ΠΙΝΔΑΡΟΣ
Πυθιόνικοι
Πυθιόνικοι
Ενότητες:
1 ΙΕΡΩΝΙ ΑΙΤΝΑΙῼ, ΑΡΜΑΤΙ
2 ΙΕΡΩΝΙ ΣΥΡΑΚΟΣΙῼ, ΑΡΜΑΤΙ
3 ΙΕΡΩΝΙ ΣΥΡΑΚΟΣΙῼ, ΚΕΛΗΤΙ
4 ΑΡΚΕΣΙΛᾼ ΚΥΡΗΝΑΙῼ, ΑΡΜΑΤΙ
5 ΑΡΚΕΣΙΛᾼ ΚΥΡΗΝΑΙῼ, ΑΡΜΑΤΙ
6 ΞΕΝΟΚΡΑΤΕΙ ΑΚΡΑΓΑΝΤΙΝῼ, ΑΡΜΑΤΙ
7 ΜΕΓΑΚΛΕΙ ΑΘΗΝΑΙῼ, ΤΕΘΡΙΠΠῼ
8 ΤΕΛΕΣΙΚΡΑΤΕΙ ΚΥΡΗΝΑΙῼ, ΟΠΛΙΤΟΔΡΟΜῼ
9 ΙΠΠΟΚΛΕΙ ΘΕΣΣΑΛῼ, ΠΑΙΔΙ ΔΙΑΥΛΟΔΡΟΜῼ
10 ΘΡΑΣΥΔΑΙῼ ΘΗΒΑΙῼ, ΠΑΙΔΙ ΣΤΑΔΙΕΙ
11 ΜΙΔᾼ ΑΚΡΑΓΑΝΤΙΝῼ, ΑΥΛΗΤῌ
ΙΕΡΩΝΙ ΑΙΤΝΑΙῼ, ΑΡΜΑΤΙ
[στρ. 1]
χρυσέα φόρμιγξ, Ἀπόλλωνος καὶ ἰοπλοκάμων
σύνδικον Μοισᾶν κτέανον: τᾶς ἀκούει μὲν βάσις, ἀγλαΐας ἀρχά,
πείθονται δ' ἀοιδοὶ σάμασιν,
ἁγησιχόρων ὁπόταν προοιμίων ἀμβολὰς τεύχῃς ἐλελιζομένα. 5 καὶ τὸν αἰχματὰν κεραυνὸν σβεννύεις
[10] ἀενάου πυρός. εὕδει δ' ἀνὰ σκάπτῳ Διὸς αἰετός, ὠκεῖαν πτέρυγ' ἀμφοτέρωθεν χαλάξαις,
[αντ. 1]
ἀρχὸς οἰωνῶν, κελαινῶπιν δ' ἐπί οἱ νεφέλαν
ἀγκύλῳ κρατί, γλεφάρων ἁδὺ κλαΐστρον, κατέχευας: ὁ δὲ κνώσσων
ὑγρὸν νῶτον αἰωρεῖ, τεαῖς 10
ῥιπαῖσι κατασχόμενος. καὶ γὰρ βιατὰς Ἄρης, τραχεῖαν ἄνευθε λιπὼν
[20] ἐγχέων ἀκμάν, ἰαίνει καρδίαν
κώματι, κῆλα δὲ καὶ δαιμόνων θέλγει φρένας, ἀμφί τε Λατοίδα σοφίᾳ βαθυκόλπων τε Μοισᾶν.
[επωδή 1]
ὅσσα δὲ μὴ πεφίληκε Ζεύς, ἀτύζονται βοὰν
Πιερίδων ἀΐοντα, γᾶν τε καὶ πόντον κατ' ἀμαιμάκετον, 15 [30] ὅς τ' ἐν αἰνᾷ Ταρτάρῳ κεῖται, θεῶν πολέμιος,
Τυφὼς ἑκατοντακάρανος: τόν ποτε
Κιλίκιον θρέψεν πολυώνυμον ἄντρον: νῦν γε μὰν
ταί θ' ὑπὲρ Κύμας ἁλιερκέες ὄχθαι
Σικελία τ' αὐτοῦ πιέζει στέρνα λαχνάεντα: κίων δ' οὐρανία συνέχει, 20
νιφόεσσ' Αἴτνα, πάνετες χιόνος ὀξείας τιθήνα:
[στρ. 2]
[40] τᾶς ἐρεύγονται μὲν ἀπλάτου πυρὸς ἁγνόταται
ἐκ μυχῶν παγαί: ποταμοὶ δ' ἁμέραισιν μὲν προχέοντι ῥόον καπνοῦ
αἴθων': ἀλλ' ἐν ὄρφναισιν πέτρας
φοίνισσα κυλινδομένα φλὸξ ἐς βαθεῖαν φέρει πόντου πλάκα σὺν πατάγῳ. 25
κεῖνο δ' Ἁφαίστοιο κρουνοὺς ἑρπετὸν
[50] δεινοτάτους ἀναπέμπει: τέρας μὲν θαυμάσιον προσιδέσθαι, θαῦμα δὲ καὶ παρεόντων ἀκοῦσαι,
[αντ. 2]
οἷον Αἴτνας ἐν μελαμφύλλοις δέδεται κορυφαῖς
καὶ πέδῳ, στρωμνὰ δὲ χαράσσοισ' ἅπαν νῶτον ποτικεκλιμένον κεντεῖ.
εἴη, Ζεῦ, τὶν εἴη ἁνδάνειν, 30
ὃς τοῦτ' ἐφέπεις ὄρος, εὐκάρποιο γαίας μέτωπον, τοῦ μὲν ἐπωνυμίαν
κλεινὸς οἰκιστὴρ ἐκύδανεν πόλιν
[60] γείτονα, Πυθιάδος δ' ἐν δρόμῳ κάρυξ ἀνέειπέ νιν ἀγγέλλων Ἱέρωνος ὑπὲρ καλλινίκου
[επωδή 2]
ἅρμασι. ναυσιφορήτοις δ' ἀνδράσι πρώτα χάρις
ἐς πλόον ἀρχομένοις πομπαῖον ἐλθεῖν οὖρον: ἐοικότα γὰρ 35
καὶ τελευτᾷ φερτέρου νόστου τυχεῖν. ὁ δὲ λόγος
[70] ταύταις ἐπὶ συντυχίαις δόξαν φέρει
λοιπὸν ἔσσεσθαι στεφάνοισί <νιν> ἵπποις τε κλυτὰν
καὶ σὺν εὐφώνοις θαλίαις ὀνυμαστάν.
Λύκιε καὶ Δάλου ἀνάσσων Φοῖβε, Παρνασσοῦ τε κράναν Κασταλίαν φιλέων, 40
ἐθελήσαις ταῦτα νόῳ τιθέμεν εὔανδρόν τε χώραν.
[στρ. 3]
[80] ἐκ θεῶν γὰρ μαχαναὶ πᾶσαι βροτέαις ἀρεταῖς,
καὶ σοφοὶ καὶ χερσὶ βιαταὶ περίγλωσσοί τ' ἔφυν. ἄνδρα δ' ἐγὼ κεῖνον
αἰνῆσαι μενοινῶν ἔλπομαι
μὴ χαλκοπάρᾳον ἄκονθ' ὡσείτ' ἀγῶνος βαλεῖν ἔξω παλάμᾳ δονέων, 45
μακρὰ δὲ ῥίψαις ἀμεύσασθ' ἀντίους:
[90] εἰ γὰρ ὁ πᾶς χρόνος ὄλβον μὲν οὕτω καὶ κτεάνων δόσιν εὐθύνοι, καμάτων δ' ἐπίλασιν παράσχοι.
[αντ. 3]
ἦ κεν ἀμνάσειεν, οἵαις ἐν πολέμοισι μάχαις
τλάμονι ψυχᾷ παρέμειν', ἁνίχ' εὑρίσκοντο θεῶν παλάμαις τιμάν,
οἵαν οὔτις Ἑλλάνων δρέπει, 50
πλούτου στεφάνωμ' ἀγέρωχον. νῦν γε μὰν τὰν Φιλοκτήταο δίκαν ἐφέπων
ἐστρατεύθη: σὺν δ' ἀνάγκᾳ νιν φίλον
[100] καί τις ἐὼν μεγαλάνωρ ἔσανεν. φαντὶ δὲ Λαμνόθεν ἕλκει τειρόμενον μεταβάσοντας ἐλθεῖν
[επωδή 3]
ἥρωας ἀντιθέους Ποίαντος υἱὸν τοξόταν:
ὃς Πριάμοιο πόλιν πέρσεν, τελεύτασέν τε πόνους Δαναοῖς, 55
ἀσθενεῖ μὲν χρωτὶ βαίνων, ἀλλὰ μοιρίδιον ἦν.
οὕτω δ' Ἱέρωνι θεὸς ὀρθωτὴρ πέλοι
[110] τὸν προσέρποντα χρόνον, ὧν ἔραται καιρὸν διδούς.
Μοῖσα, καὶ πὰρ Δεινομένει κελαδῆσαι
πίθεό μοι ποινὰν τεθρίππων. χάρμα δ' οὐκ ἀλλότριον νικαφορία πατέρος. 60
ἄγ' ἔπειτ' Αἴτνας βασιλεῖ φίλιον ἐξεύρωμεν ὕμνον:
[στρ. 4]
τῷ πόλιν κείναν θεοδμάτῳ σὺν ἐλευθερίᾳ
[120] Ὑλλίδος στάθμας Ἱέρων ἐν νόμοις ἔκτισσ'. ἐθέλοντι δὲ Παμφύλου
καὶ μὰν Ἡρακλειδᾶν ἔκγονοι
ὄχθαις ὕπο Ταϋγέτου ναίοντες αἰεὶ μένειν τεθμοῖσιν ἐν Αἰγιμιοῦ 65
Δωριεῖς. ἔσχον δ' Ἀμύκλας ὄλβιοι,
Πινδόθεν ὀρνύμενοι, λευκοπώλων Τυνδαριδᾶν βαθύδοξοι γείτονες, ὧν κλέος ἄνθησεν αἰχμᾶς.
[αντ. 4]
[130] Ζεῦ τέλει', αἰεὶ δὲ τοιαύταν Ἀμένα παρ' ὕδωρ
αἶσαν ἀστοῖς καὶ βασιλεῦσιν διακρίνειν ἔτυμον λόγον ἀνθρώπων,
σύν τοι τίν κεν ἁγητὴρ ἀνήρ, 70
υἱῷ τ' ἐπιτελλόμενος, δᾶμον γεραίρων τράποι σύμφωνον ἐς ἁσυχίαν.
λίσσομαι νεῦσον, Κρονίων, ἅμερον
[140] ὄφρα κατ' οἶκον ὁ Φοίνιξ ὁ Τυρσανῶν τ' ἀλαλατὸς ἔχῃ, ναυσίστονον ὕβριν ἰδὼν τὰν πρὸ Κύμας:
[επωδή 4]
οἷα Συρακοσίων ἀρχῷ δαμασθέντες πάθον,
ὠκυπόρων ἀπὸ ναῶν ὅ σφιν ἐν πόντῳ βάλεθ' ἁλικίαν, 75
Ἑλλάδ' ἐξέλκων βαρείας δουλίας. ἀρέομαι
πὰρ μὲν Σαλαμῖνος, Ἀθαναίων χάριν,
[150] μισθόν, ἐν Σπάρτᾳ δ' <ἀπὸ> τᾶν πρὸ Κιθαιρῶνος μαχᾶν,
ταῖσι Μήδειοι κάμον ἀγκυλότοξοι,
παρὰ δὲ τὰν εὔυδρον ἀκτὰν Ἱμέρα παίδεσσιν ὕμνον Δεινομένευς τελέσαις, 80
τὸν ἐδέξαντ' ἀμφ' ἀρετᾷ, πολεμίων ἀνδρῶν καμόντων.
[στρ. 5]
καιρὸν εἰ φθέγξαιο, πολλῶν πείρατα συντανύσαις
[160] ἐν βραχεῖ, μείων ἕπεται μῶμος ἀνθρώπων. ἀπὸ γὰρ κόρος ἀμβλύνει
αἰανὴς ταχείας ἐλπίδας:
ἀστῶν δ' ἀκοὰ κρύφιον θυμὸν βαρύνει μάλιστ' ἐσλοῖσιν ἐπ' ἀλλοτρίοις. 85
ἀλλ' ὅμως, κρέσσων γὰρ οἰκτιρμοῦ φθόνος,
μὴ παρίει καλά. νώμα δικαίῳ πηδαλίῳ στρατόν: ἀψευδεῖ δὲ πρὸς ἄκμονι χάλκευε γλῶσσαν.
[αντ. 5]
[170] εἴ τι καὶ φλαῦρον παραιθύσσει, μέγα τοι φέρεται
πὰρ σέθεν. πολλῶν ταμίας ἐσσί: πολλοὶ μάρτυρες ἀμφοτέροις πιστοί.
εὐανθεῖ δ' ἐν ὀργᾷ παρμένων, 90
εἴπερ τι φιλεῖς ἀκοὰν ἁδεῖαν αἰεὶ κλύειν, μὴ κάμνε λίαν δαπάναις:
ἐξίει δ' ὥσπερ κυβερνάτας ἀνὴρ
[180] ἱστίον ἀνεμόεν. μὴ δολωθῇς, ὦ φίλος, κέρδεσιν εὐτράπλοις: ὀπιθόμβροτον αὔχημα δόξας
[επωδή 5]
οἶον ἀποιχομένων ἀνδρῶν δίαιταν μανύει
καὶ λογίοις καὶ ἀοιδοῖς: οὐ φθίνει Κροίσου φιλόφρων ἀρετά: 95
τὸν δὲ ταύρῳ χαλκέῳ καυτῆρα νηλέα νόον
ἐχθρὰ Φάλαριν κατέχει παντᾷ φάτις,
οὐδέ νιν φόρμιγγες ὑπωρόφιαι κοινωνίαν
[190] μαλθακὰν παίδων ὀάροισι δέκονται.
τὸ δὲ παθεῖν εὖ πρῶτον ἄθλων: εὖ δ' ἀκούειν δευτέρα μοῖρ': ἀμφοτέροισι δ' ἀνὴρ 100
ὃς ἂν ἐγκύρσῃ, καὶ ἕλῃ, στέφανον ὕψιστον δέδεκται.
ΙΕΡΩΝΙ ΣΥΡΑΚΟΣΙῼ, ΑΡΜΑΤΙ
[στρ. 1]
μεγαλοπόλιες ὦ Συράκοσαι, βαθυπολέμου
τέμενος Ἄρεος, ἀνδρῶν ἵππων τε σιδαροχαρμᾶν δαιμόνιαι τροφοί,
ὔμμιν τόδε τᾶν λιπαρᾶν ἀπὸ Θηβᾶν φέρων
μέλος ἔρχομαι ἀγγελίαν τετραορίας ἐλελίχθονος, 5
εὐάρματος Ἱέρων ἐν ᾇ κρατέων
[10] τηλαυγέσιν ἀνέδησεν Ὀρτυγίαν στεφάνοις,
ποταμίας ἕδος Ἀρτέμιδος, ἇς οὐκ ἄτερ
κείνας ἀγαναῖσιν ἐν χερσὶ ποικιλανίους ἐδάμασσε πώλους.
[αντ. 1]
ἐπὶ γὰρ ἰοχέαιρα παρθένος χερὶ διδύμᾳ 10
[20] ὅ τ' ἐναγώνιος Ἑρμᾶς αἰγλᾶντα τίθησι κόσμον, ξεστὸν ὅταν δίφρον
ἔν θ' ἅρματα πεισιχάλινα καταζευγνύῃ
σθένος ἵππιον, ὀρσοτρίαιναν εὐρυβίαν καλέων θεόν.
