽ ἄριστα, νῦν δὲ τῶν τεθνηκότων.
Νεοπτόλεμος
ἥσθην πατέρα τὸν ἀμὸν εὐλογοῦντά σε
αὐτόν τ᾽ ἔμ᾽· ὧν δέ σου τυχεῖν ἐφίεμαι, 1315
ἄκουσον. ἀνθρώποισι τὰς μὲν ἐκ θεῶν
τύχας δοθείσας ἔστ᾽ ἀναγκαῖον φέρειν·
ὅσοι δ᾽ ἑκουσίοισιν ἔγκεινται βλάβαις,
ὥσπερ σύ, τούτοις οὔτε συγγνώμην ἔχειν
δίκαιόν ἐστιν οὔτ᾽ ἐποικτίρειν τινά. 1320
σὺ δ᾽ ἠγρίωσαι, κοὔτε σύμβουλον δέχει,
ἐάν τε νουθετῇ τις εὐνοίᾳ λέγων,
στυγεῖς, πολέμιον δυσμενῆ θ᾽ ἡγούμενος.
ὅμως δὲ λέξω· Ζῆνα δ᾽ ὅρκιον καλῶ·
καὶ ταῦτ᾽ ἐπίστω καὶ γράφου φρενῶν ἔσω. 1325
σὺ γὰρ νοσεῖς τόδ᾽ ἄλγος ἐκ θείας τύχης,
Χρύσης πελασθεὶς φύλακος, ὃς τὸν ἀκαλυφῆ
σηκὸν φυλάσσει κρύφιος οἰκουρῶν ὄφις·
καὶ παῦλαν ἴσθι τῆσδε μή ποτ᾽ ἂν τυχεῖν
νόσου βαρείας, ἕως ἂν αὑτὸς ἥλιος 1330
ταύτῃ μὲν αἴρῃ, τῇδε δ᾽ αὖ δύνῃ πάλιν,
πρὶν ἂν τὰ Τροίας πεδί᾽ ἑκὼν αὐτὸς μόλῃς,
καὶ τοῖν παρ᾽ ἡμῖν ἐντυχὼν Ἀσκληπίδαιν
νόσου μαλαχθῇς τῆσδε, καὶ τὰ πέργαμα
ξὺν τοῖσδε τόξοις ξύν τ᾽ ἐμοὶ πέρσας φανῇς. 1335
ὡς δ᾽ οἶδα ταῦτα τῇδ᾽ ἔχοντ᾽ ἐγὼ φράσω.
ἀνὴρ γὰρ ἡμῖν ἐστιν ἐκ Τροίας ἁλούς,
Ἕλενος ἀριστόμαντις, ὃς λέγει σαφῶς
ὡς δεῖ γενέσθαι ταῦτα· καὶ πρὸς τοῖσδ᾽ ἔτι
ὡς ἔστ᾽ ἀνάγκη τοῦ παρεστῶτος θέρους 1340
Τροίαν ἁλῶναι πᾶσαν· ἢ δίδωσ᾽ ἑκὼν
κτείνειν ἑαυτόν, ἢν τάδε ψευσθῇ λέγων.
ταῦτ᾽ οὖν ἐπεὶ κάτοισθα, συγχώρει θέλων.
καλὴ γὰρ ἡ ᾽πίκτησις, Ἑλλήνων ἕνα
κριθέντ᾽ ἄριστον τοῦτο μὲν παιωνίας 1345
ἐς χεῖρας ἐλθεῖν, εἶτα τὴν πολύστονον
Τροίαν ἑλόντα κλέος ὑπέρτατον λαβεῖν.
