Τίμαιος - Πλάτων (αρχαίο κείμενο)


Mοιραστείτε το:


Πλάτων

Τίμαιος

Πρόσωπα: Σωκράτης, Τίμαιος, Ἑρμοκράτης, Κριτίας


[17α] Σωκράτης
εἶς, δύο, τρεῖς: ὁ δὲ δὴ τέταρτος ἡμῖν, ὦ φίλε Τίμαιε, ποῦ τῶν χθὲς μὲν δαιτυμόνων, τὰ νῦν δὲ ἑστιατόρων;
Τίμαιος
ἀσθένειὰ τις αὐτῷ συνέπεσεν, ὧ Σώκρατες: οὐ γὰρ ἄ ἑκὼν τῆσδε ἀπελείπετο τῆς συνουσίας.
Σωκράτης
οὐκοῦν σὸν τῶνδέ τε ἓργον καὶ τὸ ὑπὲρ τοῦ ἀπόντος ἀναπληροῦν μέρος;
[17β] Τίμαιος
πάνυ μὲν οὖν, καὶ κατὰ δύναμιν γε οὐδὲν ἐλλείψομεν: οὐδὲ γὰρ ἂν εἴη δίκαιον, χθὲς ὑπὸ σοῦ ξενισθέντας οἶς ἦν πρέπον ξενίοις, μὴ οὐ προθύμως σὲ τοὺς λοιποὺς ἡμῶν ἀνταφεστιᾶν.
Σωκράτης
ἆρ’ οὖν μέμνησθε ὅσα ὑμῖν καὶ περὶ ὧν ἐπέταξα εἰπεῖν;
Τίμαιος
τὰ μὲν μεμνήμεθα, ὅσα δὲ μή, σὺ παρὼν ὑπομνήσεις: μᾶλλον δε, εἰ μη τι σοι χαλεπόν, ἐξ ἀρχῆς διὰ βραχέων πάλιν ἐπάνελθε αὐτά, ἵναβεβαιωθῆ μᾶλλον παρ’ ἡμῖν.
[17γ] Σωκράτης
ταῦτ’ ἔσται. χθές που τῶν ὑπ’ ἐμοῦ ῥηθέντων λόγων περὶ πολιτείας ἦν τὸ κεφάλαιον οἵα τε καὶ ἐξ οἵων ἀνδρῶν ἀρίστη κατεφαίνετ’ ἄν μοι γενέσθαι.
Τίμαιος
καὶ μάλα γε ἡμῖν, ὦ Σώκρατες, ῥηθεῖσα πᾶσιν κατὰ νοῦν.
Σωκράτης
ἆρ’ οὖν οὐ τὸ τῶν γεωργῶν ὅσαι τε ἄλλαι τέχναι πρῶτον ἐν αὐτῆ χωρὶς διειλόμεθα ἀπὸ τοῦ γένους τοῦ τῶν προπολεμησόντων;
Τίμαιος
Ναι.

Σωκράτης
καὶ κατὰ φύσιν δὴ δόντες ταὸ καθ’ αὑτὸν ἑκάστῳ
[17δ] πρόσφορον ἓν μόνον ἐπιτήδευμα, μὶαν ἑκάστῳ τέχνην, τούτους οὕς πρὸ πάντων ἔδει πολεμεῖν, εἴπομεν ὡς ἄρ’ αὐτοὺς δέοι φύλακας εἶναι μόνον τῆς πόλεως, εἴτε τις ἔξωθεν ἢ καὶ τῶν ἔνδοθεν ἴοι κακουργήσων, δικάζοντας μὲν πρᾴως τοῖς
[18α] ἀρχομένοις ὑπ’ αὐτῶν καὶ φύσει φίλοις οὖσιν, χαλεποὺς δὲ ἐν ταῖς μάχαις τοῖς ἐντυγχάνουσιν τῶν ἐχθρῶν γιγνομένους.
Τίμαιος
Παντάπασι μὲν οὖν.
Σωκράτης
φύσιν γὰρ οἶμαί τινα τῶν φυλάκων τῆς ψυχῆς ἐλέγομεν ἅμα μέν θυμοειδῆ, ἅμα μὲν θυμοειδῆ, ἅμα δὲ φιλόσοφον δεῖν εἶναι διαφερόντως, ἵνα πρὸς ἑκατέρους δύναιντο ὀρθῶς πρᾷοι καὶ χαλεποὶ γίγνεσθαι.
Τίμαιος
ναί.
Σωκράτης
τί δὲ τροφήν; ἆρ’ ου’ γυμναστικῆ καὶ μουσικῆ μαθήμασίν τε ὅσα προσήκει τούτοις, ἐν ἅπασι τεθράφθαι;
Τίμαιος
πάνυ μὲν οὖν.
[18β] Σωκράτης
τοὺς δέ γε οὕτω τραφέντας ἐλέχθη που μήτε χρυςὸν μήτε ἄργυρον μήτε ἄλλο ποτὲ μηδὲν κτῆμα ἐαυτῶν ἴδιον νομίζειν δεῖν, ἀλλ’ ὡς ἐπικούρους μισθὸν λαμβάνοντας τῆς φυλακῆς παρὰ τῶν σῳζομένων ὑπ’ αὐτῶν, ὅσος σώφροσιν μέτριος, ἀναλίσκειν τε δὴ κοινῆ καὶ συνδιαιτωμένους μετὰ ἀλλήλων ζῆν, ἐπιμέλειαν ἔχοντας ἀρετῆς διὰ παντός, τῶν ἄλλων ἐπιτηδευμάτων ἄγοντας σχολήν.
Τίμαιος
ἐλέχθη καὶ ταῦτα ταύτη.
[18γ] Σωκράτης
καὶ μὲν δὴ καὶ περὶ γυναικῶν ἐπεμνήσθημεν, ὡς τὰς φύσεις τοῖς ἀνδράσιν παραπλησίας εἴη συναρμοστέον, καὶ τὰ ἐπιτηδεύματα πάντα κοινά κατά τε πόλεμον καὶ κατὰ ταὴν άλλην δίαιταν± δοτέον πάσαις.
Τίμαιος
ταύτη καὶ ταῦτα ἐλέγετο.
Σωκράτης
τί δὲ δὴ τὸ περὶ τῆς παιδοποιίας; ἢ τοῦτο μὲν διὰ τὴν ἀήθειαν τῶν λεχθέντων εὐμνημόνευτον, ὅτι κοινὰ τὰ τῶν γάμων καὶ τὰ τῶν παίδων πᾶσιν ἁπάντων ἐτίθεμεν, μηχανωμένους± ὃπως± μηδεὶς ποτε τὸ γεγενημένον αὐτῶν ἰδίᾳ γνώσοιτο±,
[18δ] νομιοῦσιν δὲ πάντες πάντας αὐτοὺς ὁμογενεῖς, ἀδελφὰς μὲν καὶ ἀδελφοὺς ὅσοιπερ ἂν τῆς πρεπούσης ἐντὸς ἡλικίας γίγνωνται, τοὺς δ’ ἔμπροσθεν καὶ ἄνωθεν γονέας τε καὶ γονέων προγόνους, τοὺς δ’ εἰς τὸ κάτωθεν ἐκγόνους παῖδάς τε ἐκγόνων;
Τίμαιος
ναί, καὶ ταῦτα εὐμνημόνευτα ᾗλέγεις.
Σωκράτης
ὅπως δὲ δὴ κατὰ δύναμιν εὐθὺς γίγνοιντο ὡς ἄριστοι τὰς φύσεις, ἆρ’ οὐ μεμνήμεθα ὡς τοὺς ἄρχοντας ἔφαμεν καὶ τὰς ἀρχούσας δεῖν εἰς τὴν τῶν γάμων σύνερξιν λάθρᾳ
[18ε] μηχανᾶσθαι κλὴροις τισὶν ὅπως οἱ κακοὶ χωρὶς οἵ τ’ ἀγαθοὶ ταῖς ὁμοίαις ἑκάτεροι συλλήξονται, καὶ μή τις αὐτοῖς ἔχθρα διὰ ταῦτα γίγνηται, τύχην ἡγουμένοις αἰτίαν τῆς συλλήξεως;
Τίμαιος
μεμνήμεθα.
[19α] Σωκράτης
καὶ μὴν ὅτι γε τὰ μὲν τῶν ἀγαθῶν θρεπτέον ἔφαμεν εἶναι, τὰ δὲ τῶν κακῶν εἰς τὴν ἄλλην λάθρᾳ διαδοτέον πόλιν: ἐπαυξανομένων δὲ σκοποῦντας ἀεὶ τοὺς ἀξίους πάλιν ἀνάγειν δεῖν, τοὺς δὲ παρὰ σφίσιν ἀναξίους εἰς τὴν τῶν ἐπανιόντων χώραν μεταλλάττειν;
Τίμαιος
οὕτως.

Σωκράτης
ἆρ’ οὖν δὴ διεληλύθαμεν ἤδη καθάπερ χθές, ὡς ἐν κεφαλαίοις πάλιν ἐπανελθεῖν, ἢν ποθοῦμεν ἔτι τι τῶν ῥηθέντων, ὦ φίλε Γίμαιε, ὡς ἀπολειπόμενον;
[19β] Τίμαιος
οὐδαμῶς, ἀλλὰ αὐτὰ ταῦτ’ ἦν ταὰ λεχθέντα, ὦ Σώκρατες.