ἄλλοις δέ τις ἐτέλεσσεν ἄλλος ἀνὴρ
εὐαχέα βασιλεῦσιν ὕμνον, ἄποιν' ἀρετᾶς. 15
κελαδέοντι μὲν ἀμφὶ Κινύραν πολλάκις
[30] φᾶμαι Κυπρίων, τὸν ὁ χρυσοχαῖτα προφρόνως ἐφίλησ' Ἀπόλλων,
[επωδή]
ἱερέα κτίλον Ἀφροδίτας: ἄγει δὲ χάρις φίλων ποίνιμος ἀντὶ ἔργων ὀπιζομένα:
σὲ δ', ὦ Δεινομένειε παῖ, Ζεφυρία πρὸ δόμων
Λοκρὶς παρθένος ἀπύει, πολεμίων καμάτων ἐξ ἀμαχάνων 20
διὰ τεὰν δύναμιν δρακεῖσ' ἀσφαλές.
[40] θεῶν δ' ἐφετμαῖς Ἰξίονα φαντὶ ταῦτα βροτοῖς
λέγειν ἐν πτερόεντι τροχῷ
παντᾷ κυλινδόμενον:
τὸν εὐεργέταν ἀγαναῖς ἀμοιβαῖς ἐποιχομένους τίνεσθαι. 25
[στρ. 2]
ἔμαθε δὲ σαφές. εὐμενέσσι γὰρ παρὰ Κρονίδαις
γλυκὺν ἑλὼν βίοτον, μακρὸν οὐχ ὑπέμεινεν ὄλβον, μαινομέναις φρασὶν
[50] Ἥρας ὅτ' ἐράσσατο, τὰν Διὸς εὐναὶ λάχον
πολυγαθέες: ἀλλά νιν ὕβρις εἰς ἀυάταν ὑπεράφανον
ὦρσεν: τάχα δὲ παθὼν ἐοικότ' ἀνὴρ 30
ἐξαίρετον ἕλε μόχθον. αἱ δύο δ' ἀμπλακίαι
φερέπονοι τελέθοντι: τὸ μὲν ἥρως ὅτι
ἐμφύλιον αἷμα πρώτιστος οὐκ ἄτερ τέχνας ἐπέμιξε θνατοῖς,
[αντ. 2]
[60] ὅτι τε μεγαλοκευθέεσσιν ἔν ποτε θαλάμοις
Διὸς ἄκοιτιν ἐπειρᾶτο. χρὴ δὲ κατ' αὐτὸν αἰεὶ παντὸς ὁρᾶν μέτρον. 35
εὐναὶ δὲ παράτροποι ἐς κακότατ' ἀθρόαν
ἔβαλον: ποτὶ καὶ τὸν ἵκοντ': ἐπεὶ νεφέλᾳ παρελέξατο,
ψεῦδος γλυκὺ μεθέπων, ἄϊδρις ἀνήρ:
[70] εἶδος γὰρ ὑπεροχωτάτᾳ πρέπεν οὐρανιᾶν
θυγατέρι Κρόνου: ἅντε δόλον αὐτῷ θέσαν 40
Ζηνὸς παλάμαι, καλὸν πῆμα. τὸν δὲ τετράκναμον ἔπραξε δεσμόν,
[επωδή 2]
ἑὸν ὄλεθρον ὅγ': ἐν δ' ἀφύκτοισι γυιοπέδαις πεσὼν τὰν πολύκοινον ἀνδέξατ' ἀγγελίαν.
ἄνευ οἱ Χαρίτων τέκεν γόνον ὑπερφίαλον,
[80] μόνα καὶ μόνον, οὔτ' ἐν ἀνδράσι γερασφόρον οὔτ' ἐν θεῶν νόμοις:
τὸν ὀνύμαξε τράφοισα Κένταυρον, ὃς 45
ἵπποισι Μαγνητίδεσσι ἐμίγνυτ' ἐν Παλίου
σφυροῖς, ἐκ δ' ἐγένοντο στρατὸς
θαυμαστός, ἀμφοτέροις
ὁμοῖοι τοκεῦσι, τὰ ματρόθεν μὲν κάτω, τὰ δ' ὕπερθε πατρός.
[στρ. 3]
[90] θεὸς ἅπαν ἐπὶ ἐλπίδεσσι τέκμαρ ἀνύεται, 50
θεός, ὃ καὶ πτερόεντ' αἰετὸν κίχε, καὶ θαλασσαῖον παραμείβεται
δελφῖνα, καὶ ὑψιφρόνων τιν' ἔκαμψε βροτῶν,
ἑτέροισι δὲ κῦδος ἀγήραον παρέδωκ'. ἐμὲ δὲ χρεὼν
φεύγειν δάκος ἀδινὸν κακαγοριᾶν.
εἶδον γὰρ ἑκὰς ἐὼν τὰ πόλλ' ἐν ἀμαχανίᾳ 55
[100] ψογερὸν Ἀρχίλοχον βαρυλόγοις ἔχθεσιν
πιαινόμενον: τὸ πλουτεῖν δὲ σὺν τύχᾳ πότμου σοφίας ἄριστον.
[αντ. 3]
τὺ δὲ σάφα νιν ἔχεις, ἐλευθέρᾳ φρενὶ πεπαρεῖν,
πρύτανι κύριε πολλᾶν μὲν εὐστεφάνων ἀγυιᾶν καὶ στρατοῦ. εἰ δέ τις
[110] ἤδη κτεάτεσσί τε καὶ περὶ τιμᾷ λέγει 60
ἕτερόν τιν' ἀν' Ἑλλάδα τῶν πάροιθε γενέσθαι ὑπέρτερον,
χαύνα πραπίδι παλαιμονεῖ κενεά.
εὐανθέα δ' ἀναβάσομαι στόλον ἀμφ' ἀρετᾷ
κελαδέων. νεότατι μὲν ἀρήγει θράσος
δεινῶν πολέμων: ὅθεν φαμὶ καὶ σὲ τὰν ἀπείρονα δόξαν εὑρεῖν, 65
[επωδή 3]
[120] τὰ μὲν ἐν ἱπποσόαισιν ἄνδρεσσι μαρνάμενον, τὰ δ' ἐν πεζομάχαισι: βουλαὶ δὲ πρεσβύτεραι
ἀκίνδυνον ἐμοὶ ἔπος <σὲ> ποτὶ πάντα λόγον
ἐπαινεῖν παρέχοντι. χαῖρε. τόδε μὲν κατὰ Φοίνισσαν ἐμπολὰν
μέλος ὑπὲρ πολιᾶς ἁλὸς πέμπεται:
τὸ Καστόρειον δ' ἐν Αἰολίδεσσι χορδαῖς ἑκὼν 70
ἄθρησον χάριν ἑπτακτύπου
[130] φόρμιγγος ἀντόμενος.
γένοι' οἷος ἐσσὶ μαθών: καλός τοι πίθων παρὰ παισίν, αἰεὶ
[στρ. 4]
καλός. ὁ δὲ Ῥαδάμανθυς εὖ πέπραγεν, ὅτι φρενῶν
ἔλαχε καρπὸν ἀμώμητον, οὐδ' ἀπάταισι θυμὸν τέρπεται ἔνδοθεν: 75
οἷα ψιθύρων παλάμαις ἕπετ' αἰεὶ βροτῷ.
[140] ἄμαχον κακὸν ἀμφοτέροις διαβολιᾶν ὑποφάτιες,
ὀργαῖς ἀτενὲς ἀλωπέκων ἴκελοι.
κερδοῖ δὲ τί μάλα τοῦτο κερδαλέον τελέθει;
ἅτε γὰρ εἰνάλιον πόνον ἐχοίσας βαθὺν 80
σκευᾶς ἑτέρας, ἀβάπτιστός εἰμι, φελλὸς ὣς ὑπὲρ ἕρκος ἅλμας.
[αντ. 4]
ἀδύνατα δ' ἔπος ἐκβαλεῖν κραταιὸν ἐν ἀγαθοῖς
[150] δόλιον ἀστόν: ὅμως μὰν σαίνων ποτὶ πάντας, ἄταν πάγχυ διαπλέκει.
οὔ οἱ μετέχω θράσεος: φίλον εἴη φιλεῖν:
ποτὶ δ' ἐχθρὸν ἅτ' ἐχθρὸς ἐὼν λύκοιο δίκαν ὑποθεύσομαι, 85
ἄλλ' ἄλλοτε πατέων ὁδοῖς σκολιαῖς.
ἐν πάντα δὲ νόμον εὐθύγλωσσος ἀνὴρ προφέρει,
[160] παρὰ τυραννίδι, χὠπόταν ὁ λάβρος στρατός,
χὤταν πόλιν οἱ σοφοὶ τηρέωντι. χρὴ δὲ πρὸς θεὸν οὐκ ἐρίζειν,
[επωδή 4]
ὃς ἀνέχει τοτὲ μὲν τὰ κείνων, τότ' αὖθ' ἑτέροις ἔδωκεν μέγα κῦδος. ἀλλ' οὐδὲ ταῦτα νόον 90
ἰαίνει φθονερῶν: στάθμας δέ τινος ἑλκόμενοι
περισσᾶς ἐνέπαξαν ἕλκος ὀδυναρὸν ἑᾷ πρόσθε καρδίᾳ,
[170] πρὶν ὅσα φροντίδι μητίονται τυχεῖν.
φέρειν δ' ἐλαφρῶς ἐπαυχένιον λαβόντα ζυγὸν
ἀρήγει: ποτὶ κέντρον δέ τοι 95
λακτιζέμεν τελέθει
ὀλισθηρὸς οἶμος: ἁδόντα δ' εἴη με τοῖς ἀγαθοῖς ὁμιλεῖν.
ΙΕΡΩΝΙ ΣΥΡΑΚΟΣΙῼ, ΚΕΛΗΤΙ
[στρ. 1]
ἤθελον Χείρωνά κε Φιλλυρίδαν,
εἰ χρεὼν τοῦθ' ἁμετέρας ἀπὸ γλώσσας κοινὸν εὔξασθαι ἔπος,
ζώειν τὸν ἀποιχόμενον,
Οὐρανίδα γόνον εὐρυμέδοντα Κρόνου, βάσσαισί τ' ἄρχειν Παλίου Φῆρ' ἀγρότερον, 5
[10] νοῦν ἔχοντ' ἀνδρῶν φίλον: οἷος ἐὼν θρέψεν ποτὲ
τέκτονα νωδυνίας ἅμερον γυιαρκέος Ἀσκλήπιον,
ἥρωα παντοδαπᾶν ἀλκτῆρα νούσων.
[αντ. 1]
τὸν μὲν εὐΐππου Φλεγύα θυγάτηρ
πρὶν τελέσσαι ματροπόλῳ σὺν Ἐλειθυίᾳ, δαμεῖσα χρυσέοις 10
τόξοισιν ὕπ' Ἀρτέμιδος,
[20] εἰς Ἀΐδα δόμον ἐν θαλάμῳ κατέβα τέχναις Ἀπόλλωνος. χόλος δ' οὐκ ἀλίθιος
γίνεται παίδων Διός. ἁ δ' ἀποφλαυρίξαισά νιν
ἀμπλακίαισι φρενῶν, ἄλλον αἴνησεν γάμον κρύβδαν πατρός,
πρόσθεν ἀκειρεκόμᾳ μιχθεῖσα Φοίβῳ, 15
[επωδή 1]
καὶ φέροισα σπέρμα θεοῦ καθαρόν.
οὐδ' ἔμειν' ἐλθεῖν τράπεζαν νυμφίαν
[30] οὐδὲ παμφώνων ἰαχὰν ὑμεναίων, ἅλικες
οἷα παρθένοι φιλέοισιν ἑταίρᾳ
ἑσπερίαις ὑποκουρίζεσθ' ἀοιδαῖς: ἀλλά τοι 20
ἤρατο τῶν ἀπεόντων: οἷα καὶ πολλοὶ πάθον.
ἔστι δὲ φῦλον ἐν ἀνθρώποισι ματαιότατον,
ὅστις αἰσχύνων ἐπιχώρια παπταίνει τὰ πόρσω,
[40] μεταμώνια θηρεύων ἀκράντοις ἐλπίσιν.
[στρ. 2]
ἔσχε τοιαύταν μεγάλαν ἀυάταν 25
καλλιπέπλου λῆμα Κορωνίδος. ἐλθόντος γὰρ εὐνάσθη ξένου
λέκτροισιν ἀπ' Ἀρκαδίας.
οὐδ' ἔλαθε σκοπόν: ἐν δ' ἄρα μηλοδόκῳ Πυθῶνι τόσσαις ἄϊεν ναοῦ βασιλεὺς
[50] Λοξίας, κοινᾶνι παρ' εὐθυτάτῳ γνώμαν πιθών,
πάντα ἰσάντι νόῳ: ψευδέων δ' οὐχ ἅπτεται: κλέπτει τέ νιν 30
οὐ θεὸς οὐ βροτὸς ἔργοις οὔτε βουλαῖς.
[αντ. 2]
καὶ τότε γνοὺς Ἴσχυος Εἰλατίδα
ξεινίαν κοίταν ἄθεμίν τε δόλον, πέμψεν κασιγνήταν μένει
θύοισαν ἀμαιμακέτῳ
[60] ἐς Λακέρειαν. ἐπεὶ παρὰ Βοιβιάδος κρημνοῖσιν ᾤκει παρθένος. δαίμων δ' ἕτερος 35
ἐς κακὸν τρέψαις ἐδαμάσσατό νιν: καὶ γειτόνων
πολλοὶ ἐπαῦρον, ἁμᾷ δ' ἔφθαρεν, πολλὰν δ' ὄρει πῦρ ἐξ ἑνὸς
σπέρματος ἐνθορὸν ἀΐστωσεν ὕλαν.
[επωδή 2]
ἀλλ' ἐπεὶ τείχει θέσαν ἐν ξυλίνῳ
σύγγονοι κούραν, σέλας δ' ἀμφέδραμεν 40
[70] λάβρον Ἁφαίστου, τότ' ἔειπεν Ἀπόλλων: “οὐκέτι
τλάσομαι ψυχᾷ γένος ἀμὸν ὀλέσσαι
οἰκτροτάτῳ θανάτῳ ματρὸς βαρείᾳ σὺν πάθᾳ.”
ὣς φάτο: βάματι δ' ἐν πρώτῳ κιχὼν παῖδ' ἐκ νεκροῦ
ἅρπασε: καιομένα δ' αὐτῷ διέφαινε πυρά: 45
[80] καί ῥά νιν Μάγνητι φέρων πόρε Κενταύρῳ διδάξαι
πολυπήμονας ἀνθρώποισιν ἰᾶσθαι νόσους.
[στρ. 3]
τοὺς μὲν ὦν, ὅσσοι μόλον αὐτοφύτων
ἑλκέων ξυνάονες, ἢ πολιῷ χαλκῷ μέλη τετρωμένοι
ἢ χερμάδι τηλεβόλῳ, 50
[90] ἢ θερινῷ πυρὶ περθόμενοι δέμας ἢ χειμῶνι, λύσαις ἄλλον ἀλλοίων ἀχέων
ἔξαγεν, τοὺς μὲν μαλακαῖς ἐπαοιδαῖς ἀμφέπων,
τοὺς δὲ προσανέα πίνοντας, ἢ γυίοις περάπτων πάντοθεν
φάρμακα, τοὺς δὲ τομαῖς ἔστασεν ὀρθούς.
[αντ. 3]
ἀλλὰ κέρδει καὶ σοφία δέδεται. 55
ἔτραπεν καὶ κεῖνον ἀγάνορι μισθῷ χρυσὸς ἐν χερσὶν φανεὶς
ἄνδρ' ἐκ θανάτου κομίσαι
[100] ἤδη ἁλωκότα: χερσὶ δ' ἄρα Κρονίων ῥίψαις δι' ἀμφοῖν ἀμπνοὰν στέρνων κάθελεν
ὠκέως, αἴθων δὲ κεραυνὸς ἐνέσκιμψεν μόρον.
χρὴ τὰ ἐοικότα πὰρ δαιμόνων μαστευέμεν θναταῖς φρασίν, 60
γνόντα τὸ πὰρ ποδός, οἵας εἰμὲν αἴσας.