Φιλοκτήτης
ὦ στυγνὸς αἰών, τί με, τί δῆτ᾽ ἔχεις ἄνω
βλέποντα κοὐκ ἀφῆκας εἰς Ἅιδου μολεῖν;
οἴμοι, τί δράσω; πῶς ἀπιστήσω λόγοις 1350
τοῖς τοῦδ᾽, ὃς εὔνους ὢν ἐμοὶ παρῄνεσεν;
ἀλλ᾽ εἰκάθω δῆτ᾽; εἶτα πῶς ὁ δύσμορος
εἰς φῶς τάδ᾽ ἔρξας εἶμι; τῷ προσήγορος;
πῶς, ὦ τὰ πάντ᾽ ἰδόντες ἀμφ᾽ ἐμοὶ κύκλοι,
ταῦτ᾽ ἐξανασχήσεσθε, τοῖσιν Ἀτρέως 1355
ἐμὲ ξυνόντα παισίν, οἵ μ᾽ ἀπώλεσαν;
πῶς τῷ πανώλει παιδὶ τῷ Λαερτίου;
οὐ γάρ με τἄλγος τῶν παρελθόντων δάκνει,
ἀλλ᾽ οἷα χρὴ παθεῖν με πρὸς τούτων ἔτι
δοκῶ προλεύσσειν· οἷς γὰρ ἡ γνώμη κακῶν
μήτηρ γένηται, τἄλλα παιδεύει κακούς. 1360
καὶ σοῦ δ᾽ ἔγωγε θαυμάσας ἔχω τόδε.
χρῆν γάρ σε μήτ᾽ αὐτόν ποτ᾽ ἐς Τροίαν μολεῖν
ἡμᾶς τ᾽ ἀπείργειν, οἵ γέ σου καθύβρισαν,
πατρὸς γέρας συλῶντες, εἶτα τοῖσδε σὺ
εἶ ξυμμαχήσων, κἄμ᾽ ἀναγκάζεις τόδε; 1365
μὴ δῆτα, τέκνον· ἀλλ᾽ ἅ μοι ξυνώμοσας,
πέμψον πρὸς οἴκους· καὐτὸς ἐν Σκύρῳ μένων
ἔα κακῶς αὐτοὺς ἀπόλλυσθαι κακούς.
χοὔτω διπλῆν μὲν ἐξ ἐμοῦ κτήσει χάριν, 1370
διπλῆν δὲ πατρός, κοὐ κακοὺς ἐπωφελῶν
δόξεις ὁμοῖος τοῖς κακοῖς πεφυκέναι.
Νεοπτόλεμος
λέγεις μὲν εἰκότ᾽, ἀλλ᾽ ὅμως σε βούλομαι
θεοῖς τε πιστεύσαντα τοῖς τ᾽ ἐμοῖς λόγοις
φίλου μετ᾽ ἀνδρὸς τοῦδε τῆσδ᾽ ἐκπλεῖν χθονός. 1375
Φιλοκτήτης
ἦ πρὸς τὰ Τροίας πεδία καὶ τὸν Ἀτρέως
ἔχθιστον υἱὸν τῷδε δυστήνῳ ποδί;
Νεοπτόλεμος
πρὸς τοὺς μὲν οὖν σε τήνδε τ᾽ ἔμπυον βάσιν
παύσοντας ἄλγους κἀποσώσοντας νόσου.
Φιλοκτήτης
ὦ δεινὸν αἶνον αἰνέσας, τί φής ποτε; 1380
Νεοπτόλεμος
ἃ σοί τε κἀμοὶ λῷσθ᾽ ὁρῶ τελούμενα.
Φιλοκτήτης
καὶ ταῦτα λέξας οὐ καταισχύνει θεούς;
Νεοπτόλεμος
πῶς γάρ τις αἰσχύνοιτ᾽ ἂν ὠφελῶν φίλους·
Φιλοκτήτης
λέγεις δ᾽ Ἀτρείδαις ὄφελος ἢ ᾽π᾽ ἐμοὶ τόδε;
Νεοπτόλεμος
σοί που, φίλος γ᾽ ὤν, χὠ λόγος τοιόσδε μου. 1385
Φιλοκτήτης
πῶς, ὅς γε τοῖς ἐχθροῖσί μ᾽ ἐκδοῦναι θέλεις;
Νεοπτόλεμος
ὦ τᾶν, διδάσκου μὴ θρασύνεσθαι κακοῖς.
Φιλοκτήτης
ὀλεῖς με, γιγνώσκω σε, τοῖσδε τοῖς λόγοις.
Νεοπτόλεμος
οὔκουν ἔγωγε· φημὶ δ᾽ οὔ σε μανθάνειν.