Σωκράτης
ἀκούοιτ’ ἂν ἤδη τὰ μετὰ ταῦτα περὶ τῆς πολιτείας ἣν διήλθομεν, οἷόν τι πρὸς αὐτὴν πεπονθὼς τυγχάνω. Προσέοικεν δὲ δή τινί μοι τοιῷδε τὸ πάθος, οἷον εἴ τις ζῷα καλά που θεασάμενος, εἴτε ὑπὸ γραφῆς εἰργασμένα εἴτε καὶ ζῶντα ἀληθινῶς ἡσυχίαν δὲ ἄγοντα, εἰς ἐπιθυμίαν ἀφίκοιτο θεάσασθαι κινούμενά τε αὐτὰ και τι τῶν τοῖς σώμασιν δοκούντων
[19γ] προσήκειν κατὰ τὴν ἀγωνίαν ἀθλοῦντα: ταὐτὸν καὶ ἐγὼ πέπονθα πρὸς τὴν πόλιν ἣν διήλθομεν. ἡδέως γὰρ ᾴν του λόγῳ διεξιόντος ἀκούσαιμ’ ἂν ἄθλους οὓς πόλις ἀθλεῖ, τούτους αὐτὴν ἀγωνιζομένην πρὸς πόλεις ἄλλας, πρεπόντως εἴς τε πόλεμον ἀφικομένην καὶ ἐν τῷ πολεμεῖν τὰ προσήκοντα ἀποδιδοῦσαν τῇ παιδείᾳ καὶ τροφῇ κατά τε τὰς ἐν τοῖς ἔργοις πράξεις καὶ κατὰ τὰς ἐν τοῖς λόγοις διερμηνεύσεις πρὸς ἑκάστας τῶν πόλεων. ταῦτ’ οὖν, ὦ Κριτία καὶ Ἑρμόκρατες,
[19δ] ἐμαυτοῦ μὲν αὐτὸς κατέγνωκα μη ποτ’ ἂν δυνατὸς γενέσθαι τοὺς ἄνδρας καὶ τὴν πόλιν ἱκανῶς ἐγκωμιάσαι. Καὶ τὸ μὲν ἐμὸν οὐδὲν θαυμαστόν: ἀλλὰ τὴν αὐτὴν δόξαν εἴληφα καὶ περὶ τῶν πάλαι γεγονότων καὶ περὶ τῶν νῦν ὄντων ποιητῶν, οὔτι τὸ ποιητικὸν ἀτιμάζων γένος, ἀλλὰ παντὶ δῆλον ὡς τὸ μιμητικὸν ἔθνος, οἷς ἂν ἐντραφῆ, ταῦτα μιμήσεται ῥᾷστα καὶ ἄριστα, τὸ δ’ ἐκτὸς τῆς τροφῆς ἑκάστοις
[19ε] γιγνόμενον χαλεπὸν μὲν ἔργοις, ἔτι δὲ χαλεπώτερον λόγοις εὖ μιμεῖσθαι. τὸ δὲ τῶν σοφιστῶν γένος αὖ πολλῶν μὲν λόγων καὶ καλῶν ἄλλων μάλ’ ἔμπειρον ἥγημαι, φοβοῦμαι δὲ μη πως, ἅτε πλανητὸν ὂν κατὰ πόλεις οἰκήσεις τε ἰδίας οὐδαμῆ διῳκηκός, ἄστοχον ἅμα φιλοσόφων ἀνδρῶν ᾖ καὶ πολιτικῶν, ὅσ’ ἂν οἷά τε ἐν πολέμῳ καὶ μάχαις πράττοντες ἔργῳ καὶ λόγῳ προσομιλοῦντες ἑκάστοις πράττοιεν καὶ λέγοιεν. καταλέλειπται δὴ τὸ τῆς ὐμετέρας ἕξεως γένος,
[20α] ἅμα ἀμφοτέρων φύσει καὶ τροφῇ μετέχον. Τίμαιός τε γὰρ ὅδε, εὐνομωτάτης ὢν πόλεως τῆς ἐν Ἰταλίᾳ Λοκρίδος, οὐσίᾳ καὶ γένει οὐδενὸς ὕστερος ὢν τῶν ἐκεῖ, τὰς μεγίστας μὲν ἀρχἀς τε καὶ τιμὰς τὼν ἐν τῇ πόλει μετακεχείρισται, φιλοσοφίας δ’ αὖ κατ’ ἐμὴν δόξαν ἐπ’ ἄκρον ἁπάσης ἐλήλυθεν: Κριτίαν δέ που πάντες οἱ τῇδε ἴσμεν οὐδενὸς ἰδιώτην ὄντα ὧν λέγομεν. τῆς δὲ Ἑρμοκράτους αὖ περὶ φύσεως καὶ τροφῆς, πρὸς ἅπαντα ταῦτ’ εἶναι ἱκανὴν πολλῶν μαρτυρούντων
[20β] πιστευτέον. διὸ καὶ χθὲς ἐγὼ διανοούμενος, ὑμῶν δεομένων τὰ περὶ τῆς πολιτείας διελθεῖν, προθύμως ἐχαριζόμην, εἰδὼς ὅτι τὸν ἑξῆς λόγον οὐδένες ἂν ὑμῶν ἐθελόντων ἱκανώτερον ἀποδοῖεν – εἰς γὰρ πόλεμον πρέποντα καταστήσαντες τὴν πόλιν ἅπαντ’ αὐτῇ τὰ προσήκοντα ἀποδοῖτ’ ἂν μόνοι τῶν νῦν—εἰπὼν δὴ τἀπιταχθέντα ἀντεπέταξα ὑμῖν ἃ καὶ νῦν λέγω. συνωμολογήσατ’ οὖν κοινῇ σκεψάμενοι πρὸς ὑμᾶς
[20γ] αὐτοὺς εἰς νῦν ἀνταποδώσειν μοι τὰ τῶν λόγων ξένια, πάρειμί τε οὖν δὴ κεκοσμημένος ἐπ’ αὐτὰ καὶ πάντων ἑτοιμότατος ὢν δέχεσθαι.
Ἑρμοκράτης
καὶ μὲν δή, καθάπερ εἶπεν Τίμαιος ὅδε, ὦ Σώκρατες, οὔτε ἐλλείψομεν προθυμίας οὐδέν οὔτε ἔστιν οὐδεμία πρόφασις ἡμῖν τοῦ μὴ δρᾶν ταῦτα: ὥστε καὶ χθές, εὐθὺς ἐνθένδε ἐπειδὴ παρὰ Κριτίαν πρὸς τὸν ξενῶνα οὗ καὶ καταλύομεν ἀφικόμεθα, καὶ ἔτι πρότερον καθ’ ὁδὸν αὐτὰ ταῦτ’ ἐσκοποῦμεν.
[20δ] ὅδε οὖν ἡμῖν λόγον εἰσηγήσατο ἐκ παλαιᾶς ἀκοῆς: ὃν καὶ νῦν λέγε, ὦ Κριτία, τῴδε, ἵνα συνδοκιμάσῃ πρὸς την ἐπίταξιν εἴτ’ ἐπιτήδειος εἴτε ἀνεπιτήδειός ἐστι.
Κριτίας
ταῦτα χρὴ δρᾶν, εἰ καὶ τῷ τρίτῳ κοινωνῷ Τιμαίῳ συνδοκεῖ.
Τίμαιος
δοκεῖ μήν.
Κριτίας
ἄκουε δή, ὦ Σώκρατες, λόγου μάλα μὲν ἀτόπου, παντάπασί γε μὴν ἀληθοῦς, ὡς ὁ τῶν ἑπτὰ σοφώτατος
[20ε] Σόλων ποτ’ ἔφη. ἦν μὲν οὖν οἰκεῖος καὶ σφόδρα φίλος ἠμῖν Δρωπίδου τοῦ προπάππου, καθάπερ λέγει πολλαχοῦ καὶ αὐτὸς ἐν τῇ ποιήσει: πρὸς δὲ Κριτίαν τὸν ἡμέτερον πάππον εἶπεν, ὡς ἀπεμνημόνευεν αὖ πρὸς ἡμᾶς ὁ γέρων, ὅτι μεγάλα καὶ θαυμαστὰ τῆσδ’ εἴη παλαιὰ ἔργα τῆς πόλεως ὑπὸ χρόνου καὶ φθορᾶς ἀνθρώπων ἠφανισμένα, πάντων δὲ ἓν μέγιστον,
[21α] οὗ νῦν ἐπιμνησθεῖσιν πρέπον ἂν ἡμῖν εἴη σοί τε ἀποδοῦναι χάριν καὶ τὴν θεὸν ἅμα ἐν τῇ πανηγύρει δικαίως τε καὶ ἀληθῶς οἷόνπερ ὑμνοῦντας ἐγκωμιάζειν.
Σωκράτης
εὖ λέγεις. ἀλλὰ δὴ ποῖον ἔργον τοῦτο Κριτίας οὐ λεγόμενον μέν, ὡς δὲ πραχθὲν ὄντως ὑπὸ τῆσδε τῆς πόλεως ἀρχαῖον διηγεῖτο κατὰ τὴν Σόλωνος ἀκοήν;

Κριτίας
ἐγὼ φράσω, παλαιὸν ἀκηκοὼς λόγον οὐ νέου ἀνδρός. ἦν μὲν γὰρ δὴ τότε Κριτίας, ὡς ἔφη, σχεδὸν ἐγγὺς
[21β] ἤδη τῶν ἐνενήκοντα ἐτῶν, ἐγὼ δέ πῃ μάλιστα δεκέτης: ἡ δὲ Κουρεῶτις ἡμῖν οὖσα ἐτύγχανεν Ἀπατουρίων. Τὸ δὴ τῆς ἑορτῆς σύνηθες ἑκάστοτε καὶ τότε συνέβη τοῖς παισίν: ἆθλα γὰρ ἡμῖν οἱ πατέρες ἔθεσαν ῥαψῳδίας. πολλῶν μὲν οὖν δὴ καὶ πολλὰ ἐλέχθη ποιητῶν ποιήματα, ἅτε δὲ νέα κατ’ ἐκεῖνον τὸν χρόνον ὄντα τὰ Σόλωνος πολλοὶ τῶν παίδων ᾔσαμεν. εἶπεν οὖν τις τῶν φρατέρων, εἴτε δὴ δοκοῦν αὐτῷ τότε εἴτε καὶ χάριν τινὰ τῷ Κριτίᾳ φέρων, δοκεῖν οἱ τά τε
[21γ] ἄλλα σοφώτατον γεγονέναι Σόλωνα καὶ κατὰ τὴν ποίησιν αὖ τῶν ποιητῶν πάντων ἐλευθεριώτατον. ὁ δὴ γέρων—σφόδρα γὰρ οὖν μέμνημαι—μάλα τε ἥσθη καὶ διαμειδιάσας εἶπεν: “εἴγε, ὦ Ἀμύνανδρε, μὴ παρέργῳ τῇ ποιήσει κατεχρήσατο, ἀλλ’ ἐσπουδάκει καθάπερ ἄλλοι, τον τε λόγον ὃν ἀπ’ Αἰγύπτου δεῦρο ἠνέγκατο ἀπετέλεσεν, καὶ μὴ διὰ τὰς στάσεις ὑπὸ κακῶν τε ἄλλων ὅσα ηὗρεν ἐνθάδε ἥκων ἠναγκάσθη
[21δ] καταμελῆσαι, κατά γε ἐμὴν δόξαν οὔτε Ἡσίοδος οὔτε Ὅμηρος οὔτε ἄλλος οὐδεὶς ποιητὴς εὐδοκιμώτερος ἐγένετο ἄν ποτε αὐτοῦ” “τις δ’ ἦν ὁ λόγος,” ἦ δ’ ὅς, “ὦ Κριτία;” “ἦ περὶ μεγίστης,” ἔφη, “καὶ ὀνομαστοτάτης πασῶν δικαιότα’ ἂν πράξεως οὔσης, ἣν ἥδε ἡ πόλις ἔπραξε μέν, διὰ δὲ χρόνον καὶ φθορὰν τῶν ἐργασαμένων οὐ διήρκεσε δεῦρο ὀ λόγος.” “λέγε ἐξ ἀρχῆς,” ἦ δ’ ὄς, “τι τε καὶ πῶς καὶ παρὰ τίνων ὡς ἀληθῆ διακηκοὼς ἔλεγεν ὁ Σόλων.”