[επωδή 3]
μή, φίλα ψυχά, βίον ἀθάνατον
[110] σπεῦδε, τὰν δ' ἔμπρακτον ἄντλει μαχανάν.
εἰ δὲ σώφρων ἄντρον ἔναι' ἔτι Χείρων, καί τί οἱ
φίλτρον ἐν θυμῷ μελιγάρυες ὕμνοι 65
ἁμέτεροι τίθεν: ἰατῆρά τοί κέν νιν πίθον
καί νυν ἐσλοῖσι παρασχεῖν ἀνδράσιν θερμᾶν νόσων
ἤ τινα Λατοΐδα κεκλημένον ἢ πατέρος.
[120] καί κεν ἐν ναυσὶν μόλον Ἰονίαν τάμνων θάλασσαν
Ἀρέθοισαν ἐπὶ κράναν παρ' Αἰτναῖον ξένον, 70
[στρ. 4]
ὃς Συρακόσσαισι νέμει βασιλεὺς
πραὺ̈ς ἀστοῖς, οὐ φθονέων ἀγαθοῖς, ξείνοις δὲ θαυμαστὸς πατήρ.
τῷ μὲν διδύμας χάριτας,
[130] εἰ κατέβαν ὑγίειαν ἄγων χρυσέαν κῶμόν τ' ἀέθλων Πυθίων αἴγλαν στεφάνοις.
τοὺς ἀριστεύων Φερένικος ἕλ' ἐν Κίῤῥᾳ ποτέ, 75
ἀστέρος οὐρανίου φαμὶ τηλαυγέστερον κείνῳ φάος
ἐξικόμαν κε βαθὺν πόντον περάσαις.
[αντ. 4]
ἀλλ' ἐπεύξασθαι μὲν ἐγὼν ἐθέλω
Ματρί, τὰν κοῦραι παρ' ἐμὸν πρόθυρον σὺν Πανὶ μέλπονται θαμὰ
[140] σεμνὰν θεὸν ἐννύχιαι. 80
εἰ δὲ λόγων συνέμεν κορυφάν, Ἱέρων, ὀρθὰν ἐπίστᾳ, μανθάνων οἶσθα προτέρων:
“ ἓν παρ' ἐσλὸν πήματα σύνδυο δαίονται βροτοῖς
ἀθάνατοι.” τὰ μὲν ὦν οὐ δύνανται νήπιοι κόσμῳ φέρειν,
ἀλλ' ἀγαθοί, τὰ καλὰ τρέψαντες ἔξω.
[επωδή 4]
[150] τὶν δὲ μοῖρ' εὐδαιμονίας ἕπεται. 85
λαγέταν γάρ τοι τύραννον δέρκεται,
εἴ τιν' ἀνθρώπων, ὁ μέγας πότμος. αἰὼν δ' ἀσφαλὴς
οὐκ ἔγεντ' οὔτ' Αἰακίδᾳ παρὰ Πηλεῖ
οὔτε παρ' ἀντιθέῳ Κάδμῳ: λέγονται μὰν βροτῶν
ὄλβον ὑπέρτατον οἳ σχεῖν, οἵτε καὶ χρυσαμπύκων 90
[160] μελπομενᾶν ἐν ὄρει Μοισᾶν καὶ ἐν ἑπταπύλοις
ἄϊον Θήβαις, ὁπόθ' Ἁρμονίαν γᾶμεν βοῶπιν,
ὁ δὲ Νηρέος εὐβούλου Θέτιν παῖδα κλυτάν.
[στρ. 5]
καὶ θεοὶ δαίσαντο παρ' ἀμφοτέροις,
καὶ Κρόνου παῖδας βασιλῆας ἴδον χρυσέαις ἐν ἕδραις, ἕδνα τε 95
δέξαντο: Διὸς δὲ χάριν
[170] ἐκ προτέρων μεταμειψάμενοι καμάτων ἔστασαν ὀρθὰν καρδίαν. ἐν δ' αὖτε χρόνῳ
τὸν μὲν ὀξείαισι θύγατρες ἐρήμωσαν πάθαις
εὐφροσύνας μέρος αἱ τρεῖς: ἀτὰρ λευκωλένῳ γε Ζεὺς πατὴρ
ἤλυθεν ἐς λέχος ἱμερτὸν Θυώνᾳ. 100
[αντ. 5]
τοῦ δὲ παῖς, ὅνπερ μόνον ἀθανάτα
[180] τίκτεν ἐν Φθίᾳ Θέτις, ἐν πολέμῳ τόξοις ἀπὸ ψυχὰν λιπὼν
ὦρσεν πυρὶ καιόμενος
ἐκ Δαναῶν γόον. εἰ δὲ νόῳ τις ἔχει θνατῶν ἀλαθείας ὁδόν, χρὴ πρὸς μακάρων
τυγχάνοντ' εὖ πασχέμεν. ἄλλοτε δ' ἀλλοῖαι πνοαὶ 105
ὑψιπετᾶν ἀνέμων. ὄλβος οὐκ ἐς μακρὸν ἀνδρῶν ἔρχεται
[190] σάος, πολὺς εὖτ' ἂν ἐπιβρίσαις ἕπηται.
[επωδή 5]
σμικρὸς ἐν σμικροῖς, μέγας ἐν μεγάλοις
ἔσσομαι: τὸν ἀμφέποντ' αἰεὶ φρασὶν
δαίμον' ἀσκήσω κατ' ἐμὰν θεραπεύων μαχανάν. 110
εἰ δέ μοι πλοῦτον θεὸς ἁβρὸν ὀρέξαι,
ἐλπίδ' ἔχω κλέος εὑρέσθαι κεν ὑψηλὸν πρόσω.
Νέστορα καὶ Λύκιον Σαρπηδόν', ἀνθρώπων φάτις,
[200] ἐξ ἐπέων κελαδεννῶν, τέκτονες οἷα σοφοὶ
ἅρμοσαν, γιγνώσκομεν. ἁ δ' ἀρετὰ κλειναῖς ἀοιδαῖς 115
χρονία τελέθει. παύροις δὲ πράξασθ' εὐμαρές.
ΑΡΚΕΣΙΛᾼ ΚΥΡΗΝΑΙῼ, ΑΡΜΑΤΙ
[στρ. 1]
σάμερον μὲν χρή σε παρ' ἀνδρὶ φίλῳ
στᾶμεν, εὐΐππου βασιλῆϊ Κυράνας, ὄφρα κωμάζοντι σὺν Ἀρκεσίλᾳ,
Μοῖσα, Λατοίδαισιν ὀφειλόμενον Πυθῶνί τ' αὔξῃς οὖρον ὕμνων,
ἔνθα ποτὲ χρυσέων Διὸς αἰητῶν πάρεδρος, 5
οὐκ ἀποδάμου Ἀπόλλωνος τυχόντος, ἱέρεα
[10] χρῆσεν οἰκιστῆρα Βάττον καρποφόρου Λιβύας, ἱερὰν
νᾶσον ὡς ἤδη λιπὼν κτίσσειεν εὐάρματον
πόλιν ἐν ἀργεννόεντι μαστῷ,
[αντ. 1]
καὶ τὸ Μηδείας ἔπος ἀγκομίσαι 10
ἑβδόμᾳ καὶ σὺν δεκάτᾳ γενεᾷ Θήραιον, Αἰήτα τό ποτε ζαμενὴς
παῖς ἀπέπνευσ' ἀθανάτου στόματος, δέσποινα Κόλχων. εἶπε δ' οὕτως
[20] ἡμιθέοισιν Ἰάσονος αἰχματᾶο ναύταις:
“ κέκλυτε, παῖδες ὑπερθύμων τε φωτῶν καὶ θεῶν:
φαμὶ γὰρ τᾶσδ' ἐξ ἁλιπλάκτου ποτὲ γᾶς Ἐπάφοιο κόραν 15
ἀστέων ῥίζαν φυτεύσεσθαι μελησιμβρότων
Διὸς ἐν Ἄμμωνος θεμέθλοις.
[επωδή 1]
[30] ἀντὶ δελφίνων δ' ἐλαχυπτερύγων ἵππους ἀμείψαντες θοάς,
ἁνία τ' ἀντ' ἐρετμῶν δίφρους τε νωμάσοισιν ἀελλόποδας.
κεῖνος ὄρνις ἐκτελευτάσει μεγαλᾶν πολίων 20
ματρόπολιν Θήραν γενέσθαι, τόν ποτε Τριτωνίδος ἐν προχοαῖς
λίμνας θεῷ ἀνέρι εἰδομένῳ γαῖαν διδόντι
ξείνια πρῴραθεν Εὔφαμος καταβὰς
[40] δέξατ': αἴσιον δ' ἐπί οἱ Κρονίων Ζεὺς πατὴρ ἔκλαγξε βροντάν:
[στρ. 2]
ἁνίκ' ἄγκυραν ποτὶ χαλκόγενυν 25
ναὶ̈ κρημνάντων ἐπέτοσσε, θοᾶς Ἀργοῦς χαλινόν. δώδεκα δὲ πρότερον
ἁμέρας ἐξ Ωκεανοῦ φέρομεν νώτων ὕπερ γαίας ἐρήμων
εἰνάλιον δόρυ, μήδεσιν ἀνσπάσσαντες ἀμοῖς.
[50] τουτάκι δ' οἰοπόλος δαίμων ἐπῆλθεν, φαιδίμαν
ἀνδρὸς αἰδοίου πρόσοψιν θηκάμενος: φιλίων δ' ἐπέων 30
ἄρχετο, ξείνοις ἅτ' ἐλθόντεσσιν εὐεργέται
δεῖπν' ἐπαγγέλλοντι πρῶτον.
[αντ. 2]
ἀλλὰ γὰρ νόστου πρόφασις γλυκεροῦ
κώλυεν μεῖναι. φάτο δ' Εὐρύπυλος Γαιαόχου παῖς ἀφθίτου Ἐννοσίδα
[60] ἔμμεναι: γίγνωσκε δ' ἐπειγομένους: ἂν δ' εὐθὺς ἁρπάξαις ἀρούρας 35
δεξιτερᾷ προτυχὸν ξένιον μάστευσε δοῦναι.
οὐδ' ἀπίθησέ νιν, ἀλλ' ἥρως ἐπ' ἀκταῖσιν θορὼν
χειρί οἱ χεῖρ' ἀντερείσαις δέξατο βώλακα δαιμονίαν.
πεύθομαι δ' αὐτὰν κατακλυσθεῖσαν ἐκ δούρατος
ἐναλίαν βᾶμεν σὺν ἅλμᾳ 40
[επωδή 2]
[70] ἑσπέρας, ὑγρῷ πελάγει σπομέναν. ἦ μάν νιν ὤτρυνον θαμὰ
λυσιπόνοις θεραπόντεσσιν φυλάξαι: τῶν δ' ἐλάθοντο φρένες:
καί νυν ἐν τᾷδ' ἄφθιτον νάσῳ κέχυται Λιβύας
εὐρυχόρου σπέρμα πρὶν ὥρας: εἰ γὰρ οἴκοι νιν βάλε πὰρ χθόνιον
Ἄιδα στόμα, Ταίναρον εἰς ἱερὰν Εὔφαμος ἐλθών, 45
[80] υἱὸς ἱππάρχου Ποσειδάωνος ἄναξ,
τόν ποτ' Εὐρώπα Τιτυοῦ θυγάτηρ τίκτε Καφισοῦ παρ' ὄχθαις:
[στρ. 3]
τετράτων παίδων κ' ἐπιγινομένων
αἷμά οἱ κείναν λάβε σὺν Δαναοῖς εὐρεῖαν ἄπειρον. τότε γὰρ μεγάλας
ἐξανίστανται Λακεδαίμονος Ἀργείου τε κόλπου καὶ Μυκηνᾶν. 50
νῦν γε μὲν ἀλλοδαπᾶν κριτὸν εὑρήσει γυναικῶν
[90] ἐν λέχεσιν γένος, οἵ κεν τάνδε σὺν τιμᾷ θεῶν
νᾶσον ἐλθόντες τέκωνται φῶτα κελαινεφέων πεδίων
δεσπόταν: τὸν μὲν πολυχρύσῳ ποτ' ἐν δώματι
Φοῖβος ἀμνάσει θέμισσιν 55
[αντ. 3]
Πύθιον ναὸν καταβάντα χρόνῳ
ὑστέρῳ, νάεσσι πολεῖς ἀγαγὲν Νείλοιο πρὸς πῖον τέμενος Κρονίδα.”
[100] ἦ ῥα Μηδείας ἐπέων στίχες. ἔπταξαν δ' ἀκίνητοι σιωπᾷ
ἥρωες ἀντίθεοι πυκινὰν μῆτιν κλύοντες.
ὦ μάκαρ υἱὲ Πολυμνάστου, σὲ δ' ἐν τούτῳ λόγῳ 60
χρησμὸς ὤρθωσεν μελίσσας Δελφίδος αὐτομάτῳ κελάδῳ:
ἅ σε χαίρειν ἐς τρὶς αὐδάσαισα πεπρωμένον
[110] βασιλέ' ἄμφανεν Κυράνᾳ,
[επωδή 3]
δυσθρόου φωνᾶς ἀνακρινόμενον ποινὰ τίς ἔσται πρὸς θεῶν.
ἦ μάλα δὴ μετὰ καὶ νῦν, ὥστε φοινικανθέμου ἦρος ἀκμᾷ, 65
παισὶ τούτοις ὄγδοον θάλλει μέρος Ἀρκεσίλας:
τῷ μὲν Ἀπόλλων ἅ τε Πυθὼ κῦδος ἐξ ἀμφικτιόνων ἔπορεν
[120] ἱπποδρομίας. ἀπὸ δ' αὐτὸν ἐγὼ Μοίσαισι δώσω
καὶ τὸ πάγχρυσον νάκος κριοῦ: μετὰ γὰρ
κεῖνο πλευσάντων Μινυᾶν, θεόπομποί σφισιν τιμαὶ φύτευθεν.
[στρ. 4] 70
τίς γὰρ ἀρχὰ δέξατο ναυτιλίας;
τίς δὲ κίνδυνος κρατεροῖς ἀδάμαντος δῆσεν ἅλοις; θέσφατον ἦν Πελίαν
ἐξ ἀγαυῶν Αἰολιδᾶν θανέμεν χείρεσσιν ἢ βουλαῖς ἀκάμπτοις.
[130] ἦλθε δέ οἱ κρυόεν πυκινῷ μάντευμα θυμῷ,
πὰρ μέσον ὀμφαλὸν εὐδένδροιο ῥηθὲν ματέρος: 75
τὸν μονοκρήπιδα πάντως ἐν φυλακᾷ σχεθέμεν μεγάλᾳ,
εὖτ' ἂν αἰπεινῶν ἀπὸ σταθμῶν ἐς εὐδείελον
χθόνα μόλῃ κλειτᾶς Ἰωλκοῦ,
[αντ. 4]
ξεῖνος αἴτ' ὦν ἀστός. ὁ δ' ἆρα χρόνῳ
[140] ἵκετ' αἰχμαῖσιν διδύμαισιν ἀνὴρ ἔκπαγλος: ἐσθὰς δ' ἀμφοτέρα νιν ἔχεν, 80
ἅ τε Μαγνήτων ἐπιχώριος ἁρμόζοισα θαητοῖσι γυίοις,
ἀμφὶ δὲ παρδαλέᾳ στέγετο φρίσσοντας ὄμβρους:
οὐδὲ κομᾶν πλόκαμοι κερθέντες ᾤχοντ' ἀγλαοί,
ἀλλ' ἅπαν νῶτον καταίθυσσον. τάχα δ' εὐθὺς ἰὼν σφετέρας
[150] ἐστάθη γνώμας ἀταρμύκτοιο πειρώμενος 85
ἐν ἀγορᾷ πλήθοντος ὄχλου.