Φιλοκτήτης
ἐγὼ οὐκ Ἀτρείδας ἐκβαλόντας οἶδά με; 1390
Νεοπτόλεμος
ἀλλ᾽ ἐκβαλόντες εἰ πάλιν σώσουσ᾽ ὅρα.
Φιλοκτήτης
οὐδέποθ᾽ ἑκόντα γ᾽ ὥστε τὴν Τροίαν ἰδεῖν.
Νεοπτόλεμος
τί δῆτ᾽ ἂν ἡμεῖς δρῷμεν, εἰ σέ γ᾽ ἐν λόγοις
πείσειν δυνησόμεσθα μηδὲν ὧν λέγω;
ὡς ῥᾷστ᾽ ἐμοὶ μὲν τῶν λόγων λῆξαι, σὲ δὲ 1395
ζῆν, ὥσπερ ἤδη ζῇς, ἄνευ σωτηρίας.
Φιλοκτήτης
ἔα με πάσχειν ταῦθ᾽ ἅπερ παθεῖν με δεῖ·
ἃ δ᾽ ᾔνεσάς μοι δεξιᾶς ἐμῆς θιγών,
πέμπειν πρὸς οἴκους, ταῦτά μοι πρᾶξον, τέκνον,
καὶ μὴ βράδυνε μηδ᾽ ἐπιμνησθῇς ἔτι 1400
Τροίας· ἅλις γάρ μοι τεθρήνηται γόοις.
Νεοπτόλεμος
εἰ δοκεῖ, στείχωμεν.
Φιλοκτήτης
--ὦ γενναῖον εἰρηκὼς ἔπος.
Νεοπτόλεμος
ἀντέρειδε νῦν βάσιν σήν.
Φιλοκτήτης
--εἰς ὅσον γ᾽ ἐγὼ σθένω.
Νεοπτόλεμος
αἰτίαν δὲ πῶς Ἀχαιῶν φεύξομαι;
Φιλοκτήτης
--μὴ φροντίσῃς.
Νεοπτόλεμος
τί γάρ, ἐὰν πορθῶσι χώραν τὴν ἐμήν;
Φιλοκτήτης
--ἐγὼ παρὼν
Νεοπτόλεμος
τίνα προσωφέλησιν ἔρξεις; 1405
Φιλοκτήτης
--βέλεσι τοῖς Ἡρακλέους
Νεοπτόλεμος
πῶς λέγεις;
Φιλοκτήτης
εἴρξω πελάζειν.
Νεοπτόλεμος
--στεῖχε προσκύσας χθόνα.
Ἡρακλῆς
μήπω γε, πρὶν ἂν τῶν ἡμετέρων
ἀίῃς μύθων, παῖ Ποίαντος·
φάσκειν δ᾽ αὐδὴν τὴν Ἡρακλέους 1410
ἀκοῇ τε κλύειν λεύσσειν τ᾽ ὄψιν.
τὴν σὴν δ᾽ ἥκω χάριν οὐρανίας
ἕδρας προλιπών,
τὰ Διός τε φράσων βουλεύματά σοι 1415
κατερητύσων θ᾽ ὁδὸν ἣν στέλλει·
σὺ δ᾽ ἐμῶν μύθων ἐπάκουσον.
καὶ πρῶτα μέν σοι τὰς ἐμὰς λέξω τύχας,
ὅσους πονήσας καὶ διεξελθὼν πόνους
ἀθάνατον ἀρετὴν ἔσχον, ὡς πάρεσθ᾽ ὁρᾶν. 1420
καὶ σοί, σάφ᾽ ἴσθι, τοῦτ᾽ ὀφείλεται παθεῖν,
ἐκ τῶν πόνων τῶνδ᾽ εὐκλεᾶ θέσθαι βίον.