[21ε] “ἔστιν τις κατ’ Αἴγυπτον,” ἦ δ’ ὄς, “ἐν τῷ Δέλτα, περὶ ὃν κατὰ κορυφὴν σχίζεται τὸ τοῦ Νείλου ῥεῦμα Σαϊτικὸς ἐπικαλούμενος νομός, τούτου δὲ τοῦ νομοῦ μεγίστη πόλις Σάις-- ὅθεν δὴ καὶ Ἄμασις ἦν ὁ βασιλεύς—οἷς τῆς πόλεως θεὸς ἀρχηγός τις ἐστιν±, Αἰγυπτιστὶ μὲν τοὔνομα Νηίθ, Ἑλληνιστὶ δε, ὡς ὁ ἐκείνων λόγος, Ἀθηνᾶ: μάλα δὲ φιλαθήναιοι καί τινα τρόπον οἰκεῖοι τῶνδ’ εἶναί φασιν. οἷ δὴ Σόλων ἔφη πορευθεὶς σφόδρα τε γενέσθαι παρ’ αὐτοῖς ἔντιμος,
[22α] καὶ δὴ καὶ τὰ παλαιὰ ἀνερωτῶν ποτε τοὺς μάλιστα περὶ ταῦτα τῶν ἱερέων ἐμπείρους, σχεδὸν οὔτε αὑτὸν οὔτε ἄλλον Ἕλληνα οὐδένα οὐδὲν ὡς ἔπος εἰπεῖν εἰδότα περὶ τῶν τοιούτων ἀνευρεῖν. καί ποτε προαγαγεῖν βουληθεὶς αὐτοὺς περὶ τῶν ἀρχαίων εἰς λόγους, τῶν τῄδε τὰ ἀρχαιότατα λέγειν ἐπιχειρεῖν, περὶ Φορωνέως τε τοῦ πρώτου λεχθέντος καὶ Νιόβης, καὶ μετὰ τὸν κατακλυσμὸν αὖ περὶ Δευκαλίωνος
[22β] καὶ Πύρρας ὡς διεγένοντο μυθολογεῖν, καὶ τοὺς ἐξ αὐτῶν γενεαλογεῖν, καὶ τὰ τῶν ἐτῶν ὅσα ἦν οἷς ἔλεγεν πειρᾶσθαι διαμνημονεύων τοὺς χρόνους ἀριθμεῖν: καί τινα εἰπεῖν τῶν ἱερέων εὖ μάλα παλαιόν: “ὦ Σόλων, Σόλων, Ἕλληνες ἀεὶ παίδές ἐστε, γέρων δὲ Ἕλλην οὐκ ἔστιν.” ἀκούσας οὖν, “πῶς τί τοῦτο λέγεις;” φάναι. “νέοι ἐστέ,” εἰπεῖν, “τὰς ψυχὰς πάντες: οὐδεμίαν γὰρ ἐν αὐταῖς ἔχετε δι’ ἀρχαίαν ἀκοὴν παλαιὰν δόξαν οὐδὲ μάθημα χρόνῳ πολιὸν οὐδέν. Τὸ
[22γ] δὲ τούτων αἴτιον τόδε. πολλαὶ κατὰ πολλὰ φθοραὶ γεγόνασιν ἀνθρώπων καὶ ἔσονται, πυρὶ μὲν καὶ ὕδατι μέγισται, μυρίοις δὲ ἄλλοις ἕτεραι βραχύτεραι. τὸ γὰρ οὖν καί παρ’ ὑμῖν λεγόμενον, ὥς ποτε Φαέθων Ἡλίου παῖς τὸ τοῦ πατρὸς ἅρμα ζεύξας διὰ τὸ μὴ δυνατὸς εἶναι κατὰ τὴν τοῦ πατρός ὁδὸν ἐλαύνειν τά τ’ ἐπὶ γῆς συνέκαυσεν καὶ αὐτὸς κεραυνωθεὶς διεφθάρη, τοῦτο μύθου μὲν σχῆμα ἔχον λέγεται, τὸ δὲ
[22δ] ἀληθές ἐστι τῶν περὶ γῆν κατ’ οὐρανὸν ἰόντων παράλλαξις καὶ διὰ μακρῶν χρόνων γιγνομένη ταῶν ἐπὶ γῆς πυρὶ πολλῷ φθορά. τότε οὖν ὅσοι κατ’ ὄρη καὶ ἐν ὑψηλοῖς τόποις καὶ ἐν ξηροῖς οἰκοῦσιν μᾶλλον διόλλυνται τῳν ποταμοῖς καὶ θαλάττῃ προσοικούντων: ἡμῖν δὲ ὁ Νεῖλος εἴς τε τἆλλα σωτὴρ καὶ τότε ἐκ ταύτης τῆς ἀπορίας σῴζει λυόμενος. ὅταν δ’ αὖ θεοὶ τὴν γῆν ὕδασιν καθαίροντες κατακλύζωσιν, οἱ μὲν ἐν τοῖς ὄρεσιν διασῴζονται βουκόλοι νομῆς τε, οἱ δ’ ἐν ταῖς
[22ε] παρ’ ὑμῖν πόλεσιν εἰς τὴν θάλατταν ὑπὸ τῶν ποταμῶν φέρονται: κατὰ δὲ τήνδε χώραν οὔτε τότε οὔτε ἄλλοτε ἄνωθεν ἐπὶ τὰς ἀρούρας ὕδωρ ἐπιρρεῖ, τὸ δ’ ἐναντίον κάτωθεν πᾶν ἐπανιέναι πέφυκεν. ὅθεν καὶ δι’ ἅς αἰτίας τἀνθάδε σῴζόμενα λέγεται παλαιότατα: τὸ δὲ ἀληθές, ἐν πᾶσιν τοῖς τόποις ὅπου μὴ χειμὼν ἐξαίσιος ἢ καῦμα ἀπείργει, πλέον,
[23α] τοτὲ δὲ ἔλαττον ἀεὶ γένος ἐστὶν ἀνθρώπων. ὅσα δὲ ἢ παρ’ ὑμῖν ἢ τῇδε ἢ καὶ κατ’ ἄλλον τόπον ὦν ἀκοῇ ἴσμεν, εἴ πού τι καλὸν ῂ μέγα γέγονεν ἢ καί τινα διαφοράν ἄλλην ἔχον, πάντα γεγραμμένα ἐκ παλαιοῦ τῇδ’ ἐστὶν ἐν τοῖς ἱεροῖς καὶ σεσωσμένα: τὰ δὲ παρ’ ὑμῖν καὶ τοῖς ἄλλοις ἄρτι κατεσκευασμένα ἑκάστοτε τυγχάνει γράμμασι καὶ ἅπασιν ὁπόσων πόλεις δέονται, καὶ πάλιν δι’ εἰωθότων ἐτῶν ὥσπερ νόσημα ἥκει φερόμενον αὐτοῖς ῥεῦμα οὐράνιον καὶ τοὺς ἀγραμμάτους
[23β] τε καὶ ἀμούσους ἔλιπεν ὑμῶν, ὥστε πάλιν ἐξ ἀρχῆς οἷον νέοι γίγνεσθε, οὐδὲν εἰδότες οὔτε τῶν τῇδε οὔτε τῶν παρ’ ὑμῖν, ὅσα ἦν ἐν τοῖς παλαιοῖς χρόνοις. τὰ γοῦν νυνδὴ γενεαλογηθέντα, ὦ Σόλων, περὶ τῶν παρ’ ὑμῖν ἅ διῆλθες, παίδων βραχύ τι διαφέρει μύθων, οἵ πρῶτον μὲν ἕνα γῆς κατακλυσμὸν μέμνησθε πολλῶν ἔμπροσθεν γεγονότων, ἔτι δὲ τὸ κάλλιστον καὶ ἄριστον γένος ἐπ’ ἀνθρώπους ἐν τῇ χώρᾳ παρ’ ὑμῖν οὐκ ἴστε γεγονός, ἐξ ὧν σύ τε καὶ πᾶσα ῂ
[23γ] πόλις ἔστιν τὰ νῦν”
[23c] πόλις ἔστιν τὰ νυ̂ν ὑμω̂ν, περιλειφθέντος ποτὲ σπέρματος βραχέος, ἀλλ' ὑμα̂ς λέληθεν διὰ τὸ τοὺς περιγενομένους ἐπὶ πολλὰς γενεὰς γράμμασιν τελευτα̂ν ἀφώνους. ἠ̂ν γὰρ δή ποτε, ὠ̂ Σόλων, ὑπὲρ τὴν μεγίστην φθορὰν ὕδασιν ἡ νυ̂ν ̓Αθηναίων οὐ̂σα πόλις ἀρίστη πρός τε τὸν πόλεμον καὶ κατὰ πάντα εὐνομωτάτη διαφερόντως: ᾑ̂ κάλλιστα ἔργα καὶ πολιτει̂αι γενέσθαι λέγονται κάλλισται πασω̂ν ὁπόσων ὑπὸ
[23d] τὸν οὐρανὸν ἡμει̂ς ἀκοὴν παρεδεξάμεθα.’ ἀκούσας οὐ̂ν ὁ Σόλων ἔφη θαυμάσαι καὶ πα̂σαν προθυμίαν σχει̂ν δεόμενος τω̂ν ἱερέων πάντα δι' ἀκριβείας οἱ τὰ περὶ τω̂ν πάλαι πολιτω̂ν ἑξη̂ς διελθει̂ν. τὸν οὐ̂ν ἱερέα φάναι: ‘φθόνος οὐδείς, ὠ̂ Σόλων, ἀλλὰ σου̂ τε ἕνεκα ἐρω̂ καὶ τη̂ς πόλεως ὑμω̂ν, μάλιστα δὲ τη̂ς θεου̂ χάριν, ἣ τήν τε ὑμετέραν καὶ τήνδε ἔλαχεν καὶ ἔθρεψεν καὶ ἐπαίδευσεν, προτέραν μὲν τὴν παρ'
[23e] ὑμι̂ν ἔτεσιν χιλίοις, ἐκ Γη̂ς τε καὶ ̔Ηφαίστου τὸ σπέρμα παραλαβου̂σα ὑμω̂ν, τήνδε δὲ ὑστέραν. τη̂ς δὲ ἐνθάδε διακοσμήσεως παρ' ἡμι̂ν ἐν τοι̂ς ἱεροι̂ς γράμμασιν ὀκτακισχιλίων ἐτω̂ν ἀριθμὸς γέγραπται. περὶ δὴ τω̂ν ἐνακισχίλια γεγονότων ἔτη πολιτω̂ν σοι δηλώσω διὰ βραχέων νόμους, καὶ τω̂ν ἔργων αὐτοι̂ς ὃ κάλλιστον ἐπράχθη: τὸ δ' ἀκριβὲς περὶ
[24a] πάντων ἐφεξη̂ς εἰς αὐ̂θις κατὰ σχολὴν αὐτὰ τὰ γράμματα λαβόντες διέξιμεν. τοὺς μὲν οὐ̂ν νόμους σκόπει πρὸς τοὺς τῃ̂δε: πολλὰ γὰρ παραδείγματα τω̂ν τότε παρ' ὑμι̂ν ὄντων ἐνθάδε νυ̂ν ἀνευρήσεις, πρω̂τον μὲν τὸ τω̂ν ἱερέων γένος ἀπὸ τω̂ν ἄλλων χωρὶς ἀφωρισμένον, μετὰ δὲ του̂το τὸ τω̂ν δημιουργω̂ν, ὅτι καθ' αὑτὸ ἕκαστον ἄλλῳ δὲ οὐκ ἐπιμειγνύμενον δημιουργει̂, τό τε τω̂ν νομέων καὶ τὸ τω̂ν θηρευτω̂ν τό τε