[επωδή 4]
τὸν μὲν οὐ γίγνωσκον: ὀπιζομένων δ' ἔμπας τις εἶπεν καὶ τόδε:
“οὔτι που οὗτος Ἀπόλλων, οὐδὲ μὰν χαλκάρματός ἐστι πόσις
Ἀφροδίτας: ἐν δὲ Νάξῳ φαντὶ θανεῖν λιπαρᾷ
Ἰφιμεδείας παῖδας, Ὦτον καὶ σέ, τολμάεις Ἐφιάλτα ἄναξ. 90
[160] καὶ μὰν Τιτυὸν βέλος Ἀρτέμιδος θήρευσε κραιπνόν
ἐξ ἀνικάτου φαρέτρας ὀρνύμενον,
ὄφρα τις τᾶν ἐν δυνατῷ φιλοτάτων ἐπιψαύειν ἔραται.”
[στρ. 5]
τοὶ μὲν ἀλλάλοισιν ἀμειβόμενοι
γάρυον τοιαῦτ': ἀνὰ δ' ἡμιόνοις ξεστᾷ τ' ἀπήνᾳ προτροπάδαν Πελίας 95
ἵκετο σπεύδων: τάφε δ' αὐτίκα παπτάναις ἀρίγνωτον πέδιλον
[170] δεξιτερῷ μόνον ἀμφὶ ποδί. κλέπτων δὲ θυμῷ
δεῖμα προσέννεπε: “ποίαν γαῖαν, ὦ ξεῖν', εὔχεαι
πατρίδ' ἔμμεν; καὶ τίς ἀνθρώπων σε χαμαιγενέων πολιᾶς
ἐξανῆκεν γαστρός; ἐχθίστοισι μὴ ψεύδεσιν 100
καταμιάναις εἰπὲ γένναν.”
[αντ. 5]
τὸν δὲ θαρσήσαις ἀγανοῖσι λόγοις
[180] ὧδ' ἀμείφθη: “φαμὶ διδασκαλίαν Χείρωνος οἴσειν. ἀντρόθε γὰρ νέομαι
πὰρ Χαρικλοῦς καὶ Φιλύρας, ἵνα Κενταύρου με κοῦραι θρέψαν ἁγναί.
εἴκοσι δ' ἐκτελέσαις ἐνιαυτοὺς οὔτε ἔργον 105
οὔτ' ἔπος ἐντράπελον κείνοισιν εἰπὼν ἱκόμαν
οἴκαδ', ἀρχαίαν κομίζων πατρὸς ἐμοῦ βασιλευομέναν
[190] οὐ κατ' αἶσαν, τάν ποτε Ζεὺς ὤπασεν λαγέτᾳ
Αἰόλῳ καὶ παισί, τιμάν.
[επωδή 5]
πεύθομαι γάρ νιν Πελίαν ἄθεμιν λευκαῖς πιθήσαντα φρασὶν 110
ἁμετέρων ἀποσυλᾶσαι βιαίως ἀρχεδικᾶν τοκέων:
τοί μ', ἐπεὶ πάμπρωτον εἶδον φέγγος, ὑπερφιάλου
[200] ἁγεμόνος δείσαντες ὕβριν, κᾶδος ὡσείτε φθιμένου δνοφερὸν
ἐν δώμασι θηκάμενοι, μίγα κωκυτῷ γυναικῶν
κρύβδα πέμπον σπαργάνοις ἐν πορφυρέοις, 115
νυκτὶ κοινάσαντες ὁδόν, Κρονίδᾳ δὲ τράφεν Χείρωνι δῶκαν.
[στρ. 6]
ἀλλὰ τούτων μὲν κεφάλαια λόγων
ἴστε. λευκίππων δὲ δόμους πατέρων, κεδνοὶ πολῖται, φράσσατέ μοι σαφέως:
[210] Αἴσονος γὰρ παῖς ἐπιχώριος οὐ ξείναν ἱκάνω γαῖαν ἄλλων.
Φὴρ δέ με θεῖος Ἰάσονα κικλήσκων προσηύδα.” 120
ὣς φάτο. τὸν μὲν ἐσελθόντ' ἔγνον ὀφθαλμοὶ πατρός.
ἐκ δ' ἄρ' αὐτοῦ πομφόλυξαν δάκρυα γηραλέων γλεφάρων,
ἃν περὶ ψυχὰν ἐπεὶ γάθησεν ἐξαίρετον
γόνον ἰδὼν κάλλιστον ἀνδρῶν.
[αντ. 6]
[220] καὶ κασίγνητοί σφισιν ἀμφότεροι 125
[230] ἤλυθον κείνου γε κατὰ κλέος: ἐγγὺς μὲν Φέρης κράναν Υπερῇδα λιπών,
ἐκ δὲ Μεσσάνας Ἀμυθάν: ταχέως δ' Ἄδματος ἷκεν καὶ Μέλαμπος,
εὐμενέοντες ἀνεψιόν. ἐν δαιτὸς δὲ μοίρᾳ
μειλιχίοισι λόγοις αὐτοὺς Ἰάσων δέγμενος,
ξείνι' ἁρμόζοντα τεύχων, πᾶσαν ἐυφροσύναν τάνυεν, 130
ἀθρόαις πέντε δραπὼν νύκτεσσιν ἔν θ' ἁμέραις
ἱερὸν εὐζοίας ἄωτον.
[επωδή 6]
ἀλλ' ἐν ἕκτᾳ πάντα, λόγον θέμενος σπουδαῖον, ἐξ ἀρχᾶς ἀνὴρ
συγγενέσιν παρεκοινᾶθ': οἱ δ' ἐπέσποντ': αἶψα δ' ἀπὸ κλισιᾶν
ὦρτο σὺν κείνοισι. καί ῥ' ἦλθον Πελία μέγαρον: 135
[240] ἐσσύμενοι δ' εἴσω κατέσταν. τῶν δ' ἀκούσαις αὐτὸς ὑπαντίασεν
Τυροῦς ἐρασιπλοκάμου γενεά: πραὺ̈ν δ' Ἰάσων
μαλθακᾷ φωνᾷ ποτιστάζων ὄαρον
βάλλετο κρηπῖδα σοφῶν ἐπέων: “παῖ Ποσειδᾶνος Πετραίου,
[στρ. 7]
ἐντὶ μὲν θνατῶν φρένες ὠκύτεραι 140
κέρδος αἰνῆσαι πρὸ δίκας δόλιον, τραχεῖαν ἑρπόντων πρὸς ἔπιβδαν ὅμως:
ἀλλ' ἐμὲ χρὴ καὶ σὲ θεμισσαμένους ὀργὰς ὑφαίνειν λοιπὸν ὄλβον.
[250] εἰδότι τοι ἐρέω: μία βοῦς Κρηθεῖ τε μάτηρ
καὶ θρασυμήδεϊ Σαλμωνεῖ: τρίταισιν δ' ἐν γοναῖς
ἄμμες αὖ κείνων φυτευθέντες σθένος ἀελίου χρύσεον 145
λεύσσομεν. Μοῖραι δ' ἀφίσταντ', εἴ τις ἔχθρα πέλει
[260] ὁμογόνοις, αἰδῶ καλύψαι.
[αντ. 7]
οὐ πρέπει νῷν χαλκοτόροις ξίφεσιν
οὐδ' ἀκόντεσσιν μεγάλαν προγόνων τιμὰν δάσασθαι. μῆλά τε γάρ τοι ἐγὼ
καὶ βοῶν ξανθὰς ἀγέλας ἀφίημ' ἀγρούς τε πάντας, τοὺς ἀπούραις 150
ἁμετέρων τοκέων νέμεαι, πλοῦτον πιαίνων:
κοὔ με πονεῖ τεὸν οἶκον ταῦτα πορσύνοντ' ἄγαν:
[270] ἀλλὰ καὶ σκᾶπτον μόναρχον καὶ θρόνος, ᾧ ποτε Κρηθεΐδας
ἐγκαθίζων ἱππόταις εὔθυνε λαοῖς δίκας,
τὰ μὲν ἄνευ ξυνᾶς ἀνίας 155
[επωδή 7]
λῦσον ἄμμιν, μή τι νεώτερον ἐξ αὐτῶν ἀναστάῃ κακόν.”
ὣς ἄρ' ἔειπεν. ἀκᾷ δ' ἀνταγόρευσεν καὶ Πελίας: “ἔσομαι
[280] τοῖος: ἀλλ' ἤδη με γηραιὸν μέρος ἁλικίας
ἀμφιπολεῖ: σὸν δ' ἄνθος ἥβας ἄρτι κυμαίνει: δύνασαι δ' ἀφελεῖν
μᾶνιν χθονίων. κέλεται γὰρ ἑὰν ψυχὰν κομίξαι 160
Φρίξος ἐλθόντας πρὸς Αἰήτα θαλάμους,
δέρμα τε κριοῦ βαθύμαλλον ἄγειν, τῷ ποτ' ἐκ πόντου σαώθη
[στρ. 8]
ἔκ τε ματρυιᾶς ἀθέων βελέων.
[290] ταῦτά μοι θαυμαστὸς ὄνειρος ἰὼν φωνεῖ. μεμάντευμαι δ' ἐπὶ Κασταλίᾳ,
εἰ μετάλλατόν τι. καὶ ὡς τάχος ὀτρύνει με τεύχειν ναὶ πομπάν. 165
τοῦτον ἄεθλον ἑκὼν τέλεσον: καί τοι μοναρχεῖν
καὶ βασιλευέμεν ὄμνυμι προήσειν. καρτερὸς
ὅρκος ἄμμιν μάρτυς ἔστω Ζεὺς ὁ γενέθλιος ἀμφοτέροις.”
[300] σύνθεσιν ταύταν ἐπαινήσαντες οἱ μὲν κρίθεν:
ἀτὰρ Ἰάσων αὐτὸς ἤδη 170
[αντ. 8]
ὤρνυεν κάρυκας ἐόντα πλόον
φαινέμεν παντᾷ. τάχα δὲ Κρονίδαο Ζηνὸς υἱοὶ τρεῖς ἀκαμαντομάχαι
ἦλθον Ἀλκμήνας θ' ἑλικοβλεφάρου Λήδας τε, δοιοὶ δ' ὑψιχαῖται
ἀνέρες, Ἐννοσίδα γένος, αἰδεσθέντες ἀλκάν,
[310] ἔκ τε Πύλου καὶ ἀπ' ἄκρας Ταινάρου: τῶν μὲν κλέος 175
ἐσλὸν Εὐφάμου τ' ἐκράνθη σόν τε, Περικλύμεν' εὐρυβία.
ἐξ Ἀπόλλωνος δὲ φορμικτὰς ἀοιδᾶν πατὴρ
ἔμολεν, εὐαίνητος, Ὀρφεύς.
[επωδή 8]
πέμπε δ' Ἑρμᾶς χρυσόραπις διδύμους υἱοὺς ἐπ' ἄτρυτον πόνον,
τὸν μὲν Ἐχίονα, κεχλάδοντας ἥβᾳ, τὸν δ' Ἔρυτον. ταχέες 180
[320] ἀμφὶ Παγγαίου θεμέθλοις ναιετάοντες ἔβαν:
καὶ γὰρ ἑκὼν θυμῷ γελανεῖ θᾶσσον ἔντυνεν βασιλεὺς ἀνέμων
Ζήταν Κάλαΐν τε πατὴρ Βορέας, ἄνδρας πτεροῖσιν
νῶτα πεφρίκοντας ἄμφω πορφυρέοις.
τὸν δὲ παμπειθῆ γλυκὺν ἡμιθέοισιν πόθον ἔνδαιεν Ἥρα 185
[στρ. 9]
ναὸς Ἀργοῦς, μή τινα λειπόμενον
[330] τὰν ἀκίνδυνον παρὰ ματρὶ μένειν αἰῶνα πέσσοντ', ἀλλ' ἐπὶ καὶ θανάτῳ
φάρμακον κάλλιστον ἑᾶς ἀρετᾶς ἅλιξιν εὑρέσθαι σὺν ἄλλοις.
ἐς δ' Ἰαωλκὸν ἐπεὶ κατέβα ναυτᾶν ἄωτος,
λέξατο πάντας ἐπαινήσαις Ἰάσων. καί ῥά οἱ 190
μάντις ὀρνίχεσσι καὶ κλάροισι θεοπροπέων ἱεροῖς
[340] Μόψος ἄμβασε στρατὸν πρόφρων. ἐπεὶ δ' ἐμβόλου
κρέμασαν ἀγκύρας ὕπερθεν,
[αντ. 9]
χρυσέαν χείρεσσι λαβὼν φιάλαν
ἀρχὸς ἐν πρύμνᾳ πατέρ' Οὐρανιδᾶν ἐγχεικέραυνον Ζῆνα, καὶ ὠκυπόρους 195
κυμάτων ῥιπὰς ἀνέμων τ' ἐκάλει, νύκτας τε καὶ πόντου κελεύθους
ἄματά τ' εὔφρονα καὶ φιλίαν νόστοιο μοῖραν:
[350] ἐκ νεφέων δέ οἱ ἀντάϋσε βροντᾶς αἴσιον
φθέγμα: λαμπραὶ δ' ἦλθον ἀκτῖνες στεροπᾶς ἀπορηγνύμεναι:
ἀμπνοὰν δ' ἥρωες ἔστασαν θεοῦ σάμασιν 200
πιθόμενοι: κάρυξε δ' αὐτοῖς
[επωδή 9]
ἐμβαλεῖν κώπαισι τερασκόπος ἁδείας ἐνίπτων ἐλπίδας:
[360] εἰρεσία δ' ὑπεχώρησεν ταχειᾶν ἐκ παλαμᾶν ἄκορος.
σὺν Νότου δ' αὔραις ἐπ' Ἀξείνου στόμα πεμπόμενοι
ἤλυθον: ἔνθ' ἁγνὸν Ποσειδάωνος ἕσσαντ' εἰναλίου τέμενος, 205
φοίνισσα δὲ Θρηϊκίων ἀγέλα ταύρων ὑπᾶρχεν
καὶ νεόκτιστον λίθων βωμοῖο θέναρ.
ἐς δὲ κίνδυνον βαθὺν ἱέμενοι δεσπόταν λίσσοντο ναῶν,
[στρ. 10]
[370] συνδρόμων κινηθμὸν ἀμαιμάκετον
ἐκφυγεῖν πετρᾶν. δίδυμαι γὰρ ἔσαν ζωαί, κυλινδέσκοντό τε κραιπνότεραι 210
ἢ βαρυγδούπων ἀνέμων στίχες: ἀλλ' ἤδη τελευτὰν κεῖνος αὐταῖς
ἡμιθέων πλόος ἄγαγεν. ἐς Φᾶσιν δ' ἔπειτεν
ἤλυθον: ἔνθα κελαινώπεσσι Κόλχοισιν βίαν
[380] μῖξαν Αἰήτᾳ παρ' αὐτῷ. πότνια δ' ὀξυτάτων βελέων
ποικίλαν ἴϋγγα τετράκναμον Οὐλυμπόθεν 215
ἐν ἀλύτῳ ζεύξαισα κύκλῳ
[αντ. 10]
μαινάδ' ὄρνιν Κυπρογένεια φέρεν πρῶτον ἀνθρώποισι, λιτάς τ' ἐπαοιδὰς ἐκδιδάσκησεν σοφὸν Αἰσονίδαν:
ὄφρα Μηδείας τοκέων ἀφέλοιτ' αἰδῶ, ποθεινὰ δ' Ἑλλὰς αὐτὰν
[390] ἐν φρασὶ καιομέναν δονέοι μάστιγι Πειθοῦς. 220
καὶ τάχα πείρατ' ἀέθλων δείκνυεν πατρωΐων:
σὺν δ' ἐλαίῳ φαρμακώσαισ' ἀντίτομα στερεᾶν ὀδυνᾶν
δῶκε χρίεσθαι. καταίνησαν τε κοινὸν γάμον
γλυκὺν ἐν ἀλλάλοισι μῖξαι.