ἐλθὼν δὲ σὺν τῷδ᾽ ἀνδρὶ πρὸς τὸ Τρωικὸν
πόλισμα, πρῶτον μὲν νόσου παύσει λυγρᾶς,
ἀρετῇ τε πρῶτος ἐκκριθεὶς στρατεύματος, 1425
Πάριν μέν, ὃς τῶνδ᾽ αἴτιος κακῶν ἔφυ,
τόξοισι τοῖς ἐμοῖσι νοσφιεῖς βίου,
πέρσεις τε Τροίαν, σκῦλά τ᾽ εἰς μέλαθρα σὰ
πέμψεις, ἀριστεῖ᾽ ἐκλαβὼν στρατεύματος,
Ποίαντι πατρὶ πρὸς πάτρας Οἴτης πλάκα. 1430
ἃ δ᾽ ἂν λάβῃς σὺ σκῦλα τοῦδε τοῦ στρατοῦ,
τόξων ἐμῶν μνημεῖα πρὸς πυρὰν ἐμὴν
κόμιζε. καὶ σοὶ ταῦτ᾽, Ἀχιλλέως τέκνον,
παρῄνεσ᾽· οὔτε γὰρ σὺ τοῦδ᾽ ἄτερ σθένεις
ἑλεῖν τὸ Τροίας πεδίον οὔθ᾽ οὗτος σέθεν. 1435
ἀλλ᾽ ὡς λέοντε συννόμω φυλάσσετον
οὗτος σὲ καὶ σὺ τόνδ᾽· ἐγὼ δ᾽ Ἀσκληπιὸν
παυστῆρα πέμψω σῆς νόσου πρὸς Ἴλιον.
τὸ δεύτερον γὰρ τοῖς ἐμοῖς αὐτὴν χρεὼν
τόξοις ἁλῶναι. τοῦτο δ᾽ ἐννοεῖθ᾽, ὅταν 1440
πορθῆτε γαῖαν, εὐσεβεῖν τὰ πρὸς θεούς·
ὡς τἄλλα πάντα δεύτερ᾽ ἡγεῖται πατὴρ
Ζεύς· οὐ γὰρ εὐσέβεια συνθνῄσκει βροτοῖς·
κἂν ζῶσι κἂν θάνωσιν, οὐκ ἀπόλλυται.
Φιλοκτήτης
ὦ φθέγμα ποθεινὸν ἐμοὶ πέμψας 1445
χρόνιός τε φανείς,
οὐκ ἀπιθήσω τοῖς σοῖς μύθοις.
Νεοπτόλεμος
κἀγὼ γνώμην ταύτῃ τίθεμαι.
Ἡρακλῆς
μή νυν χρόνιοι μέλλετε πράσσειν·
καιρὸς καὶ πλοῦς 1450
ὅδ᾽ ἐπείγει γὰρ κατὰ πρύμνην.
Φιλοκτήτης
φέρε νυν στείχων χώραν καλέσω.
χαῖρ᾽, ὦ μέλαθρον ξύμφρουρον ἐμοί,
νύμφαι τ᾽ ἔνυδροι λειμωνιάδες,
καὶ κτύπος ἄρσην πόντου προβολῆς,
οὗ πολλάκι δὴ τοὐμὸν ἐτέγχθη
κρᾶτ᾽ ἐνδόμυχον πληγαῖσι νότου,
πολλὰ δὲ φωνῆς τῆς ἡμετέρας
Ἑρμαῖον ὄρος παρέπεμψεν ἐμοὶ
στόνον ἀντίτυπον χειμαζομένῳ. 1460
νῦν δ᾽, ὦ κρῆναι Λύκιόν τε ποτόν,
λείπομεν ὑμᾶς, λείπομεν ἤδη
δόξης οὔ ποτε τῆσδ᾽ ἐπιβάντες.
χαῖρ᾽, ὦ Λήμνου πέδον ἀμφίαλον,
καί μ᾽ εὐπλοίᾳ πέμψον ἀμέμπτως,
ἔνθ᾽ ἡ μεγάλη Μοῖρα κομίζει
γνώμη τε φίλων χὠ πανδαμάτωρ
δαίμων, ὃς ταῦτ᾽ ἐπέκρανεν.
Χορός
χωρῶμεν δὴ πάντες ἀολλεῖς,
νύμφαις ἁλίαισιν ἐπευξάμενοι 1470
νόστου σωτῆρας ἱκέσθαι.
0 Σχόλια:
Σας παρακαλούμε πολύ να γράφετε με Ελληνικούς χαρακτήρες και οι σχολιασμοί σας να μη ξεφεύγουν απο τα όρια της ευπρέπειας. Σχόλια
τα οποία περιέχουν ύβρεις, θα αποκλείονται. Ευχαριστούμε.