[24b] τω̂ν γεωργω̂ν. καὶ δὴ καὶ τὸ μάχιμον γένος ᾔσθησαί που τῃ̂δε ἀπὸ πάντων τω̂ν γενω̂ν κεχωρισμένον, οἱ̂ς οὐδὲν ἄλλο πλὴν τὰ περὶ τὸν πόλεμον ὑπὸ του̂ νόμου προσετάχθη μέλειν: ἔτι δὲ ἡ τη̂ς ὁπλίσεως αὐτω̂ν σχέσις ἀσπίδων καὶ δοράτων, οἱ̂ς ἡμει̂ς πρω̂τοι τω̂ν περὶ τὴν ̓Ασίαν ὡπλίσμεθα, τη̂ς θεου̂ καθάπερ ἐν ἐκείνοις τοι̂ς τόποις παρ' ὑμι̂ν πρώτοις ἐνδειξαμένης. τὸ δ' αὐ̂ περὶ τη̂ς φρονήσεως, ὁρᾳ̂ς που τὸν νόμον τῃ̂δε ὅσην ἐπιμέλειαν ἐποιήσατο εὐθὺς κατ' ἀρχὰς περί τε
[24c] τὸν κόσμον, ἅπαντα μέχρι μαντικη̂ς καὶ ἰατρικη̂ς πρὸς ὑγίειαν ἐκ τούτων θείων ὄντων εἰς τὰ ἀνθρώπινα ἀνευρών, ὅσα τε ἄλλα τούτοις ἕπεται μαθήματα πάντα κτησάμενος. ταύτην οὐ̂ν δὴ τότε σύμπασαν τὴν διακόσμησιν καὶ σύνταξιν ἡ θεὸς προτέρους ὑμα̂ς διακοσμήσασα κατῴκισεν, ἐκλεξαμένη τὸν τόπον ἐν ᾡ̂ γεγένησθε, τὴν εὐκρασίαν τω̂ν ὡρω̂ν ἐν αὐτῳ̂ κατιδου̂σα, ὅτι φρονιμωτάτους ἄνδρας οἴσοι: ἅτε οὐ̂ν φιλοπόλεμός
[24d] τε καὶ φιλόσοφος ἡ θεὸς οὐ̂σα τὸν προσφερεστάτους αὐτῃ̂ μέλλοντα οἴσειν τόπον ἄνδρας, του̂τον ἐκλεξαμένη πρω̂τον κατῴκισεν. ᾠκει̂τε δὴ οὐ̂ν νόμοις τε τοιούτοις χρώμενοι καὶ ἔτι μα̂λλον εὐνομούμενοι πάσῃ τε παρὰ πάντας ἀνθρώπους ὑπερβεβληκότες ἀρετῃ̂, καθάπερ εἰκὸς γεννήματα καὶ παιδεύματα θεω̂ν ὄντας. πολλὰ μὲν οὐ̂ν ὑμω̂ν καὶ μεγάλα ἔργα τη̂ς πόλεως τῃ̂δε γεγραμμένα θαυμάζεται, πάντων μὴν
[24e] ἓν ὑπερέχει μεγέθει καὶ ἀρετῃ̂: λέγει γὰρ τὰ γεγραμμένα ὅσην ἡ πόλις ὑμω̂ν ἔπαυσέν ποτε δύναμιν ὕβρει πορευομένην ἅμα ἐπὶ πα̂σαν Εὐρώπην καὶ ̓Ασίαν, ἔξωθεν ὁρμηθει̂σαν ἐκ του̂ ̓Ατλαντικου̂ πελάγους. τότε γὰρ πορεύσιμον ἠ̂ν τὸ ἐκει̂ πέλαγος: νη̂σον γὰρ πρὸ του̂ στόματος εἰ̂χεν ὃ καλει̂τε, ὥς φατε, ὑμει̂ς ̔Ηρακλέους στήλας, ἡ δὲ νη̂σος ἅμα Λιβύης ἠ̂ν καὶ ̓Ασίας μείζων, ἐξ ἡ̂ς ἐπιβατὸν ἐπὶ τὰς ἄλλας νήσους τοι̂ς τότε ἐγίγνετο πορευομένοις, ἐκ δὲ τω̂ν νήσων
[25a] ἐπὶ τὴν καταντικρὺ πα̂σαν ἤπειρον τὴν περὶ τὸν ἀληθινὸν ἐκει̂νον πόντον. τάδε μὲν γάρ, ὅσα ἐντὸς του̂ στόματος οὑ̂ λέγομεν, φαίνεται λιμὴν στενόν τινα ἔχων εἴσπλουν: ἐκει̂νο δὲ πέλαγος ὄντως ἥ τε περιέχουσα αὐτὸ γη̂ παντελω̂ς ἀληθω̂ς ὀρθότατ' ἂν λέγοιτο ἤπειρος. ἐν δὲ δὴ τῃ̂ ̓Ατλαντίδι νήσῳ ταύτῃ μεγάλη συνέστη καὶ θαυμαστὴ δύναμις βασιλέων, κρατου̂σα μὲν ἁπάσης τη̂ς νήσου, πολλω̂ν δὲ ἄλλων νήσων καὶ μερω̂ν τη̂ς ἠπείρου: πρὸς δὲ τούτοις ἔτι τω̂ν ἐντὸς τῃ̂δε
[25b] Λιβύης μὲν ἠ̂ρχον μέχρι πρὸς Αἴγυπτον, τη̂ς δὲ Εὐρώπης μέχρι Τυρρηνίας. αὕτη δὴ πα̂σα συναθροισθει̂σα εἰς ἓν ἡ δύναμις τόν τε παρ' ὑμι̂ν καὶ τὸν παρ' ἡμι̂ν καὶ τὸν ἐντὸς του̂ στόματος πάντα τόπον μιᾳ̂ ποτὲ ἐπεχείρησεν ὁρμῃ̂ δουλου̂σθαι. τότε οὐ̂ν ὑμω̂ν, ὠ̂ Σόλων, τη̂ς πόλεως ἡ δύναμις εἰς ἅπαντας ἀνθρώπους διαφανὴς ἀρετῃ̂ τε καὶ ῥώμῃ ἐγένετο: πάντων γὰρ προστα̂σα εὐψυχίᾳ καὶ τέχναις ὅσαι κατὰ πόλεμον,
[25c] τὰ μὲν τω̂ν ̔Ελλήνων ἡγουμένη, τὰ δ' αὐτὴ μονωθει̂σα ἐξ ἀνάγκης τω̂ν ἄλλων ἀποστάντων, ἐπὶ τοὺς ἐσχάτους ἀφικομένη κινδύνους, κρατήσασα μὲν τω̂ν ἐπιόντων τρόπαιον ἔστησεν, τοὺς δὲ μήπω δεδουλωμένους διεκώλυσεν δουλωθη̂ναι, τοὺς δ' ἄλλους, ὅσοι κατοικου̂μεν ἐντὸς ὅρων ̔Ηρακλείων, ἀφθόνως ἅπαντας ἠλευθέρωσεν. ὑστέρῳ δὲ χρόνῳ σεισμω̂ν ἐξαισίων καὶ κατακλυσμω̂ν γενομένων, μια̂ς
[25d] ἡμέρας καὶ νυκτὸς χαλεπη̂ς ἐπελθούσης, τό τε παρ' ὑμι̂ν μάχιμον πα̂ν ἁθρόον ἔδυ κατὰ γη̂ς, ἥ τε ̓Ατλαντὶς νη̂σος ὡσαύτως κατὰ τη̂ς θαλάττης δυ̂σα ἠφανίσθη: διὸ καὶ νυ̂ν ἄπορον καὶ ἀδιερεύνητον γέγονεν τοὐκει̂ πέλαγος, πηλου̂ κάρτα βραχέος ἐμποδὼν ὄντος, ὃν ἡ νη̂σος ἱζομένη παρέσχετο.” τὰ μὲν δὴ ῥηθέντα, ὠ̂ Σώκρατες, ὑπὸ του̂ παλαιου̂
[25e] Κριτίου κατ' ἀκοὴν τὴν Σόλωνος, ὡς συντόμως εἰπει̂ν, ἀκήκοας: λέγοντος δὲ δὴ χθὲς σου̂ περὶ πολιτείας τε καὶ τω̂ν ἀνδρω̂ν οὓς ἔλεγες, ἐθαύμαζον ἀναμιμνῃσκόμενος αὐτὰ ἃ νυ̂ν λέγω, κατανοω̂ν ὡς δαιμονίως ἔκ τινος τύχης οὐκ ἄπο σκοπου̂ συνηνέχθης τὰ πολλὰ οἱ̂ς Σόλων εἰ̂πεν. οὐ μὴν
[26a] ἐβουλήθην παραχρη̂μα εἰπει̂ν: διὰ χρόνου γὰρ οὐχ ἱκανω̂ς ἐμεμνήμην. ἐνενόησα οὐ̂ν ὅτι χρεὼν εἴη με πρὸς ἐμαυτὸν πρω̂τον ἱκανω̂ς πάντα ἀναλαβόντα λέγειν οὕτως. ὅθεν ταχὺ συνωμολόγησά σοι τὰ ἐπιταχθέντα χθές, ἡγούμενος, ὅπερ ἐν ἅπασι τοι̂ς τοιοι̂σδε μέγιστον ἔργον, λόγον τινὰ πρέποντα τοι̂ς βουλήμασιν ὑποθέσθαι, τούτου μετρίως ἡμα̂ς εὐπορήσειν. οὕτω δή, καθάπερ ὅδ' εἰ̂πεν, χθές τε εὐθὺς ἐνθένδε ἀπιὼν
[26b] πρὸς τούσδε ἀνέφερον αὐτὰ ἀναμιμνῃσκόμενος, ἀπελθών τε σχεδόν τι πάντα ἐπισκοπω̂ν τη̂ς νυκτὸς ἀνέλαβον. ὡς δή τοι, τὸ λεγόμενον, τὰ παίδων μαθήματα θαυμαστὸν ἔχει τι μνημει̂ον. ἐγὼ γὰρ ἃ μὲν χθὲς ἤκουσα, οὐκ ἂν οἰ̂δ' εἰ δυναίμην ἅπαντα ἐν μνήμῃ πάλιν λαβει̂ν: ταυ̂τα δὲ ἃ πάμπολυν χρόνον διακήκοα, παντάπασι θαυμάσαιμ' ἂν εἴ τί με αὐτω̂ν διαπέφευγεν. ἠ̂ν μὲν οὐ̂ν μετὰ πολλη̂ς ἡδονη̂ς καὶ
[26c] παιδια̂ς τότε ἀκουόμενα, καὶ του̂ πρεσβύτου προθύμως με διδάσκοντος, ἅτ' ἐμου̂ πολλάκις ἐπανερωτω̂ντος, ὥστε οἱ̂ον ἐγκαύματα ἀνεκπλύτου γραφη̂ς ἔμμονά μοι γέγονεν: καὶ δὴ καὶ τοι̂σδε εὐθὺς ἔλεγον ἕωθεν αὐτὰ ταυ̂τα, ἵνα εὐποροι̂εν λόγων μετ' ἐμου̂. νυ̂ν οὐ̂ν, οὑ̂περ ἕνεκα πάντα ταυ̂τα εἴρηται, λέγειν εἰμὶ ἕτοιμος, ὠ̂ Σώκρατες, μὴ μόνον ἐν κεφαλαίοις ἀλλ' ὥσπερ ἤκουσα καθ' ἕκαστον: τοὺς δὲ πολίτας καὶ τὴν πόλιν ἣν χθὲς ἡμι̂ν ὡς ἐν μύθῳ διῄεισθα σύ, νυ̂ν μετενεγκόντες
[26d] ἐπὶ τἀληθὲς δευ̂ρο θήσομεν ὡς ἐκείνην τήνδε οὐ̂σαν, καὶ τοὺς πολίτας οὓς διενοου̂ φήσομεν ἐκείνους τοὺς ἀληθινοὺς εἰ̂ναι προγόνους ἡμω̂ν, οὓς ἔλεγεν ὁ ἱερεύς. πάντως ἁρμόσουσι καὶ οὐκ ἀπᾳσόμεθα λέγοντες αὐτοὺς εἰ̂ναι τοὺς ἐν τῳ̂ τότε ὄντας χρόνῳ. κοινῃ̂ δὲ διαλαμβάνοντες ἅπαντες πειρασόμεθα τὸ πρέπον εἰς δύναμιν οἱ̂ς ἐπέταξας ἀποδου̂ναι. σκοπει̂ν οὐ̂ν δὴ χρή, ὠ̂ Σώκρατες, εἰ κατὰ νου̂ν ὁ λόγος ἡμι̂ν
[26e] οὑ̂τος, ἤ τινα ἔτ' ἄλλον ἀντ' αὐτου̂ ζητητέον.