[επωδή 10]
ἀλλ' ὅτ' Αἰήτας ἀδαμάντινον ἐν μέσσοις ἄροτρον σκίμψατο 225
[400] καὶ βόας, οἳ φλόγ' ἀπὸ ξανθᾶν γενύων πνέον καιομένοιο πυρός,
χαλκέαις δ' ὁπλαῖς ἀράσσεσκον χθόν' ἀμειβόμενοι,
τοὺς ἀγαγὼν ζεύγλᾳ πέλασσεν μοῦνος. ὀρθὰς δ' αὔλακας ἐντανύσαις
ἤλαυν', ἀνὰ βωλακίας δ' ὀρόγυιαν σχίζε νῶτον
γᾶς. ἔειπεν δ' ὧδε: “τοῦτ' ἔργον βασιλεύς, 230
[410] ὅστις ἄρχει ναός, ἐμοὶ τελέσαις ἄφθιτον στρωμνὰν ἀγέσθω,
[στρ. 11]
κῶας αἰγλᾶεν χρυσέῳ θυσάνῳ.”
ὣς ἄρ' αὐδάσαντος ἀπὸ κροκόεν ῥίψαις Ἰάσων εἷμα θεῷ πίσυνος
εἴχετ' ἔργου: πῦρ δέ νιν οὐκ ἐόλει παμφαρμάκου ξείνας ἐφετμαῖς.
σπασσάμενος δ' ἄροτρον, βοέους δήσαις ἀνάγκας 235
ἔντεσιν αὐχένας ἐμβάλλων τ' ἐριπλεύρῳ φυᾷ
[420] κέντρον αἰανὲς βιατὰς ἐξεπόνησ' ἐπιτακτὸν ἀνὴρ
μέτρον. ἴϋξεν δ' ἀφωνήτῳ περ ἔμπας ἄχει
δύνασιν Αἰήτας ἀγασθείς.
[αντ. 11]
πρὸς δ' ἑταῖροι καρτερὸν ἄνδρα φίλας 240
ὤρεγον χεῖρας, στεφάνοισί τέ νιν ποίας ἔρεπτον, μειλιχίοις τε λόγοις
ἀγαπάζοντ'. αὐτίκα δ' Ἀελίου θαυμαστὸς υἱὸς δέρμα λαμπρὸν
[430] ἔννεπεν, ἔνθα νιν ἐκτάνυσαν Φρίξου μάχαιραι:
ἤλπετο δ' οὐκέτι οἱ κεῖνόν γε πράξεσθαι πόνον.
κεῖτο γὰρ λόχμᾳ, δράκοντος δ' εἴχετο λαβροτατᾶν γενύων, 245
ὃς πάχει μάκει τε πεντηκόντορον ναῦν κράτει,
τέλεσαν ἃν πλαγαὶ σιδάρου.
[εποδε 11]
[440] μακρά μοι νεῖσθαι κατ' ἀμαξιτόν: ὥρα γὰρ συνάπτει: καί τινα
οἶμον ἴσαμι βραχύν: πολλοῖσι δ' ἅγημαι σοφίας ἑτέροις.
κτεῖνε μὲν γλαυκῶπα τέχναις ποικιλόνωτον ὄφιν, 250
ὦ Ἀρκεσίλα, κλέψεν τε Μήδειαν σὺν αὐτᾷ, τὰν Πελίαο φόνον:
ἔν τ' Ὠκεανοῦ πελάγεσσι μίγεν πόντῳ τ' ἐρυθρῷ
Λαμνιᾶν τ' ἔθνει γυναικῶν ἀνδροφόνων:
[450] ἔνθα καὶ γυίων ἀέθλοις ἐπέδειξαν κρίσιν ἐσθᾶτος ἀμφίς,
[στρ. 12]
καὶ συνεύνασθεν. καὶ ἐν ἀλλοδαπαῖς 255
σπέρμ' ἀρούραις τουτάκις ὑμετέρας ἀκτῖνος ὄλβου δέξατο μοιρίδιον
ἆμαρ ἢ νύκτες. τόθι γὰρ γένος Εὐφάμου φυτευθὲν λοιπὸν αἰεὶ
τέλλετο: καὶ Λακεδαιμονίων μιχθέντες ἀνδρῶν
[460] ἤθεσι τάν ποτε Καλλίσταν ἀπῴκησαν χρόνῳ
νᾶσον: ἔνθεν δ' ὔμμι Λατοίδας ἔπορεν Λιβύας πεδίον 260
σὺν θεῶν τιμαῖς ὀφέλλειν, ἄστυ χρυσοθρόνου
διανέμειν θεῖον Κυράνας
[αντ. 12]
ὀρθόβουλον μῆτιν ἐφευρομένοις.
γνῶθι νῦν τὰν Οἰδιπόδα σοφίαν. εἰ γάρ τις ὄζους ὀξυτόμῳ πελέκει
[470] ἐξερείψειεν μεγάλας δρυός, αἰσχύνοι δέ οἱ θαητὸν εἶδος: 265
καὶ φθινόκαρπος ἐοῖσα διδοῖ ψᾶφον περ' αὐτᾶς,
εἴ ποτε χειμέριον πῦρ ἐξίκηται λοίσθιον:
ἢ σὺν ὀρθαῖς κιόνεσσιν δεσποσύναισιν ἐρειδομένα
μόχθον ἄλλοις ἀμφέπει δύστανον ἐν τείχεσιν,
ἑὸν ἐρημώσαισα χῶρον. 270
[επωδή 12]
[480] ἐσσὶ δ' ἰατὴρ ἐπικαιρότατος, Παιάν τέ σοι τιμᾷ φάος:
χρὴ μαλακὰν χέρα προσβάλλοντα τρώμαν ἕλκεος ἀμφιπολεῖν.
ῥᾴδιον μὲν γὰρ πόλιν σεῖσαι καὶ ἀφαυροτέροις:
ἀλλ' ἐπὶ χώρας αὖτις ἕσσαι δυσπαλὲς δὴ γίγνεται, ἐξαπίνας
εἰ μὴ θεὸς ἁγεμόνεσσι κυβερνατὴρ γένηται. 275
[490] τὶν δὲ τούτων ἐξυφαίνονται χάριτες.
τλᾶθι τᾶς εὐδαίμονος ἀμφὶ Κυράνας θέμεν σπουδὰν ἅπασαν.
[στρ. 13]
τῶν δ' Ὁμήρου καὶ τόδε συνθέμενος
ῥῆμα πόρσυν': ἄγγελον ἐσλὸν ἔφα τιμὰν μεγίσταν πράγματι παντὶ φέρειν:
αὔξεται καὶ Μοῖσα δι' ἀγγελίας ὀρθᾶς. ἐπέγνω μὲν Κυράνα 280
καὶ τὸ κλεεννότατον μέγαρον Βάττου δικαιᾶν
[500] Δαμοφίλου πραπίδων. κεῖνος γὰρ ἐν παισὶν νέος,
ἐν δὲ βουλαῖς πρέσβυς ἐγκύρσαις ἑκατονταετεῖ βιοτᾷ,
ὀρφανίζει μὲν κακὰν γλῶσσαν φαεννᾶς ὀπός,
ἔμαθε δ' ὑβρίζοντα μισεῖν, 285
[αντ. 13]
οὐκ ἐρίζων ἀντία τοῖς ἀγαθοῖς,
οὐδὲ μακύνων τέλος οὐδέν. ὁ γὰρ καιρὸς πρὸς ἀνθρώπων βραχὺ μέτρον ἔχει.
[510] εὖ νιν ἔγνωκεν: θεράπων δέ οἱ, οὐ δράστας ὀπαδεῖ. φαντὶ δ' ἔμμεν
τοῦτ' ἀνιαρότατον, καλὰ γιγνώσκοντ' ἀνάγκᾳ
ἐκτὸς ἔχειν πόδα. καὶ μὰν κεῖνος Ἄτλας οὐρανῷ 290
[520] προσπαλαίει νῦν γε πατρῴας ἀπὸ γᾶς ἀπό τε κτεάνων:
λῦσε δὲ Ζεὺς ἄφθιτος Τιτᾶνας. ἐν δὲ χρόνῳ
μεταβολαὶ λήξαντος οὔρου
[επωδή 13]
ἱστίων. ἀλλ' εὔχεται οὐλομέναν νοῦσον διαντλήσαις ποτὲ
οἶκον ἰδεῖν, ἐπ' Ἀπόλλωνός τε κράνᾳ συμποσίας ἐφέπων 295
θυμὸν ἐκδόσθαι πρὸς ἥβαν πολλάκις, ἔν τε σοφοῖς
δαιδαλέαν φόρμιγγα βαστάζων πολίταις ἡσυχίᾳ θιγέμεν,
[530] μήτ' ὦν τινι πῆμα πορών, ἀπαθὴς δ' αὐτὸς πρὸς ἀστῶν.
καί κε μυθήσαιθ' ὁποίαν, Ἀρκεσίλα,
εὗρε παγὰν ἀμβροσίων ἐπέων, πρόσφατον Θήβᾳ ξενωθείς
ΑΡΚΕΣΙΛᾼ ΚΥΡΗΝΑΙῼ, ΑΡΜΑΤΙ
[στρ. 1]
ὁ πλοῦτος εὐρυσθενής,
ὅταν τις ἀρετᾷ κεκραμένον καθαρᾷ
βροτήσιος ἀνὴρ πότμου παραδόντος, αὐτὸν ἀνάγῃ
πολύφιλον ἑπέταν. 5
ὦ θεόμορ' Ἀρκεσίλα,
σύ τοί νιν κλυτᾶς
αἰῶνος ἀκρᾶν βαθμίδων ἄπο
[10] σὺν εὐδοξίᾳ μετανίσεαι
ἕκατι χρυσαρμάτου Κάστορος: 10
εὐδίαν ὃς μετὰ χειμέριον ὄμβρον τεὰν
καταιθύσσει μάκαιραν ἑστίαν.
[αντ. 1]
σοφοὶ δέ τοι κάλλιον
φέροντι καὶ τὰν θεόσδοτον δύναμιν.
σὲ δ' ἐρχόμενον ἐν δίκᾳ πολὺς ὄλβος ἀμφινέμεται: 15
τὸ μέν, ὅτι βασιλεὺς
[20] ἐσσὶ μεγαλᾶν πολίων,
ἔχει συγγενὴς
ὀφθαλμὸς αἰδοιότατον γέρας
τεᾷ τοῦτο μιγνύμενον φρενί: 20
μάκαρ δὲ καὶ νῦν, κλεεννᾶς ὅτι
εὖχος ἤδη παρὰ Πυθιάδος ἵπποις ἑλὼν
δέδεξαι τόνδε κῶμον ἀνέρων,
[επωδή 1]
[30] Ἀπολλώνιον ἄθυρμα. τῷ σε μὴ λαθέτω
Κυράνας γλυκὺν ἀμφὶ κᾶπον Ἀφροδίτας ἀειδόμενον, 25
παντὶ μὲν θεὸν αἴτιον ὑπερτιθέμεν:
φιλεῖν δὲ Κάῤῥωτον ἔξοχ' ἑταίρων:
ὃς οὐ τὰν Ἐπιμαθέος ἄγων
ὀψινόου θυγατέρα Πρόφασιν, Βαττιδᾶν
ἀφίκετο δόμους θεμισκρεόντων: 30
ἀλλ' ἀρισθάρματον
[40] ὕδατι Κασταλίας ξενωθεὶς γέρας ἀμφέβαλε τεαῖσιν κόμαις,
[στρ. 2]
ἀκηράτοις ἁνίαις
ποδαρκέων δωδεκάδρομον τέμενος.
κατέκλασε γὰρ ἐντέων σθένος οὐδέν: ἀλλὰ κρέμαται, 35
ὁπόσα χεριαρᾶν
τεκτόνων δαίδαλ' ἄγων
Κρισαῖον λόφον
[50] ἄμειψεν ἐν κοιλόπεδον νάπος
θεοῦ: τό σφ' ἔχει κυπαρίσσινον 40
μέλαθρον ἀμφ' ἀνδριάντι σχεδόν,
Κρῆτες ὃν τοξοφόροι τέγεϊ Παρνασσίῳ
καθέσσαντο μονόδροπον φυτόν.
[αντ. 2]
ἑκόντι τοίνυν πρέπει
νόῳ τὸν εὐεργέταν ὑπαντιάσαι. 45
[60] Ἀλεξιβιάδα, σὲ δ' ἠύ̈κομοι φλέγοντι Χάριτες.
μακάριος, ὃς ἔχεις
καὶ πεδὰ μέγαν κάματον
λόγων φερτάτων
μναμήϊ': ἐν τεσσαράκοντα γὰρ 50
πετόντεσσιν ἁνιόχοις ὅλον
δίφρον κομίξαις ἀταρβεῖ φρενί,
ἦλθες ἤδη Λιβύας πεδίον ἐξ ἀγλαῶν
[70] ἀέθλων καὶ πατρωΐαν πόλιν.
[επωδή 2]
πόνων δ' οὔ τις ἀπόκλαρός ἐστιν οὔτ' ἔσεται: 55
ὁ Βάττου δ' ἕπεται παλαιὸς ὄλβος ἔμπαν τὰ καὶ τὰ νέμων,
πύργος ἄστεος ὄμμα τε φαεννότατον
ξένοισι. κεῖνόν γε καὶ βαρύκομποι
λέοντες περὶ δείματι φύγον,
γλῶσσαν ἐπεί σφιν ἀπένεικεν ὑπερποντίαν: 60
[80] ὁ δ' ἀρχαγέτας ἔδωκ' Ἀπόλλων
θῆρας αἰνῷ φόβῳ,
ὄφρα μὴ ταμίᾳ Κυράνας ἀτελὴς γένοιτο μαντεύμασιν.
[στρ. 3]
ὃ καὶ βαρειᾶν νόσων
ἀκέσματ' ἄνδρεσσι καὶ γυναιξὶ νέμει, 65
πόρεν τε κίθαριν, δίδωσί τε Μοῖσαν οἷς ἂν ἐθέλῃ,
ἀπόλεμον ἀγαγὼν
[90] ἐς πραπίδας εὐνομίαν,
μυχόν τ' ἀμφέπει
μαντήϊον: τῷ [καὶ] Λακεδαίμονι 70
ἐν Ἄργει τε καὶ ζαθέᾳ Πύλῳ
ἔνασσεν ἀλκάεντας Ἡρακλέος
ἐκγόνους Αἰγιμιοῦ τε. τὸ δ' ἐμὸν γαρύειν
ἀπὸ Σπάρτας ἐπήρατον κλέος:
[αντ. 3]
ὅθεν γεγενναμένοι 75
[100] ἵκοντο Θήρανδε φῶτες Αἰγεΐδαι,
ἐμοὶ πατέρες, οὐ θεῶν ἄτερ, ἀλλὰ μοῖρά τις ἄγεν:
πολύθυτον ἔρανον
ἔνθεν ἀναδεξάμενοι,
Ἄπολλον, τεᾷ, 80
Καρνήϊ', ἐν δαιτὶ σεβίζομεν
Κυράνας ἀγακτιμέναν πόλιν:
ἔχοντι τὰν χαλκοχάρμαι ξένοι
Τρῶες Ἀντανορίδαι. σὺν Ἑλένᾳ γὰρ μόλον,
[110] καπνωθεῖσαν πάτραν ἐπεὶ ἴδον 85
[εποδε 3]
ἐν Ἄρει. τὸ δ' ἐλάσιππον ἔθνος ἐνδυκέως
δέκονται θυσίαισιν ἄνδρες οἰχνέοντές σφε δωροφόροι,
τοὺς Ἀριστοτέλης ἄγαγε, ναυσὶ θοαῖς
ἁλὸς βαθεῖαν κέλευθον ἀνοίγων.
[120] κτίσεν δ' ἄλσεα μείζονα θεῶν, 90
εὐθύτομόν τε κατέθηκεν Ἀπολλωνίαις
ἀλεξιμβρότοις πεδιάδα πομπαῖς
ἔμμεν ἱππόκροτον
σκυρωτὰν ὁδόν, ἔνθα πρυμνοῖς ἀγορᾶς ἔπι δίχα κεῖται θανών.