Σωκράτης
καὶ τίν' ἄν, ὠ̂ Κριτία, μα̂λλον ἀντὶ τούτου μεταλάβοιμεν, ὃς τῃ̂ τε παρούσῃ τη̂ς θεου̂ θυσίᾳ διὰ τὴν οἰκειότητ' ἂν πρέποι μάλιστα, τό τε μὴ πλασθέντα μυ̂θον ἀλλ' ἀληθινὸν λόγον εἰ̂ναι πάμμεγά που. πω̂ς γὰρ καὶ πόθεν ἄλλους ἀνευρήσομεν ἀφέμενοι τούτων; οὐκ ἔστιν, ἀλλ' ἀγαθῃ̂ τύχῃ χρὴ λέγειν μὲν ὑμα̂ς, ἐμὲ δὲ ἀντὶ τω̂ν χθὲς λόγων νυ̂ν
[27a] ἡσυχίαν ἄγοντα ἀντακούειν.
Κριτίας
σκόπει δὴ τὴν τω̂ν ξενίων σοι διάθεσιν, ὠ̂ Σώκρατες, ᾑ̂ διέθεμεν. ἔδοξεν γὰρ ἡμι̂ν Τίμαιον μέν, ἅτε ὄντα ἀστρονομικώτατον ἡμω̂ν καὶ περὶ φύσεως του̂ παντὸς εἰδέναι μάλιστα ἔργον πεποιημένον, πρω̂τον λέγειν ἀρχόμενον ἀπὸ τη̂ς του̂ κόσμου γενέσεως, τελευτα̂ν δὲ εἰς ἀνθρώπων φύσιν: ἐμὲ δὲ μετὰ του̂τον, ὡς παρὰ μὲν τούτου δεδεγμένον ἀνθρώπους τῳ̂ λόγῳ γεγονότας, παρὰ σου̂ δὲ πεπαιδευμένους διαφερόντως
[27b] αὐτω̂ν τινας, κατὰ δὲ τὸν Σόλωνος λόγον τε καὶ νόμον εἰσαγαγόντα αὐτοὺς ὡς εἰς δικαστὰς ἡμα̂ς ποιη̂σαι πολίτας τη̂ς πόλεως τη̂σδε ὡς ὄντας τοὺς τότε ̓Αθηναίους, οὓς ἐμήνυσεν ἀφανει̂ς ὄντας ἡ τω̂ν ἱερω̂ν γραμμάτων φήμη, τὰ λοιπὰ δὲ ὡς περὶ πολιτω̂ν καὶ ̓Αθηναίων ὄντων ἤδη ποιει̂σθαι τοὺς λόγους.
Σωκράτης
τελέως τε καὶ λαμπρω̂ς ἔοικα ἀνταπολήψεσθαι τὴν τω̂ν λόγων ἑστίασιν. σὸν οὐ̂ν ἔργον λέγειν ἄν, ὠ̂ Τίμαιε, τὸ μετὰ του̂το, ὡς ἔοικεν, εἴη καλέσαντα κατὰ νόμον θεούς.
[27c] Τίμαιος
ἀλλ', ὠ̂ Σώκρατες, του̂τό γε δὴ πάντες ὅσοι καὶ κατὰ βραχὺ σωφροσύνης μετέχουσιν, ἐπὶ παντὸς ὁρμῃ̂ καὶ σμικρου̂ καὶ μεγάλου πράγματος θεὸν ἀεί που καλου̂σιν: ἡμα̂ς δὲ τοὺς περὶ του̂ παντὸς λόγους ποιει̂σθαί πῃ μέλλοντας, ᾑ̂ γέγονεν ἢ καὶ ἀγενές ἐστιν, εἰ μὴ παντάπασι παραλλάττομεν, ἀνάγκη θεούς τε καὶ θεὰς ἐπικαλουμένους εὔχεσθαι πάντα κατὰ νου̂ν ἐκείνοις μὲν μάλιστα, ἑπομένως
[27d] δὲ ἡμι̂ν εἰπει̂ν. καὶ τὰ μὲν περὶ θεω̂ν ταύτῃ παρακεκλήσθω: τὸ δ' ἡμέτερον παρακλητέον, ᾑ̂ ῥᾳ̂στ' ἂν ὑμει̂ς μὲν μάθοιτε, ἐγὼ δὲ ᾑ̂ διανοου̂μαι μάλιστ' ἂν περὶ τω̂ν προκειμένων ἐνδειξαίμην. ἔστιν οὐ̂ν δὴ κατ' ἐμὴν δόξαν πρω̂τον διαιρετέον τάδε: τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γιγνόμενον μὲν
[27d] δὲ ἡμι̂ν εἰπει̂ν. καὶ τὰ μὲν περὶ θεω̂ν ταύτῃ παρακεκλήσθω: τὸ δ' ἡμέτερον παρακλητέον, ᾑ̂ ῥᾳ̂στ' ἂν ὑμει̂ς μὲν μάθοιτε, ἐγὼ δὲ ᾑ̂ διανοου̂μαι μάλιστ' ἂν περὶ τω̂ν προκειμένων ἐνδειξαίμην. ἔστιν οὐ̂ν δὴ κατ' ἐμὴν δόξαν πρω̂τον διαιρετέον τάδε: τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γιγνόμενον μὲν
[28b] οὕτως ἀποτελει̂σθαι πα̂ν: οὑ̂ δ' ἂν εἰς γεγονός, γεννητῳ̂ παραδείγματι προσχρώμενος, οὐ καλόν. ὁ δὴ πα̂ς οὐρανὸς --ἢ κόσμος ἢ καὶ ἄλλο ὅτι ποτὲ ὀνομαζόμενος μάλιστ' ἂν δέχοιτο, του̂θ' ἡμι̂ν ὠνομάσθω--σκεπτέον δ' οὐ̂ν περὶ αὐτου̂ πρω̂τον, ὅπερ ὑπόκειται περὶ παντὸς ἐν ἀρχῃ̂ δει̂ν σκοπει̂ν, πότερον ἠ̂ν ἀεί, γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν, ἢ γέγονεν, ἀπ' ἀρχη̂ς τινος ἀρξάμενος. γέγονεν: ὁρατὸς γὰρ ἁπτός τέ ἐστιν καὶ σω̂μα ἔχων, πάντα δὲ τὰ τοιαυ̂τα αἰσθητά, τὰ
[28c] δ' αἰσθητά, δόξῃ περιληπτὰ μετ' αἰσθήσεως, γιγνόμενα καὶ γεννητὰ ἐφάνη. τῳ̂ δ' αὐ̂ γενομένῳ φαμὲν ὑπ' αἰτίου τινὸς ἀνάγκην εἰ̂ναι γενέσθαι. τὸν μὲν οὐ̂ν ποιητὴν καὶ πατέρα του̂δε του̂ παντὸς εὑρει̂ν τε ἔργον καὶ εὑρόντα εἰς πάντας ἀδύνατον λέγειν: τόδε δ' οὐ̂ν πάλιν ἐπισκεπτέον περὶ αὐτου̂, πρὸς πότερον τω̂ν παραδειγμάτων ὁ τεκταινόμενος αὐτὸν
[29a] ἀπηργάζετο, πότερον πρὸς τὸ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχον ἢ πρὸς τὸ γεγονός. εἰ μὲν δὴ καλός ἐστιν ὅδε ὁ κόσμος ὅ τε δημιουργὸς ἀγαθός, δη̂λον ὡς πρὸς τὸ ἀίδιον ἔβλεπεν: εἰ δὲ ὃ μηδ' εἰπει̂ν τινι θέμις, πρὸς γεγονός. παντὶ δὴ σαφὲς ὅτι πρὸς τὸ ἀίδιον: ὁ μὲν γὰρ κάλλιστος τω̂ν γεγονότων, ὁ δ' ἄριστος τω̂ν αἰτίων. οὕτω δὴ γεγενημένος πρὸς τὸ λόγῳ καὶ φρονήσει περιληπτὸν καὶ κατὰ ταὐτὰ ἔχον δεδημιούργηται:
[29b] τούτων δὲ ὑπαρχόντων αὐ̂ πα̂σα ἀνάγκη τόνδε τὸν κόσμον εἰκόνα τινὸς εἰ̂ναι. μέγιστον δὴ παντὸς ἄρξασθαι κατὰ φύσιν ἀρχήν. ὡ̂δε οὐ̂ν περί τε εἰκόνος καὶ περὶ του̂ παραδείγματος αὐτη̂ς διοριστέον, ὡς ἄρα τοὺς λόγους, ὡ̂νπέρ εἰσιν ἐξηγηταί, τούτων αὐτω̂ν καὶ συγγενει̂ς ὄντας: του̂ μὲν οὐ̂ν μονίμου καὶ βεβαίου καὶ μετὰ νου̂ καταφανου̂ς μονίμους καὶ ἀμεταπτώτους--καθ' ὅσον οἱ̂όν τε καὶ ἀνελέγκτοις προσήκει λόγοις εἰ̂ναι καὶ ἀνικήτοις, τούτου δει̂
[29c] μηδὲν ἐλλείπειν--τοὺς δὲ του̂ πρὸς μὲν ἐκει̂νο ἀπεικασθέντος, ὄντος δὲ εἰκόνος εἰκότας ἀνὰ λόγον τε ἐκείνων ὄντας: ὅτιπερ πρὸς γένεσιν οὐσία, του̂το πρὸς πίστιν ἀλήθεια. ἐὰν οὐ̂ν, ὠ̂ Σώκρατες, πολλὰ πολλω̂ν πέρι, θεω̂ν καὶ τη̂ς του̂ παντὸς γενέσεως, μὴ δυνατοὶ γιγνώμεθα πάντῃ πάντως αὐτοὺς ἑαυτοι̂ς ὁμολογουμένους λόγους καὶ ἀπηκριβωμένους ἀποδου̂ναι, μὴ θαυμάσῃς: ἀλλ' ἐὰν ἄρα μηδενὸς ἡ̂ττον παρεχώμεθα εἰκότας, ἀγαπα̂ν χρή, μεμνημένους ὡς ὁ λέγων ἐγὼ
[29d] ὑμει̂ς τε οἱ κριταὶ φύσιν ἀνθρωπίνην ἔχομεν, ὥστε περὶ τούτων τὸν εἰκότα μυ̂θον ἀποδεχομένους πρέπει τούτου μηδὲν ἔτι πέρα ζητει̂ν.
Σωκράτης
ἄριστα, ὠ̂ Τίμαιε, παντάπασί τε ὡς κελεύεις ἀποδεκτέον: τὸ μὲν οὐ̂ν προοίμιον θαυμασίως ἀπεδεξάμεθά σου, τὸν δὲ δὴ νόμον ἡμι̂ν ἐφεξη̂ς πέραινε.
Τίμαιος
λέγωμεν δὴ δι' ἥντινα αἰτίαν γένεσιν καὶ τὸ πα̂ν
[29e] τόδε ὁ συνιστὰς συνέστησεν. ἀγαθὸς ἠ̂ν, ἀγαθῳ̂+ δὲ οὐδεὶς περὶ οὐδενὸς οὐδέποτε ἐγγίγνεται φθόνος: τούτου δ' ἐκτὸς ὢν πάντα ὅτι μάλιστα ἐβουλήθη γενέσθαι παραπλήσια ἑαυτῳ̂. ταύτην δὴ γενέσεως καὶ κόσμου μάλιστ' ἄν τις ἀρχὴν κυριωτάτην
[30a] παρ' ἀνδρω̂ν φρονίμων ἀποδεχόμενος ὀρθότατα ἀποδέχοιτ' ἄν. βουληθεὶς γὰρ ὁ θεὸς ἀγαθὰ μὲν πάντα, φλαυ̂ρον δὲ μηδὲν εἰ̂ναι κατὰ δύναμιν, οὕτω δὴ πα̂ν ὅσον ἠ̂ν ὁρατὸν παραλαβὼν οὐχ ἡσυχίαν ἄγον ἀλλὰ κινούμενον πλημμελω̂ς καὶ ἀτάκτως, εἰς τάξιν αὐτὸ ἤγαγεν ἐκ τη̂ς ἀταξίας, ἡγησάμενος ἐκει̂νο τούτου πάντως ἄμεινον. θέμις δ' οὔτ' ἠ̂ν οὔτ' ἔστιν τῳ̂ ἀρίστῳ δρα̂ν ἄλλο πλὴν τὸ κάλλιστον:
[30b] λογισάμενος οὐ̂ν ηὕρισκεν ἐκ τω̂ν κατὰ φύσιν ὁρατω̂ν οὐδὲν ἀνόητον του̂ νου̂ν ἔχοντος ὅλον ὅλου κάλλιον ἔσεσθαί ποτε ἔργον, νου̂ν δ' αὐ̂ χωρὶς ψυχη̂ς ἀδύνατον παραγενέσθαι τῳ. διὰ δὴ τὸν λογισμὸν τόνδε νου̂ν μὲν ἐν ψυχῃ̂, ψυχὴν δ' ἐν σώματι συνιστὰς τὸ πα̂ν συνετεκταίνετο, ὅπως ὅτι κάλλιστον εἴη κατὰ φύσιν ἄριστόν τε ἔργον ἀπειργασμένος. οὕτως οὐ̂ν δὴ κατὰ λόγον τὸν εἰκότα δει̂ λέγειν τόνδε τὸν κόσμον ζῳ̂ον ἔμψυχον ἔννουν τε τῃ̂ ἀληθείᾳ διὰ τὴν του̂ θεου̂
[30c] γενέσθαι πρόνοιαν. τούτου δ' ὑπάρχοντος αὐ̂ τὰ τούτοις ἐφεξη̂ς ἡμι̂ν λεκτέον, τίνι τω̂ν ζῴων αὐτὸν εἰς ὁμοιότητα ὁ συνιστὰς συνέστησεν. τω̂ν μὲν οὐ̂ν ἐν μέρους εἴδει πεφυκότων μηδενὶ καταξιώσωμεν --ἀτελει̂ γὰρ ἐοικὸς οὐδέν ποτ' ἂν γένοιτο καλόν--οὑ̂ δ' ἔστιν τἀ̂λλα ζῳ̂α καθ' ἓν καὶ κατὰ γένη μόρια, τούτῳ πάντων ὁμοιότατον αὐτὸν εἰ̂ναι τιθω̂μεν. τὰ γὰρ δὴ νοητὰ ζῳ̂α πάντα ἐκει̂νο ἐν ἑαυτῳ̂ περιλαβὸν ἔχει, καθάπερ ὅδε ὁ
[30d] κόσμος ἡμα̂ς ὅσα τε ἄλλα θρέμματα συνέστηκεν ὁρατά. τῳ̂ γὰρ τω̂ν νοουμένων καλλίστῳ καὶ κατὰ πάντα τελέῳ μάλιστα αὐτὸν ὁ θεὸς ὁμοιω̂σαι βουληθεὶς ζῳ̂ον ἓν ὁρατόν, πάνθ' ὅσα
[31a] αὐτου̂ κατὰ φύσιν συγγενη̂ ζῳ̂α ἐντὸς ἔχον ἑαυτου̂, συνέστησε. πότερον οὐ̂ν ὀρθω̂ς ἕνα οὐρανὸν προσειρήκαμεν, ἢ πολλοὺς καὶ ἀπείρους λέγειν ἠ̂ν ὀρθότερον; ἕνα, εἴπερ κατὰ τὸ παράδειγμα δεδημιουργημένος ἔσται. τὸ γὰρ περιέχον πάντα ὁπόσα νοητὰ ζῳ̂α μεθ' ἑτέρου δεύτερον οὐκ ἄν ποτ' εἴη: πάλιν γὰρ ἂν ἕτερον εἰ̂ναι τὸ περὶ ἐκείνω δέοι ζῳ̂ον, οὑ̂ μέρος ἂν εἴτην ἐκείνω, καὶ οὐκ ἂν ἔτι ἐκείνοιν ἀλλ' ἐκείνῳ τῳ̂ περιέχοντι τόδ' ἂν ἀφωμοιωμένον λέγοιτο ὀρθότερον. ἵνα
[31b] οὐ̂ν τόδε κατὰ τὴν μόνωσιν ὅμοιον ᾐ̂ τῳ̂ παντελει̂ ζῴῳ, διὰ ταυ̂τα οὔτε δύο οὔτ' ἀπείρους ἐποίησεν ὁ ποιω̂ν κόσμους, ἀλλ' εἱ̂ς ὅδε μονογενὴς οὐρανὸς γεγονὼς ἔστιν καὶ ἔτ' ἔσται. σωματοειδὲς δὲ δὴ καὶ ὁρατὸν ἁπτόν τε δει̂ τὸ γενόμενον εἰ̂ναι, χωρισθὲν δὲ πυρὸς οὐδὲν ἄν ποτε ὁρατὸν γένοιτο, οὐδὲ ἁπτὸν ἄνευ τινὸς στερεου̂, στερεὸν δὲ οὐκ ἄνευ γη̂ς: ὅθεν ἐκ πυρὸς καὶ γη̂ς τὸ του̂ παντὸς ἀρχόμενος συνιστάναι σω̂μα ὁ θεὸς ἐποίει. δύο δὲ μόνω καλω̂ς συνίστασθαι τρίτου χωρὶς
[31c] οὐ δυνατόν: δεσμὸν γὰρ ἐν μέσῳ δει̂ τινα ἀμφοι̂ν συναγωγὸν γίγνεσθαι. δεσμω̂ν δὲ κάλλιστος ὃς ἂν αὑτὸν καὶ τὰ συνδούμενα ὅτι μάλιστα ἓν ποιῃ̂, του̂το δὲ πέφυκεν ἀναλογία κάλλιστα ἀποτελει̂ν. ὁπόταν γὰρ ἀριθμω̂ν τριω̂ν εἴτε ὄγκων
[32a] εἴτε δυνάμεων ὡντινωνου̂ν ᾐ̂ τὸ μέσον, ὅτιπερ τὸ πρω̂τον πρὸς αὐτό, του̂το αὐτὸ πρὸς τὸ ἔσχατον, καὶ πάλιν αὐ̂θις, ὅτι τὸ ἔσχατον πρὸς τὸ μέσον, τὸ μέσον πρὸς τὸ πρω̂τον, τότε τὸ μέσον μὲν πρω̂τον καὶ ἔσχατον γιγνόμενον, τὸ δ' ἔσχατον καὶ τὸ πρω̂τον αὐ̂ μέσα ἀμφότερα, πάνθ' οὕτως ἐξ ἀνάγκης τὰ αὐτὰ εἰ̂ναι συμβήσεται, τὰ αὐτὰ δὲ γενόμενα ἀλλήλοις ἓν πάντα ἔσται. εἰ μὲν οὐ̂ν ἐπίπεδον μέν, βάθος δὲ μηδὲν ἔχον ἔδει γίγνεσθαι τὸ του̂ παντὸς σω̂μα, μία μεσότης ἂν ἐξήρκει
[32b] τά τε μεθ' αὑτη̂ς συνδει̂ν καὶ ἑαυτήν, νυ̂ν δὲ στερεοειδη̂ γὰρ αὐτὸν προση̂κεν εἰ̂ναι, τὰ δὲ στερεὰ μία μὲν οὐδέποτε, δύο δὲ ἀεὶ μεσότητες συναρμόττουσιν: οὕτω δὴ πυρός τε καὶ γη̂ς ὕδωρ ἀέρα τε ὁ θεὸς ἐν μέσῳ θείς, καὶ πρὸς ἄλληλα καθ' ὅσον ἠ̂ν δυνατὸν ἀνὰ τὸν αὐτὸν λόγον ἀπεργασάμενος, ὅτιπερ πυ̂ρ πρὸς ἀέρα, του̂το ἀέρα πρὸς ὕδωρ, καὶ ὅτι ἀὴρ πρὸς ὕδωρ, ὕδωρ πρὸς γη̂ν, συνέδησεν καὶ συνεστήσατο οὐρανὸν ὁρατὸν καὶ ἁπτόν. καὶ διὰ ταυ̂τα ἔκ τε δὴ τούτων τοιούτων