[στρ. 4]
μάκαρ μὲν ἀνδρῶν μέτα 95
ἔναιεν, ἥρως δ' ἔπειτα λαοσεβής.
[130] ἄτερθε δὲ πρὸ δωμάτων ἕτεροι λαχόντες Ἀΐδαν
βασιλέες ἱεροὶ
ἐντί, μεγάλαν δ' ἀρετὰν
δρόσῳ μαλθακᾷ 100
ῥανθεῖσαν κώμων ὑπὸ χεύμασιν,
ἀκούοντί που χθονίᾳ φρενί,
σφὸν ὄλβον υἱῷ τε κοινὰν χάριν
ἔνδικόν τ' Ἀρκεσίλᾳ. τὸν ἐν ἀοιδᾷ νέων
[140] πρέπει χρυσάορα Φοῖβον ἀπύειν,
[αντ. 4] 105
ἔχοντα Πυθωνόθεν
τὸ καλλίνικον λυτήριον δαπανᾶν
μέλος χαρίεν. ἄνδρα κεῖνον ἐπαινέοντι συνετοί.
λεγόμενον ἐρέω:
κρέσσονα μὲν ἁλικίας 110
νόον φέρβεται
γλῶσσάν τε: θάρσος δὲ τανύπτερος
[150] ἐν ὄρνιξιν αἰετὸς ἔπλετο:
ἀγωνίας δ', ἕρκος οἷον, σθένος:
ἔν τε Μοίσαισι ποτανὸς ἀπὸ ματρὸς φίλας, 115
πέφανταί θ' ἁρματηλάτας σοφός:
[επωδή 4]
ὅσαι τ' εἰσὶν ἐπιχωρίων καλῶν ἔσοδοι,
τετόλμακε. θεός τέ οἱ τὸ νῦν τε πρόφρων τελεῖ δύνασιν,
καὶ τὸ λοιπὸν <ὁμοῖα>, Κρονίδαι μάκαρες,
[160] διδοῖτ' ἐπ' ἔργοισιν ἀμφί τε βουλαῖς 120
ἔχειν, μὴ φθινοπωρὶς ἀνέμων
χειμερία κατὰ πνοὰ δαμαλίζοι χρόνον.
Διός τοι νόος μέγας κυβερνᾷ
δαίμον' ἀνδρῶν φίλων.
εὔχομαί νιν Ὀλυμπίᾳ τοῦτο 125
δόμεν γέρας ἔπι Βάττου γένει.
ΞΕΝΟΚΡΑΤΕΙ ΑΚΡΑΓΑΝΤΙΝῼ, ΑΡΜΑΤΙ
[στρ. 1]
ἀκούσατ': ἦ γὰρ ἑλικώπιδος Ἀφροδίτας
ἄρουραν ἢ Χαρίτων
ἀναπολίζομεν, ὀμφαλὸν ἐριβρόμου
χθονὸς ἐς νάϊον προσοιχόμενοι: 5
Πυθιόνικος ἔνθ' ὀλβίοισιν Ἐμμενίδαις
ποταμίᾳ τ' Ἀκράγαντι καὶ μὰν Ξενοκράτει
ἑτοῖμος ὕμνων
θησαυρὸς ἐν πολυχρύσῳ
Ἀπολλωνίᾳ τετείχισται νάπᾳ: 10
[στρ. 2]
τὸν οὔτε χειμέριος ὄμβρος ἐπακτὸς ἐλθών,
ἐριβρόμου νεφέλας
στρατὸς ἀμείλιχος, οὔτ' ἄνεμος ἐς μυχοὺς
ἁλὸς ἄξοισι παμφόρῳ χεράδει
τυπτόμενον. φάει δὲ πρόσωπον ἐν καθαρῷ 15
πατρὶ τεῷ, Θρασύβουλε, κοινάν τε γενεᾷ
λόγοισι θνατῶν
εὔδοξον ἅρματι νίκαν
Κρισαίαισιν ἐν πτυχαῖς ἀπαγγελεῖ.
[στρ. 3]
σύ τοι σχεθών νιν ἐπιδέξια χειρός, ὀρθὰν 20
ἄγεις ἐφημοσύναν,
τά ποτ' ἐν οὔρεσι φαντὶ μεγαλοσθενεῖ
Φιλύρας υἱὸν ὀρφανιζομένῲ
Πηλεΐδᾳ παραινεῖν: μάλιστα μὲν Κρονίδαν,
βαρυόπαν στεροπᾶν κεραυνῶν τε πρύτανιν, 25
θεῶν σέβεσθαι:
ταύτας δὲ μή ποτε τιμᾶς
ἀμείρειν γονέων βίον πεπρωμένον.
[στρ. 4]
ἔγεντο καὶ πρότερον Ἀντίλοχος βιατὰς
νόημα τοῦτο φέρων, 30
ὃς ὑπερέφθιτο πατρός, ἐναρίμβροτον
ἀναμείναις στράταρχον Αἰθιόπων
Μέμνονα. Νεστόρειον γὰρ ἵππος ἅρμ' ἐπέδα
Πάριος ἐκ βελέων δαϊχθείς: ὁ δ' ἔφεπεν
κραταιὸν ἔγχος: 35
Μεσσανίου δὲ γέροντος
δονηθεῖσα φρὴν βόασε παῖδα ὅν:
[στρ. 5]
χαμαιπετὲς δ' ἄρ' ἔπος οὐκ ἀπέριψεν: αὐτοῦ
μένων δ' ὁ θεῖος ἀνὴρ
πρίατο μὲν θανάτοιο κομιδὰν πατρός, 40
ἐδόκησέν τε τῶν πάλαι γενεᾷ
ὁπλοτέροισιν, ἔργον πελώριον τελέσαις,
ὕπατος ἀμφὶ τοκεῦσιν ἔμμεν πρὸς ἀρετάν.
τὰ μὲν παρίκει:
τῶν νῦν δὲ καὶ Θρασύβουλος 45
πατρῴαν μάλιστα πρὸς στάθμαν ἔβα,
[στρ. 6]
πάτρῳ τ' ἐπερχόμενος ἀγλαΐαν ἅπασαν.
νόῳ δὲ πλοῦτον ἄγει,
ἄδικον οὔθ' ὑπέροπλον ἥβαν δρέπων,
σοφίαν δ' ἐν μυχοῖσι Πιερίδων: 50
τίν τ', Ἐλέλιχθον, ἃς εὗρες ἱππίας ἐσόδους,
μάλα ἁδόντι νόῳ, Ποσειδᾶν, προσέχεται.
γλυκεῖα δὲ φρὴν καὶ συμπόταισιν ὁμιλεῖν
μελισσᾶν ἀμείβεται τρητὸν πόνον.
ΜΕΓΑΚΛΕΙ ΑΘΗΝΑΙῼ, ΤΕΘΡΙΠΠῼ
[στρ. 1]
κάλλιστον αἱ μεγαλοπόλιες Ἀθᾶναι
προοίμιον Ἀλκμανιδᾶν εὐρυσθενεῖ γενεᾷ
κρηπῖδ' ἀοιδᾶν
ἵπποισι βαλέσθαι. 5
ἐπεὶ τίνα πάτραν, τίνα οἶκον
ναίων ὀνυμάξεαι
ἐπιφανέστερον
Ἑλλάδι πυθέσθαι;
[αντ. 1]
πάσαισι γὰρ πολίεσι λόγος ὁμιλεῖ 10
[10] Ἐρεχθέος ἀστῶν, Ἄπολλον, οἳ τεόν γε δόμον
Πυθῶνι δίᾳ
θαητὸν ἔτευξαν.
ἄγοντι δέ με πέντε μὲν Ἰσθμοῖ
νῖκαι, μία δ' ἐκπρεπὴς 15
Διὸς Ὀλυμπιάς,
δύο δ' ἀπὸ Κίῤῥας,
[επωδή 1]
ὦ Μεγάκλεες, ὑμαί τε καὶ προγόνων.
νέα δ' εὐπραγίᾳ χαίρω τι: τὸ δ' ἄχνυμαι,
φθόνον ἀμειβόμενον τὰ καλὰ ἔργα. 20
[20] φαντί γε μὰν οὕτω κεν ἀνδρὶ παρμονίμαν
θάλλοισαν εὐδαιμονίαν
τὰ καὶ τὰ φέρεσθαι.
ΑΡΙΣΤΟΜΕΝΕΙ ΑΙΓΙΝΗΤΗ, ΠΑΛΑΙΣΤΗ
[στρ. 1]
φιλόφρον Ἡσυχία, Δίκας
ὦ μεγιστόπολι θύγατερ,
βουλᾶν τε καὶ πολέμων
ἔχοισα κλαῖ̈δας ὑπερτάτας, 5
Πυθιόνικον τιμὰν Ἀριστομένει δέκευ.
τὺ γὰρ τὸ μαλθακὸν ἔρξαι τε καὶ παθεῖν ὁμῶς
ἐπίστασαι καιρῷ σὺν ἀτρεκεῖ:
[αντ. 1]
[10] τὺ δ', ὁπόταν τις ἀμείλιχον
καρδίᾳ κότον ἐνελάσῃ, 10
τραχεῖα δυσμενέων
ὑπαντιάξαισα κράτει τιθεῖς
Ὕβριν ἐν ἄντλῳ. τὰν οὐδὲ Πορφυρίων μάθεν
παρ' αἶσαν ἐξερεθίζων: κέρδος δὲ φίλτατον,
ἑκόντος εἴ τις ἐκ δόμων φέροι. 15
[επωδή 1]
[20] βία δὲ καὶ μεγάλαυχον ἔσφαλεν ἐν χρόνῳ.
Τυφὼς Κίλιξ ἑκατόγκρανος οὔ νιν ἄλυξεν,
οὐδὲ μὰν βασιλεὺς Γιγάντων: δμᾶθεν δὲ κεραυνῷ
τόξοισί τ' Ἀπόλλωνος: ὃς εὐμενεῖ νόῳ
Ξενάρκειον ἔδεκτο Κίῤῥαθεν ἐστεφανωμένον 20
υἱὸν ποίᾳ Παρνασσίδι Δωριεῖ τε κώμῳ.
[στρ. 2]
[30] ἔπεσε δ' οὐ Χαρίτων ἑκὰς
ἁ δικαιόπολις ἀρεταῖς
κλειναῖσιν Αἰακιδᾶν
θιγοῖσα νᾶσος: τελέαν δ' ἔχει 25
δόξαν ἀπ' ἀρχᾶς. πολλοῖσι μὲν γὰρ ἀείδεται
νικαφόροις ἐν ἀέθλοις θρέψαισα καὶ θοαῖς
ὑπερτάτους ἥρωας ἐν μάχαις:
[αντ. 2]
τὰ δὲ καὶ ἀνδράσιν ἐμπρέπει.
[40] εἰμὶ δ' ἄσχολος ἀναθέμεν 30
πᾶσαν μακραγορίαν
λύρᾳ τε καὶ φθέγματι μαλθακῷ,
μὴ κόρος ἐλθὼν κνίσῃ. τὸ δ' ἐν ποσί μοι τράχον
ἴτω τεὸν χρέος, ὦ παῖ, νεώτατον καλῶν,
ἐμᾷ ποτανὸν ἀμφὶ μαχανᾷ. 35
[επωδή 2]
παλαισμάτεσσι γὰρ ἰχνεύων ματραδελφεοὺς
[50] Ὀλυμπίᾳ τε Θεόγνητον οὐ κατελέγχεις,
οὐδὲ Κλειτομάχοιο νίκαν Ἰσθμοῖ θρασύγυιον:
αὔξων δὲ πάτραν Μιδυλιδᾶν λόγον φέρεις,
τὸν ὅνπερ ποτ' Ὀϊκλέος παῖς ἐν ἑπταπύλοις ἰδὼν 40
υἱοὺς Θήβαις αἰνίξατο παρμένοντας αἰχμᾷ,
[στρ. 3]
ὁπότ' ἀπ' Ἄργεος ἤλυθον
[60] δευτέραν ὁδὸν Ἐπίγονοι.
ὧδ' εἶπε μαρναμένων:
“φυᾷ τὸ γενναῖον ἐπιπρέπει 45
ἐκ πατέρων παισὶ λῆμα. θαέομαι σαφὲς
δράκοντα ποικίλον αἰθᾶς Ἀλκμᾶν' ἐπ' ἀσπίδος
νωμῶντα πρῶτον ἐν Κάδμου πύλαις.
[αντ. 3]
ὁ δὲ καμὼν προτέρᾳ πάθᾳ
[70] νῦν ἀρείονος ἐνέχεται 50
ὄρνιχος ἀγγελίᾳ
Ἄδραστος ἥρως: τὸ δὲ οἴκοθεν
ἀντία πράξει. μοῦνος γὰρ ἐκ Δαναῶν στρατοῦ
θανόντος ὀστέα λέξαις υἱοῦ, τύχᾳ θεῶν
ἀφίξεται λαῷ σὺν ἀβλαβεῖ 55
[εποδε 3]
Ἄβαντος εὐρυχόρους ἀγυιάς.”τοιαῦτα μὲν
ἐφθέγξατ' Ἀμφιάρηος. χαίρων δὲ καὶ αὐτὸς
[80] Ἀλκμᾶνα στεφάνοισι βάλλω, ῥαίνω δὲ καὶ ὕμνῳ,
γείτων ὅτι μοι καὶ κτεάνων φύλαξ ἐμῶν
ὑπάντασεν ἰόντι γᾶς ὀμφαλὸν παρ' ἀοίδιμον, 60
μαντευμάτων τ' ἐφάψατο συγγόνοισι τέχναις.
[στρ. 4]
τὺ δ',Ἑκαταβόλε, πάνδοκον
[90] ναὸν εὐκλέα διανέμων
Πυθῶνος ἐν γυάλοις,
τὸ μὲν μέγιστον τόθι χαρμάτων 65
ὤπασας: οἴκοι δὲ πρόσθεν ἁρπαλέαν δόσιν
πενταθλίου σὺν ἑορταῖς ὑμαῖς ἐπάγαγες.
ἄναξ, ἑκόντι δ' εὔχομαι νόῳ
[αντ. 4]
κατά τιν' ἁρμονίαν βλέπειν,
ἀμφ' ἕκαστον ὅσα νέομαι. 70
κώμῳ μὲν ἁδυμελεῖ
[100] Δίκα παρέστακε: θεῶν δ' ὄπιν
ἄφθονον αἰτέω, Ξείναρκες, ὑμετέραις τύχαις.
εἰ γάρ τις ἐσλὰ πέπαται μὴ σὺν μακρῷ πόνῳ,
πολλοῖς σοφὸς δοκεῖ πεδ' ἀφρόνων 75
[επωδή 4]
βίον κορυσσέμεν ὀρθοβούλοισι μαχαναῖς:
τὰ δ' οὐκ ἐπ' ἀνδράσι κεῖται: δαίμων δὲ παρίσχει,
[110] ἄλλοτ' ἄλλον ὕπερθε βάλλων, ἄλλον δ' ὑπὸ χειρῶν
μέτρῳ καταβαίνει. Μεγάροις δ' ἔχεις γέρας,
μυχῷ τ' ἐν Μαραθῶνος, Ἥρας τ' ἀγῶν' ἐπιχώριον 80
νίκαις τρισσαῖς, Ὦριστόμενες, δάμασσας ἔργῳ:
[στρ. 5]
τέτρασι δ' ἔμπετες ὑψόθεν
σωμάτεσσι κακὰ φρονέων,
τοῖς οὔτε νόστος ὁμῶς
[120] ἔπαλπνος ἐν Πυθιάδι κρίθη, 85
οὐδὲ μολόντων πὰρ ματέρ' ἀμφὶ γέλως γλυκὺς
ὦρσεν χάριν: κατὰ λαύρας δ' ἐχθρῶν ἀπάοροι
πτώσσοντι, συμφορᾷ δεδαγμένοι.
[αντ. 5]
ὁ δὲ καλόν τι νέον λαχὼν
ἁβρότατος ἔπι μεγάλας 90
ἐξ ἐλπίδος πέταται
[130] ὑποπτέροις ἀνορέαις, ἔχων
κρέσσονα πλούτου μέριμναν. ἐν δ' ὀλίγῳ βροτῶν
τὸ τερπνὸν αὔξεται: οὕτω δὲ καὶ πίτνει χαμαί,
ἀποτρόπῳ γνώμᾳ σεσεισμένον. 95
[επωδή 5]
ἐπάμεροι: τί δέ τις; τί δ' οὔ τις; σκιᾶς ὄναρ
ἄνθρωπος. ἀλλ' ὅταν αἴγλα διόσδοτος ἔλθῃ,
λαμπρὸν φέγγος ἔπεστιν ἀνδρῶν καὶ μείλιχος αἰών:
[140] Αἴγινα φίλα μᾶτερ, ἐλευθέρῳ στόλῳ
πόλιν τάνδε κόμιζε Δὶ καὶ κρέοντι σὺν Αἰακῷ 100
Πηλεῖ τε κἀγαθῷ Τελαμῶνι σύν τ' Ἀχιλλεῖ.
ΤΕΛΕΣΙΚΡΑΤΕΙ ΚΥΡΗΝΑΙῼ, ΟΠΛΙΤΟΔΡΟΜῼ
[στρ. 1]
ἐθέλω χαλκάσπιδα Πυθιονίκαν
σὺν βαθυζώνοισιν ἀγγέλλων
Τελεσικράτη Χαρίτεσσι γεγωνεῖν,
ὄλβιον ἄνδρα, διωξίππου στεφάνωμα Κυράνας: 5
τὰν ὁ χαιτάεις ἀνεμοσφαράγων ἐκ Παλίου κόλπων ποτὲ Λατοΐδας
[10] ἅρπασ', ἔνεικέ τε χρυσέῳ παρθένον ἀγροτέραν δίφρῳ, τόθι νιν πολυμήλου
καὶ πολυκαρποτάτας θῆκε δέσποιναν χθονὸς
ῥίζαν ἀπείρου τρίταν εὐήρατον θάλλοισαν οἰκεῖν.
[αντ. 1]
ὑπέδεκτο δ' ἀργυρόπεζ' Ἀφροδίτα 10
Δάλιον ξεῖνον θεοδμάτων
ὀχέων, ἐφαπτομένα χερὶ κούφᾳ.
[20] καί σφιν ἐπὶ γλυκεραῖς εὐναῖς ἐρατὰν βάλεν αἰδῶ,
ξυνὸν ἁρμόζοισα θεῷ τε γάμον μιχθέντα κούρᾳ θ' Ὑψέος εὐρυβία:
ὃς Λαπιθᾶν ὑπερόπλων τουτάκις ἦν βασιλεύς, ἐξ Ὠκεανοῦ γένος ἥρως 15
δεύτερος: ὅν ποτε Πίνδου κλεενναῖς ἐν πτυχαῖς
[30] Ναὶ̈ς εὐφρανθεῖσα Πηνειοῦ λέχει Κρείοισ' ἔτικτεν,
[επωδή 1]
Γαίας θυγάτηρ. ὁ δὲ τὰν εὐώλενον
θρέψατο παῖδα Κυράναν: ἁ μὲν οὔθ' ἱστῶν παλιμβάμους ἐφίλησεν ὁδούς,
οὔτε δείπνων οἰκοριᾶν μεθ' ἑταιρᾶν τέρψιας, 20
ἀλλ' ἀκόντεσσίν τε χαλκέοις
φασγάνῳ τε μαρναμένα κεράϊζεν ἀγρίους
[40] θῆρας, ἦ πολλάν τε καὶ ἡσύχιον
βουσὶν εἰρήναν παρέχοισα πατρῴαις, τὸν δὲ σύγκοιτον γλυκὺν
παῦρον ἐπὶ γλεφάροις 25
ὕπνον ἀναλίσκοισα ῥέποντα πρὸς ἀῶ.
[στρ. 2]
κίχε νιν λέοντί ποτ' εὐρυφαρέτρας
ὀμβρίμῳ μούναν παλαίοισαν
ἄτερ ἐγχέων ἑκάεργος Ἀπόλλων.
αὐτίκα δ' ἐκ μεγάρων Χείρωνα προσέννεπε φωνᾷ. 30
[51] “ σεμνὸν ἄντρον, Φιλλυρίδα, προλιπὼν θυμὸν γυναικὸς καὶ μεγάλαν δύνασιν
θαύμασον, οἷον ἀταρβεῖ νεῖκος ἄγει κεφαλᾷ, μόχθου καθύπερθε νεᾶνις
ἦτορ ἔχοισα: φόβῳ δ' οὐ κεχείμανται φρένες.
τίς νιν ἀνθρώπων τέκεν; ποίας δ' ἀποσπασθεῖσα φύτλας
[αντ. 2]
[60] ὀρέων κευθμῶνας ἔχει σκιοέντων, 35
γεύεται δ' ἀλκᾶς ἀπειράντου;
ὁσία κλυτὰν χέρα οἱ προσενεγκεῖν,
ἦ ῥα; καὶ ἐκ λεχέων κεῖραι μελιηδέα ποίαν;”
τὸν δὲ Κένταυρος ζαμενής, ἀγανᾷ χλαρὸν γελάσσαις ὀφρύϊ, μῆτιν ἑὰν
[70] εὐθὺς ἀμείβετο: “κρυπταὶ κλαΐδες ἐντὶ σοφᾶς Πειθοῦς ἱερᾶν φιλοτάτων, 40
Φοῖβε, καὶ ἔν τε θεοῖς τοῦτο κἀνθρώποις ὁμῶς
αἰδέοντ', ἀμφανδὸν ἁδείας τυχεῖν τὸ πρῶτον εὐνᾶς.
[επωδή 2]
καὶ γὰρ σέ, τὸν οὐ θεμιτὸν ψεύδει θιγεῖν,
ἔτραπε μείλιχος ὀργὰ παρφάμεν τοῦτον λόγον. κούρας δ' ὁπόθεν γενεὰν
[80] ἐξερωτᾷς, ὦ ἄνα; κύριον ὃς πάντων τέλος 45
οἶσθα καὶ πάσας κελεύθους:
ὅσσα τε χθὼν ἠρινὰ φύλλ' ἀναπέμπει, χὠπόσαι
ἐν θαλάσσᾳ καὶ ποταμοῖς ψάμαθοι
κύμασιν ῥιπαῖς τ' ἀνέμων κλονέονται, χὤ τι μέλλει, χὠπόθεν
ἔσσεται, εὖ καθορᾷς. 50
εἰ δὲ χρὴ καὶ πὰρ σοφὸν ἀντιφερίξαι,
[στρ. 3]
ἐρέω. ταύτᾳ πόσις ἵκεο βᾶσσαν
[90] τάνδε, καὶ μέλλεις ὑπὲρ πόντου
Διὸς ἔξοχον ποτὶ κᾶπον ἐνεῖκαι:
ἔνθα νιν ἀρχέπολιν θήσεις, ἐπὶ λαὸν ἀγείραις 55
νασιώταν ὄχθον ἐς ἀμφίπεδον: νῦν δ' εὐρυλείμων πότνιά σοι Λιβύα
δέξεται εὐκλέα νύμφαν δώμασιν ἐν χρυσέοις πρόφρων: ἵνα οἱ χθονὸς αἶσαν
[100] αὐτίκα συντελέθειν ἔννομον δωρήσεται,
οὔτε παγκάρπων φυτῶν νήποινον, οὔτ' ἀγνῶτα θηρῶν.
[αντ. 3]
τόθι παῖδα τέξεται, ὃν κλυτὸς Ἑρμᾶς 60
εὐθρόνοις Ὥραισι καὶ Γαίᾳ
ἀνελὼν φίλας ὑπὸ ματέρος οἴσει.
ταὶ δ' ἐπιγουνίδιον θαησάμενοι βρέφος αὐταῖς,
[110] νέκταρ ἐν χείλεσσι καὶ ἀμβροσίαν στάξοισι, θήσονταί τέ νιν ἀθάνατον
Ζῆνα καὶ ἁγνὸν Ἀπόλλων', ἀνδράσι χάρμα φίλοις ἄγχιστον, ὀπάονα μήλων, 65
Ἀγρέα καὶ Νόμιον, τοῖς δ' Ἀρισταῖον καλεῖν.”
ὣς ἄρ' εἰπὼν ἔντυεν τερπνὰν γάμου κραίνειν τελευτάν.
[επωδή 3]
ὠκεῖα δ' ἐπειγομένων ἤδη θεῶν
[120] πρᾶξις ὁδοί τε βραχεῖαι. κεῖνο κεῖν' ἆμαρ διαίτασεν: θαλάμῳ δὲ μίγεν
ἐν πολυχρύσῳ Λιβύας: ἵνα καλλίσταν πόλιν 70
ἀμφέπει κλεινάν τ' ἀέθλοις.
καί νυν ἐν Πυθῶνί νιν ἀγαθέᾳ Καρνειάδα
υἱὸς εὐθαλεῖ συνέμιξε τύχᾳ:
[130] ἔνθα νικάσαις ἀνέφανε Κυράναν, ἅ νιν εὔφρων δέξεται,
καλλιγύναικι πάτρᾳ 75
δόξαν ἱμερτὰν ἀγαγόντ' ἀπὸ Δελφῶν.
[στρ. 4]
ἀρεταὶ δ' αἰεὶ μεγάλαι πολύμυθοι:
βαιὰ δ' ἐν μακροῖσι ποικίλλειν,
ἀκοὰ σοφοῖς: ὁ δὲ καιρὸς ὁμοίως
παντὸς ἔχει κορυφάν. ἔγνον ποτὲ καὶ Ἰόλαον 80
[140] οὐκ ἀτιμάσαντά νιν ἑπτάπυλοι Θῆβαι: τόν, Εὐρυσθῆος ἐπεὶ κεφαλὰν
ἔπραθε φασγάνου ἀκμᾷ, κρύψαν ἔνερθ' ὑπὸ γᾶν διφρηλάτα Ἀμφιτρύωνος
σάματι, πατροπάτωρ ἔνθα οἱ Σπαρτῶν ξένος
κεῖτο, λευκίπποισι Καδμείων μετοικήσαις ἀγυιαῖς.
[αντ. 4]
τέκε οἷ καὶ Ζηνὶ μιγεῖσα δαΐφρων 85
ἐν μόναις ὠδῖσιν Ἀλκμήνα
[150] διδύμων κρατησίμαχον σθένος υἱῶν.
κωφὸς ἀνήρ τις, ὃς Ἡρακλεῖ στόμα μὴ παραβάλλει,
μηδὲ Διρκαίων ὑδάτων ἀὲ μέμναται, τά νιν θρέψαντο καὶ Ἰφικλέα:
τοῖσι τέλειον ἐπ' εὐχᾷ κωμάσομαί τι παθὼν ἐσλόν: Χαρίτων κελαδεννᾶν 90
[160] μή με λίποι καθαρὸν φέγγος. Αἰγίνᾳ τε γὰρ
φαμὶ Νίσου τ' ἐν λόφῳ τρὶς δὴ πόλιν τάνδ' εὐκλεΐξαι,
[επωδή 4]
σιγαλὸν ἀμαχανίαν ἔργῳ φυγών:
οὕνεκεν, εἰ φίλος ἀστῶν, εἴ τις ἀντάεις, τό γ' ἐν ξυνῷ πεποναμένον εὖ
μὴ λόγον βλάπτων ἁλίοιο γέροντος κρυπτέτω. 95
κεῖνος αἰνεῖν καὶ τὸν ἐχθρὸν
[170] παντὶ θυμῷ σύν γε δίκᾳ καλὰ ῥέζοντ' ἔννεπεν.
πλεῖστα νικάσαντά σε καὶ τελεταῖς
ὡρίαις ἐν Παλλάδος εἶδον ἄφωνοί θ' ὡς ἕκασται φίλτατον
παρθενικαὶ πόσιν ἢ 100
υἱὸν εὔχοντ', ὦ Τελεσίκρατες, ἔμμεν,
[στρ. 5]
ἐν Ὀλυμπίοισί τε καὶ βαθυκόλπου
Γᾶς ἀέθλοις ἔν τε καὶ πᾶσιν
ἐπιχωρίοις. ἐμὲ δ' ὦν τις ἀοιδᾶν
[180] δίψαν ἀκειόμενον πράσσει χρέος αὖτις ἐγεῖραι 105
καὶ παλαιὰν δόξαν ἑῶν προγόνων: οἷοι Λιβύσσας ἀμφὶ γυναικὸς ἔβαν
Ἴρασα πρὸς πόλιν, Ἀνταίου μετὰ καλλίκομον μναστῆρες ἀγακλέα κούραν:
τὰν μάλα πολλοὶ ἀριστῆες ἀνδρῶν αἴτεον
[190] σύγγονοι, πολλοὶ δὲ καὶ ξείνων. ἐπεὶ θαητὸν εἶδος
[αντ. 5]
ἔπλετο: χρυσοστεφάνου δέ οἱ Ἥβας 110
καρπὸν ἀνθήσαντ' ἀποδρέψαι
ἔθελον. πατὴρ δὲ θυγατρὶ φυτεύων
κλεινότερον γάμον, ἄκουσεν Δαναόν ποτ' ἐν Ἄργει
οἷον εὗρεν τεσσαράκοντα καὶ ὀκτὼ παρθένοισι, πρὶν μέσον ἆμαρ ἑλεῖν,
[200] ὠκύτατον γάμον. ἔστασεν γὰρ ἅπαντα χορὸν ἐν τέρμασιν αὐτίκ' ἀγῶνος: 115
σὺν δ' ἀέθλοις ἐκέλευσεν διακρῖναι ποδῶν,
ἅντινα σχήσοι τις ἡρώων, ὅσοι γαμβροί σφιν ἦλθον.
[επωδή 5]
οὕτω δ' ἐδίδου Λίβυς ἁρμόζων κόρᾳ
[210] νυμφίον ἄνδρα: ποτὶ γραμμᾷ μὲν αὐτὰν στᾶσε κοσμήσαις τέλος ἔμμεν ἄκρον,
εἶπε δ' ἐν μέσσοις ἀπάγεσθαι, ὃς ἂν πρῶτος θορὼν 120
ἀμφί οἱ ψαύσειε πέπλοις.
ἔνθ' Ἀλεξίδαμος, ἐπεὶ φύγε λαιψηρὸν δρόμον,
παρθένον κεδνὰν χερὶ χειρὸς ἑλὼν
ἆγεν ἱππευτᾶν Νομάδων δι' ὅμιλον. πολλὰ μὲν κεῖνοι δίκον
φύλλ' ἔπι καὶ στεφάνους: 125
[220] πολλὰ δὲ πρόσθεν πτερὰ δέξατο νικᾶν.
ΙΠΠΟΚΛΕΙ ΘΕΣΣΑΛῼ, ΠΑΙΔΙ ΔΙΑΥΛΟΔΡΟΜῼ
[στρ. 1]
ὄλβια Λακεδαίμων,
μάκαιρα Θεσσαλία: πατρὸς δ' ἀμφοτέραις ἐξ ἑνὸς
ἀριστομάχου γένος Ἡρακλεῦς βασιλεύει.
τί κομπέω παρὰ καιρόν; ἀλλά με Πυθώ τε καὶ τὸ Πελινναῖον ἀπύει 5
Ἀλεύα τε παῖδες, Ἱπποκλέᾳ ἐθέλοντες
[10] ἀγαγεῖν ἐπικωμίαν ἀνδρῶν κλυτὰν ὄπα.