[32c] καὶ τὸν ἀριθμὸν τεττάρων τὸ του̂ κόσμου σω̂μα ἐγεννήθη δι' ἀναλογίας ὁμολογη̂σαν, φιλίαν τε ἔσχεν ἐκ τούτων, ὥστε εἰς ταὐτὸν αὑτῳ̂ συνελθὸν ἄλυτον ὑπό του ἄλλου πλὴν ὑπὸ του̂ συνδήσαντος γενέσθαι. τω̂ν δὲ δὴ τεττάρων ἓν ὅλον ἕκαστον εἴληφεν ἡ του̂ κόσμου σύστασις. ἐκ γὰρ πυρὸς παντὸς ὕδατός τε καὶ ἀέρος καὶ γη̂ς συνέστησεν αὐτὸν ὁ συνιστάς, μέρος οὐδὲν οὐδενὸς οὐδὲ δύναμιν ἔξωθεν ὑπολιπών, τάδε διανοηθείς, [32d] πρω̂τον μὲν ἵνα ὅλον ὅτι μάλιστα ζῳ̂ον τέλεον ἐκ τελέων
[33a] τω̂ν μερω̂ν εἴη, πρὸς δὲ τούτοις ἕν, ἅτε οὐχ ὑπολελειμμένων ἐξ ὡ̂ν ἄλλο τοιου̂τον γένοιτ' ἄν, ἔτι δὲ ἵν' ἀγήρων καὶ ἄνοσον ᾐ̂, κατανοω̂ν ὡς συστάτῳ σώματι θερμὰ καὶ ψυχρὰ καὶ πάνθ' ὅσα δυνάμεις ἰσχυρὰς ἔχει περιιστάμενα ἔξωθεν καὶ προσπίπτοντα ἀκαίρως λύει καὶ νόσους γη̂ράς τε ἐπάγοντα φθίνειν ποιει̂. διὰ δὴ τὴν αἰτίαν καὶ τὸν λογισμὸν τόνδε ἕνα ὅλον ὅλων ἐξ ἁπάντων τέλεον καὶ ἀγήρων καὶ ἄνοσον
[33b] αὐτὸν ἐτεκτήνατο. σχη̂μα δὲ ἔδωκεν αὐτῳ̂ τὸ πρέπον καὶ τὸ συγγενές. τῳ̂ δὲ τὰ πάντα ἐν αὑτῳ̂ ζῳ̂α περιέχειν μέλλοντι ζῴῳ πρέπον ἂν εἴη σχη̂μα τὸ περιειληφὸς ἐν αὑτῳ̂ πάντα ὁπόσα σχήματα: διὸ καὶ σφαιροειδές, ἐκ μέσου πάντῃ πρὸς τὰς τελευτὰς ἴσον ἀπέχον, κυκλοτερὲς αὐτὸ ἐτορνεύσατο, πάντων τελεώτατον ὁμοιότατόν τε αὐτὸ ἑαυτῳ̂ σχημάτων, νομίσας μυρίῳ κάλλιον ὅμοιον ἀνομοίου. λει̂ον δὲ δὴ κύκλῳ
[33c] πα̂ν ἔξωθεν αὐτὸ ἀπηκριβου̂το πολλω̂ν χάριν. ὀμμάτων τε γὰρ ἐπεδει̂το οὐδέν, ὁρατὸν γὰρ οὐδὲν ὑπελείπετο ἔξωθεν, οὐδ' ἀκοη̂ς, οὐδὲ γὰρ ἀκουστόν: πνευ̂μά τε οὐκ ἠ̂ν περιεστὸς δεόμενον ἀναπνοη̂ς, οὐδ' αὐ̂ τινος ἐπιδεὲς ἠ̂ν ὀργάνου σχει̂ν ᾡ̂ τὴν μὲν εἰς ἑαυτὸ τροφὴν δέξοιτο, τὴν δὲ πρότερον ἐξικμασμένην ἀποπέμψοι πάλιν. ἀπῄει τε γὰρ οὐδὲν οὐδὲ προσῄειν αὐτῳ̂ ποθεν--οὐδὲ γὰρ ἠ̂ν--αὐτὸ γὰρ ἑαυτῳ̂ τροφὴν τὴν ἑαυτου̂ φθίσιν παρέχον καὶ πάντα ἐν ἑαυτῳ̂ καὶ ὑφ'
[33d] ἑαυτου̂ πάσχον καὶ δρω̂ν ἐκ τέχνης γέγονεν: ἡγήσατο γὰρ αὐτὸ ὁ συνθεὶς αὔταρκες ὂν ἄμεινον ἔσεσθαι μα̂λλον ἢ προσδεὲς ἄλλων. χειρω̂ν δέ, αἱ̂ς οὔτε λαβει̂ν οὔτε αὐ̂ τινα ἀμύνασθαι χρεία τις ἠ̂ν, μάτην οὐκ ᾤετο δει̂ν αὐτῳ̂ προσάπτειν, οὐδὲ ποδω̂ν οὐδὲ ὅλως τη̂ς περὶ τὴν βάσιν
[34a] ὑπηρεσίας. κίνησιν γὰρ ἀπένειμεν αὐτῳ̂ τὴν του̂ σώματος οἰκείαν, τω̂ν ἑπτὰ τὴν περὶ νου̂ν καὶ φρόνησιν μάλιστα οὐ̂σαν: διὸ δὴ κατὰ ταὐτὰ ἐν τῳ̂ αὐτῳ̂ καὶ ἐν ἑαυτῳ̂ περιαγαγὼν αὐτὸ ἐποίησε κύκλῳ κινει̂σθαι στρεφόμενον, τὰς δὲ ἓξ ἁπάσας κινήσεις ἀφει̂λεν καὶ ἀπλανὲς ἀπηργάσατο ἐκείνων. ἐπὶ δὲ τὴν περίοδον ταύτην ἅτ' οὐδὲν ποδω̂ν δέον ἀσκελὲς καὶ ἄπουν αὐτὸ ἐγέννησεν. οὑ̂τος δὴ πα̂ς ὄντος ἀεὶ λογισμὸς θεου̂ περὶ τὸν ποτὲ
[34b] ἐσόμενον θεὸν λογισθεὶς λει̂ον καὶ ὁμαλὸν πανταχῃ̂ τε ἐκ μέσου ἴσον καὶ ὅλον καὶ τέλεον ἐκ τελέων σωμάτων σω̂μα ἐποίησεν: ψυχὴν δὲ εἰς τὸ μέσον αὐτου̂ θεὶς διὰ παντός τε ἔτεινεν καὶ ἔτι ἔξωθεν τὸ σω̂μα αὐτῃ̂ περιεκάλυψεν, καὶ κύκλῳ δὴ κύκλον στρεφόμενον οὐρανὸν ἕνα μόνον ἔρημον κατέστησεν, δι' ἀρετὴν δὲ αὐτὸν αὑτῳ̂ δυνάμενον συγγίγνεσθαι καὶ οὐδενὸς ἑτέρου προσδεόμενον, γνώριμον δὲ καὶ φίλον ἱκανω̂ς αὐτὸν αὑτῳ̂. διὰ πάντα δὴ ταυ̂τα εὐδαίμονα θεὸν αὐτὸν ἐγεννήσατο. τὴν δὲ δὴ ψυχὴν οὐχ ὡς νυ̂ν ὑστέραν ἐπιχειρου̂μεν λέγειν,
[34c] οὕτως ἐμηχανήσατο καὶ ὁ θεὸς νεωτέραν--οὐ γὰρ ἂν ἄρχεσθαι πρεσβύτερον ὑπὸ νεωτέρου συνέρξας εἴασεν--ἀλλά πως ἡμει̂ς πολὺ μετέχοντες του̂ προστυχόντος τε καὶ εἰκῃ̂ ταύτῃ πῃ καὶ λέγομεν, ὁ δὲ καὶ γενέσει καὶ ἀρετῃ̂ προτέραν καὶ πρεσβυτέραν ψυχὴν σώματος ὡς δεσπότιν καὶ ἄρξουσαν ἀρξομένου
[35a] συνεστήσατο ἐκ τω̂νδέ τε καὶ τοιῳ̂δε τρόπῳ. τη̂ς ἀμερίστου καὶ ἀεὶ κατὰ ταὐτὰ ἐχούσης οὐσίας καὶ τη̂ς αὐ̂ περὶ τὰ σώματα γιγνομένης μεριστη̂ς τρίτον ἐξ ἀμφοι̂ν ἐν μέσῳ συνεκεράσατο οὐσίας εἰ̂δος, τη̂ς τε ταὐτου̂ φύσεως [αὐ̂ πέρι] καὶ τη̂ς του̂ ἑτέρου, καὶ κατὰ ταὐτὰ συνέστησεν ἐν μέσῳ του̂ τε ἀμερου̂ς αὐτω̂ν καὶ του̂ κατὰ τὰ σώματα μεριστου̂: καὶ τρία λαβὼν αὐτὰ ὄντα συνεκεράσατο εἰς μίαν πάντα ἰδέαν, τὴν θατέρου φύσιν δύσμεικτον οὐ̂σαν εἰς ταὐτὸν συναρμόττων βίᾳ.