[αντ. 1]
γεύεται γὰρ ἀέθλων:
στρατῷ τ' ἀμφικτιόνων ὁ Παρνάσιος αὐτὸν μυχὸς
διαυλοδρομᾶν ὕπατον παίδων ἀνέειπεν. 10
Ἄπολλον, γλυκὺ δ' ἀνθρώπων τέλος ἀρχά τε δαίμονος ὀρνύντος αὔξεται:
ὁ μέν που τεοῖς γε μήδεσι τοῦτ' ἔπραξεν:
[20] τὸ δὲ συγγενὲς ἐμβέβακεν ἴχνεσιν πατρὸς
[επωδή 1]
Ὀλυμπιονίκα δὶς ἐν πολεμαδόκοις
Ἄρεος ὅπλοις: 15
ἔθηκε καὶ βαθυλείμων ὑπὸ Κίῤῥας ἀγὼν
πέτραν κρατησίποδα Φρικίαν.
ἕσποιτο μοῖρα καὶ ὑστέραισιν
ἐν ἁμέραις ἀγάνορα πλοῦτον ἀνθεῖν σφίσιν:
[στρ. 2]
τῶν δ' ἐν Ἑλλάδι τερπνῶν 20
[30] λαχόντες οὐκ ὀλίγαν δόσιν, μὴ φθονεραῖς ἐκ θεῶν
μετατροπίαις ἐπικύρσαιεν. θεὸς εἴη
ἀπήμων κέαρ: εὐδαίμων δὲ καὶ ὑμνητὸς οὗτος ἀνὴρ γίγνεται σοφοῖς,
ὃς ἂν χερσὶν ἢ ποδῶν ἀρετᾷ κρατήσαις
τὰ μέγιστ' ἀέθλων ἕλῃ τόλμᾳ τε καὶ σθένει, 25
[αντ. 2]
καὶ ζώων ἔτι νεαρὸν
[40] κατ' αἶσαν υἱὸν ἴδῃ τυχόντα στεφάνων Πυθίων.
ὁ χάλκεος οὐρανὸς οὔ ποτ' ἀμβατὸς αὐτῷ.
ὅσαις δὲ βροτὸν ἔθνος ἀγλαΐαις ἁπτόμεσθα, περαίνει πρὸς ἔσχατον
πλόον. ναυσὶ δ' οὔτε πεζὸς ἰών <κεν> εὕροις 30
ἐς Ὑπερβορέων ἀγῶνα θαυματὰν ὁδόν.
[επωδή 2]
[50] παρ' οἷς ποτε Περσεὺς ἐδαίσατο λαγέτας,
δώματ' ἐσελθών,
κλειτὰς ὄνων ἑκατόμβας ἐπιτόσσαις θεῷ
ῥέζοντας: ὧν θαλίαις ἔμπεδον 35
εὐφαμίαις τε μάλιστ' Ἀπόλλων
χαίρει, γελᾷ θ' ὁρῶν ὕβριν ὀρθίαν κνωδάλων.
[στρ. 3]
Μοῖσα δ' οὐκ ἀποδαμεῖ
τρόποις ἐπὶ σφετέροισι: παντᾷ, δὲ χοροὶ παρθένων
[60] λυρᾶν τε βοαὶ καναχαί τ' αὐλῶν δονέονται: 40
δάφνᾳ τε χρυσέᾳ κόμας ἀναδήσαντες εἰλαπινάζοισιν εὐφρόνως.
νόσοι δ' οὔτε γῆρας οὐλόμενον κέκραται
ἱερᾷ γενεᾷ: πόνων δὲ καὶ μαχᾶν ἄτερ
[αντ. 3]
οἰκέοισι φυγόντες
ὑπέρδικον Νέμεσιν. θρασείᾳ δὲ πνέων καρδίᾳ 45
[70] μόλεν Δανάας ποτὲ παῖς, ἁγεῖτο δ' Ἀθάνα,
ἐς ἀνδρῶν μακάρων ὅμιλον: ἔπεφνέν τε Γοργόνα, καὶ ποικίλον κάρα
δρακόντων φόβαισιν ἤλυθε νασιώταις
λίθινον θάνατον φέρων. ἐμοὶ δὲ θαυμάσαι
[επωδή 3]
θεῶν τελεσάντων οὐδέν ποτε φαίνεται 50
ἔμμεν ἄπιστον.
[80] κώπαν σχάσον, ταχὺ δ' ἄγκυραν ἔρεισον χθονὶ
πρῴραθε, χοιράδος ἄλκαρ πέτρας.
ἐγκωμίων γὰρ ἄωτος ὕμνων
ἐπ' ἄλλοτ' ἄλλον ὥτε μέλισσα θύνει λόγον. 55
[στρ. 4]
ἔλπομαι δ' Ἐφυραίων
ὄπ' ἀμφὶ Πηνεϊὸν γλυκεῖαν προχεόντων ἐμὰν
τὸν Ἱπποκλέαν ἔτι καὶ μᾶλλον σὺν ἀοιδαῖς
[90] ἕκατι στεφάνων θαητὸν ἐν ἅλιξι θησέμεν ἐν καὶ παλαιτέροις,
νέαισίν τε παρθένοισι μέλημα. καὶ γὰρ 60
ἑτέροις ἑτέρων ἔρως ὑπέκνισε φρένας:
[αντ. 4]
τῶν δ' ἕκαστος ὀρούει,
τυχών κεν ἁρπαλέαν σχέθοι φροντίδα τὰν πὰρ ποδός:
τὰ δ' εἰς ἐνιαυτὸν ἀτέκμαρτον προνοῆσαι.
[100] πέποιθα ξενίᾳ προσανέϊ Θώρακος, ὅσπερ ἐμὰν ποιπνύων χάριν 65
τόδ' ἔζευξεν ἅρμα Πιερίδων τετράορον,
φιλέων φιλέοντ', ἄγων ἄγοντα προφρόνως.
[επωδή 4]
πειρῶντι δὲ καὶ χρυσὸς ἐν βασάνῳ πρέπει
καὶ νόος ὀρθός.
ἀδελφεοὺς ̄αστ;ἔτ' ἐπαινήσομεν ἐσλούς, ὅτι 70
ὑψοῦ φέροντι νόμον Θεσσαλῶν
[110] αὔξοντες: ἐν δ' ἀγαθοῖσι κεῖνται
πατρώϊαι κεδναὶ πολίων κυβερνάσιες.
ΘΡΑΣΥΔΑΙῼ ΘΗΒΑΙῼ, ΠΑΙΔΙ ΣΤΑΔΙΕΙ
[στρ. 1]
Κάδμου κόραι, Σεμέλα μὲν Ὀλυμπιάδων ἀγυιᾶτις,
Ἰνώ τε Λευκοθέα ποντιᾶν ὁμοθάλαμε Νηρηΐδων,
ἴτε σὺν Ἡρακλέος ἀριστογόνῳ
ματρὶ πὰρ Μελίαν χρυσέων ἐς ἄδυτον τριπόδων 5
θησαυρόν, ὃν περίαλλ' ἐτίμασε Λοξίας,
[αντ. 1]
[10] Ἰσμήνιον δ' ὀνύμαξεν, ἀλαθέα μαντίων θῶκον,
ὦ παῖδες Ἁρμονίας, ἔνθα καί νυν ἐπίνομον ἡρωΐδων
στρατὸν ὁμαγερέα καλεῖ συνίμεν,
ὄφρα Θέμιν ἱερὰν Πυθῶνά τε καὶ ὀρθοδίκαν 10
γᾶς ὀμφαλὸν κελαδήσετ' ἄκρᾳ σὺν ἑσπέρᾳ,
[επωδή 1]
ἑπταπύλοισι Θήβαις
[20] χάριν ἀγῶνί τε Κίῤῥας,
ἐν τῷ Θρασυδαῖος ἔμνασεν ἑστίαν
τρίτον ἐπὶ στέφανον πατρῴαν βαλών, 15
ἐν ἀφνεαῖς ἀρούραισι Πυλάδα
νικῶν ξένου Λάκωνος Ὀρέστα.
[στρ. 2]
τὸν δὴ φονευομένου πατρὸς Ἀρσινόα Κλυταιμνήστρας
χειρῶν ὕπο κρατερᾶν ἐκ δόλου τροφὸς ἄνελε δυσπενθέος,
ὁπότε Δαρδανίδα κόραν Πριάμου 20
[30] Κασσάνδραν πολιῷ χαλκῷ σὺν Ἀγαμεμνονίᾳ
ψυχᾷ πόρευσ' Ἀχέροντος ἀκτὰν παρ' εὔσκιον
[αντ. 2]
νηλὴς γυνά. πότερόν νιν ἄρ' Ἰφιγένει' ἐπ' Εὐρίπῳ
σφαχθεῖσα τῆλε πάτρας ἔκνισεν βαρυπάλαμον ὄρσαι χόλον;
ἢ ἑτέρῳ λέχεϊ δαμαζομέναν 25
[40] ἔννυχοι πάραγον κοῖται; τὸ δὲ νέαις ἀλόχοις
ἔχθιστον ἀμπλάκιον καλύψαι τ' ἀμάχανον
[επωδή 2]
ἀλλοτρίαισι γλώσσαις:
κακολόγοι δὲ πολῖται.
ἴσχει τε γὰρ ὄλβος οὐ μείονα φθόνον: 30
ὁ δὲ χαμηλὰ πνέων ἄφαντον βρέμει.
θάνεν μὲν αὐτὸς ἥρως Ἀτρεΐδας
ἵκων χρόνῳ κλυταῖς ἐν Ἀμύκλαις,
[στρ. 3]
[50] μάντιν τ' ὄλεσσε κόραν, ἐπεὶ ἀμφ' Ἑλένᾳ πυρωθέντων
Τρώων ἔλυσε δόμους ἁβρότατος. ὁ δ' ἄρα γέροντα ξένον 35
Στρόφιον ἐξίκετο, νέα κεφαλά,
Παρνασοῦ πόδα ναίοντ': ἀλλὰ χρονίῳ σὺν Ἄρει
πέφνεν τε ματέρα θῆκέ τ' Αἴγισθον ἐν φοναῖς.
[αντ. 3]
ἦ ῥ', ὦ φίλοι, κατ' ἀμευσιπόρους τριόδους ἐδινήθην,
[60] ὀρθὰν κέλευθον ἰὼν τὸ πρίν: ἤ μέ τις ἄνεμος ἔξω πλόου 40
ἔβαλεν, ὡς ὅτ' ἄκατον εἰναλίαν;
Μοῖσα, τὸ δὲ τεόν, εἰ μισθοῖο συνέθευ παρέχειν
φωνὰν ὑπάργυρον, ἄλλοτ' ἄλλᾳ ταρασσέμεν
[επωδή 3]
ἢ πατρὶ Πυθονίκῳ
τό γέ νυν ἢ Θρασυδαίῳ: 45
τῶν εὐφροσύνα τε καὶ δόξ' ἐπιφλέγει.
[70] τὰ μὲν <ἐν> ἅρμασι καλλίνικοι πάλαι,
Ὀλυμπίᾳ ἀγώνων πολυφάτων
ἔσχον θοὰν ἀκτῖνα σὺν ἵπποις:
[στρ. 4]
Πυθοῖ τε γυμνὸν ἐπὶ στάδιον καταβάντες ἤλεγξαν 50
Ἑλλανίδα στρατιὰν ὠκύτατι. θεόθεν ἐραίμαν καλῶν,
δυνατὰ μαιόμενος ἐν ἁλικίᾳ.
τῶν γὰρ ἂμ πόλιν εὑρίσκων τὰ μέσα μακροτέρῳ
[80] ὄλβῳ τεθαλότα, μέμφομ' αἶσαν τυραννίδων:
[αντ. 4]
ξυναῖσι δ' ἀμφ' ἀρεταῖς τέταμαι. φθονεροὶ δ' ἀμύνονται 55
ἆται, εἴ τις ἄκρον ἑλὼν ἁσυχᾶ τε νεμόμενος αἰνὰν ὕβριν
ἀπέφυγεν: μέλανος ἂν ἐσχατιὰν
καλλίονα θανάτου <στείχοι>, γλυκυτάτᾳ γενεᾷ
[90] εὐώνυμον κτεάνων κρατίσταν χάριν πορών.
[επωδή 4]
ἅ τε τὸν Ἰφικλείδαν 60
διαφέρει Ἰόλαον
ὑμνητὸν ἐόντα, καὶ Κάστορος βίαν,
σέ τε, ἄναξ Πολύδευκες, υἱοὶ θεῶν,
τὸ μὲν παρ' ἆμαρ ἕδραισι Θεράπνας,
τὸ δ' οἰκέοντας ἔνδον Ὀλύμπου.
ΜΙΔᾼ ΑΚΡΑΓΑΝΤΙΝῼ, ΑΥΛΗΤῌ
[στρ. 1]
αἰτέω σε, φιλάγλαε, καλλίστα βροτεᾶν πολίων,
Φερσεφόνας ἕδος, ἅ τ' ὄχθαις ἔπι μηλοβότου
ναίεις Ἀκράγαντος ἐύ̈δματον κολώναν, ὦ ἄνα,
ἵλαος ἀθανάτων ἀνδρῶν τε σὺν εὐμενίᾳ 5
[10] δέξαι στεφάνωμα τόδ' ἐκ Πυθῶνος εὐδόξῳ Μίδᾳ,
αὐτόν τέ νιν Ἑλλάδα νικάσαντα τέχνᾳ, τάν ποτε
Παλλὰς ἐφεῦρε θρασειᾶν Γοργόνων
οὔλιον θρῆνον διαπλέξαισ' Ἀθάνα:
[στρ. 2]
τὸν παρθενίοις ὑπό τ' ἀπλάτοις ὀφίων κεφαλαῖς 10
ἄϊε λειβόμενον δυσπενθέϊ σὺν καμάτῳ,
[20] Περσεὺς ὁπότε τρίτον ἄνυσσεν κασιγνητᾶν μέρος,
εἰναλίᾳ τε Σερίφῳ λαοῖσί τε μοῖραν ἄγων.
ἤτοι τό τε θεσπέσιον Φόρκοιο μαύρωσεν γένος,
λυγρόν τ' ἔρανον Πολυδέκτᾳ θῆκε ματρός τ' ἔμπεδον 15
δουλοσύναν τό τ' ἀναγκαῖον λέχος,
εὐπαράου κρᾶτα συλάσαις Μεδοίσας
[στρ. 3]
[30] υἱὸς Δανάας: τὸν ἀπὸ χρυσοῦ φαμεν αὐτορύτου
ἔμμεναι. ἀλλ' ἐπεὶ ἐκ τούτων φίλον ἄνδρα πόνων
ἐῤῥύσατο, παρθένος αὐλῶν τεῦχε πάμφωνον μέλος, 20
ὄφρα τὸν Εὐρυάλας ἐκ καρπαλιμᾶν γενύων
χριμφθέντα σὺν ἔντεσι μιμήσαιτ' ἐρικλάγκταν γόον.
[40] εὗρεν θεός: ἀλλά νιν εὑροῖσ' ἀνδράσι θνατοῖς ἔχειν,
ὠνόμασεν κεφαλᾶν πολλᾶν νόμον,
εὐκλεᾶ λαοσσόων μναστῆρ' ἀγώνων, 25
[στρ. 4]
λεπτοῦ διανισσόμενον χαλκοῦ θαμὰ καὶ δονάκων,
τοὶ παρὰ καλλιχόρῳ ναίοισι πόλει Χαρίτων.
Καφισίδος ἐν τεμένει, πιστοὶ χορευτᾶν μάρτυρες.
[50] εἰ δέ τις ὄλβος ἐν ἀνθρώποισιν, ἄνευ καμάτου
οὐ φαίνεται: ἐκ δὲ τελευτάσει νιν ἤτοι σάμερον 30
δαίμων--τὸ δὲ μόρσιμον οὐ παρφυκτόν,--ἀλλ' ἔσται χρόνος
οὗτος, ὃ καί τιν' ἀελπτίᾳ βαλὼν
ἔμπαλιν γνώμας τὸ μὲν δώσει, τὸ δ' οὔπω.
0 Σχόλια:
Σας παρακαλούμε πολύ να γράφετε με Ελληνικούς χαρακτήρες και οι σχολιασμοί σας να μη ξεφεύγουν απο τα όρια της ευπρέπειας. Σχόλια
τα οποία περιέχουν ύβρεις, θα αποκλείονται. Ευχαριστούμε.