[35b] μειγνὺς δὲ μετὰ τη̂ς οὐσίας καὶ ἐκ τριω̂ν ποιησάμενος ἕν, πάλιν ὅλον του̂το μοίρας ὅσας προση̂κεν διένειμεν, ἑκάστην δὲ ἔκ τε ταὐτου̂ καὶ θατέρου καὶ τη̂ς οὐσίας μεμειγμένην. ἤρχετο δὲ διαιρει̂ν ὡ̂δε. μίαν ἀφει̂λεν τὸ πρω̂τον ἀπὸ παντὸς μοι̂ραν, μετὰ δὲ ταύτην ἀφῄρει διπλασίαν ταύτης, τὴν δ' αὐ̂ τρίτην ἡμιολίαν μὲν τη̂ς δευτέρας, τριπλασίαν δὲ τη̂ς πρώτης, τετάρτην δὲ τη̂ς δευτέρας διπλη̂ν, πέμπτην δὲ τριπλη̂ν τη̂ς
[35c] τρίτης, τὴν δ' ἕκτην τη̂ς πρώτης ὀκταπλασίαν, ἑβδόμην δ' ἑπτακαιεικοσιπλασίαν τη̂ς πρώτης: μετὰ δὲ ταυ̂τα συνεπληρου̂το
[36a] τά τε διπλάσια καὶ τριπλάσια διαστήματα, μοίρας ἔτι ἐκει̂θεν ἀποτέμνων καὶ τιθεὶς εἰς τὸ μεταξὺ τούτων, ὥστε ἐν ἑκάστῳ διαστήματι δύο εἰ̂ναι μεσότητας, τὴν μὲν ταὐτῳ̂ μέρει τω̂ν ἄκρων αὐτω̂ν ὑπερέχουσαν καὶ ὑπερεχομένην, τὴν δὲ ἴσῳ μὲν κατ' ἀριθμὸν ὑπερέχουσαν, ἴσῳ δὲ ὑπερεχομένην. ἡμιολίων δὲ διαστάσεων καὶ ἐπιτρίτων καὶ ἐπογδόων γενομένων ἐκ τούτων τω̂ν δεσμω̂ν ἐν ται̂ς πρόσθεν διαστάσεσιν,
[36b] τῳ̂ του̂ ἐπογδόου διαστήματι τὰ ἐπίτριτα πάντα συνεπληρου̂το, λείπων αὐτω̂ν ἑκάστου μόριον, τη̂ς του̂ μορίου ταύτης διαστάσεως λειφθείσης ἀριθμου̂ πρὸς ἀριθμὸν ἐχούσης τοὺς ὅρους ἓξ καὶ πεντήκοντα καὶ διακοσίων πρὸς τρία καὶ τετταράκοντα καὶ διακόσια. καὶ δὴ καὶ τὸ μειχθέν, ἐξ οὑ̂ ταυ̂τα κατέτεμνεν, οὕτως ἤδη πα̂ν κατανηλώκει. ταύτην οὐ̂ν τὴν σύστασιν πα̂σαν διπλη̂ν κατὰ μη̂κος σχίσας, μέσην πρὸς μέσην ἑκατέραν ἀλλήλαις οἱ̂ον χει̂ προσβαλὼν κατέκαμψεν
[36c] εἰς ἓν κύκλῳ, συνάψας αὑται̂ς τε καὶ ἀλλήλαις ἐν τῳ̂ καταντικρὺ τη̂ς προσβολη̂ς, καὶ τῃ̂ κατὰ ταὐτὰ ἐν ταὐτῳ̂ περιαγομένῃ κινήσει πέριξ αὐτὰς ἔλαβεν, καὶ τὸν μὲν ἔξω, τὸν δ' ἐντὸς ἐποιει̂το τω̂ν κύκλων. τὴν μὲν οὐ̂ν ἔξω φορὰν ἐπεφήμισεν εἰ̂ναι τη̂ς ταὐτου̂ φύσεως, τὴν δ' ἐντὸς τη̂ς θατέρου. τὴν μὲν δὴ ταὐτου̂ κατὰ πλευρὰν ἐπὶ δεξιὰ περιήγαγεν, τὴν δὲ θατέρου κατὰ διάμετρον ἐπ' ἀριστερά, κράτος δ' ἔδωκεν τῃ̂
[36d] ταὐτου̂ καὶ ὁμοίου περιφορᾳ̂: μίαν γὰρ αὐτὴν ἄσχιστον εἴασεν, τὴν δ' ἐντὸς σχίσας ἑξαχῃ̂ ἑπτὰ κύκλους ἀνίσους κατὰ τὴν του̂ διπλασίου καὶ τριπλασίου διάστασιν ἑκάστην, οὐσω̂ν ἑκατέρων τριω̂ν, κατὰ τἀναντία μὲν ἀλλήλοις+ προσέταξεν ἰέναι τοὺς κύκλους, τάχει δὲ τρει̂ς μὲν ὁμοίως, τοὺς δὲ τέτταρας ἀλλήλοις καὶ τοι̂ς τρισὶν ἀνομοίως+, ἐν λόγῳ δὲ φερομένους. ἐπεὶ δὲ κατὰ νου̂ν τῳ̂ συνιστάντι πα̂σα ἡ τη̂ς ψυχη̂ς σύστασις ἐγεγένητο, μετὰ του̂το πα̂ν τὸ σωματοειδὲς ἐντὸς
[36e] αὐτη̂ς ἐτεκταίνετο καὶ μέσον μέσῃ συναγαγὼν προσήρμοττεν: ἡ δ' ἐκ μέσου πρὸς τὸν ἔσχατον οὐρανὸν πάντῃ διαπλακει̂σα κύκλῳ τε αὐτὸν ἔξωθεν περικαλύψασα, αὐτὴ ἐν αὑτῃ̂ στρεφομένη, θείαν ἀρχὴν ἤρξατο ἀπαύστου καὶ ἔμφρονος βίου πρὸς τὸν σύμπαντα χρόνον. καὶ τὸ μὲν δὴ σω̂μα ὁρατὸν οὐρανου̂ γέγονεν, αὐτὴ δὲ ἀόρατος μέν, λογισμου̂ δὲ μετέχουσα καὶ
[37a] ἁρμονίας ψυχή, τω̂ν νοητω̂ν ἀεί τε ὄντων ὑπὸ του̂ ἀρίστου ἀρίστη γενομένη τω̂ν γεννηθέντων. ἅτε οὐ̂ν ἐκ τη̂ς ταὐτου̂ καὶ τη̂ς θατέρου φύσεως ἔκ τε οὐσίας τριω̂ν τούτων συγκραθει̂σα μοιρω̂ν, καὶ ἀνὰ λόγον μερισθει̂σα καὶ συνδεθει̂σα, αὐτή τε ἀνακυκλουμένη πρὸς αὑτήν, ὅταν οὐσίαν σκεδαστὴν ἔχοντός τινος ἐφάπτηται καὶ ὅταν ἀμέριστον, λέγει κινουμένη διὰ πάσης ἑαυτη̂ς ὅτῳ τ' ἄν τι ταὐτὸν ᾐ̂ καὶ ὅτου ἂν
[37b] ἕτερον, πρὸς ὅτι τε μάλιστα καὶ ὅπῃ καὶ ὅπως καὶ ὁπότε συμβαίνει κατὰ τὰ γιγνόμενά τε πρὸς ἕκαστον ἕκαστα εἰ̂ναι καὶ πάσχειν καὶ πρὸς τὰ κατὰ ταὐτὰ ἔχοντα ἀεί. λόγος δὲ ὁ κατὰ ταὐτὸν ἀληθὴς γιγνόμενος περί τε θάτερον ὂν καὶ περὶ τὸ ταὐτόν, ἐν τῳ̂ κινουμένῳ ὑφ' αὑτου̂ φερόμενος ἄνευ φθόγγου καὶ ἠχη̂ς, ὅταν μὲν περὶ τὸ αἰσθητὸν γίγνηται καὶ ὁ του̂ θατέρου κύκλος ὀρθὸς ἰὼν εἰς πα̂σαν αὐτου̂ τὴν ψυχὴν διαγγείλῃ, δόξαι καὶ πίστεις γίγνονται βέβαιοι καὶ ἀληθει̂ς,
[37c] ὅταν δὲ αὐ̂ περὶ τὸ λογιστικὸν ᾐ̂ καὶ ὁ του̂ ταὐτου̂ κύκλος εὔτροχος ὢν αὐτὰ μηνύσῃ, νου̂ς ἐπιστήμη τε ἐξ ἀνάγκης ἀποτελει̂ται: τούτω δὲ ἐν ᾡ̂ τω̂ν ὄντων ἐγγίγνεσθον, ἄν ποτέ τις αὐτὸ ἄλλο πλὴν ψυχὴν εἴπῃ, πα̂ν μα̂λλον ἢ τἀληθὲς ἐρει̂. ὡς δὲ κινηθὲν αὐτὸ καὶ ζω̂ν ἐνόησεν τω̂ν ἀιδίων θεω̂ν γεγονὸς ἄγαλμα ὁ γεννήσας πατήρ, ἠγάσθη τε καὶ εὐφρανθεὶς ἔτι δὴ μα̂λλον ὅμοιον πρὸς τὸ παράδειγμα ἐπενόησεν ἀπεργάσασθαι.
[37d] καθάπερ οὐ̂ν αὐτὸ τυγχάνει ζῳ̂ον ἀίδιον ὄν, καὶ τόδε τὸ πα̂ν οὕτως εἰς δύναμιν ἐπεχείρησε τοιου̂τον ἀποτελει̂ν. ἡ μὲν οὐ̂ν του̂ ζῴου φύσις ἐτύγχανεν οὐ̂σα αἰώνιος, καὶ του̂το μὲν δὴ τῳ̂ γεννητῳ̂ παντελω̂ς προσάπτειν οὐκ ἠ̂ν δυνατόν: εἰκὼ δ' ἐπενόει κινητόν τινα αἰω̂νος ποιη̂σαι, καὶ διακοσμω̂ν ἅμα οὐρανὸν ποιει̂ μένοντος αἰω̂νος ἐν ἑνὶ κατ' ἀριθμὸν ἰου̂σαν αἰώνιον εἰκόνα, του̂τον ὃν δὴ χρόνον ὠνομάκαμεν.
[37e] ἡμέρας γὰρ καὶ νύκτας καὶ μη̂νας καὶ ἐνιαυτούς, οὐκ ὄντας πρὶν οὐρανὸν γενέσθαι, τότε ἅμα ἐκείνῳ συνισταμένῳ τὴν γένεσιν αὐτω̂ν μηχανα̂ται: ταυ̂τα δὲ πάντα μέρη χρόνου, καὶ τό τ' ἠ̂ν τό τ' ἔσται χρόνου γεγονότα εἴδη, ἃ δὴ φέροντες λανθάνομεν ἐπὶ τὴν ἀίδιον οὐσίαν οὐκ ὀρθω̂ς. λέγομεν γὰρ δὴ ὡς ἠ̂ν ἔστιν τε καὶ ἔσται, τῃ̂ δὲ τὸ ἔστιν μόνον κατὰ τὸν
[38a] ἀληθη̂ λόγον προσήκει, τὸ δὲ ἠ̂ν τό τ' ἔσται περὶ τὴν ἐν χρόνῳ γένεσιν ἰου̂σαν πρέπει λέγεσθαι--κινήσεις γάρ ἐστον, τὸ δὲ ἀεὶ κατὰ ταὐτὰ ἔχον ἀκινήτως οὔτε πρεσβύτερον οὔτε νεώτερον προσήκει γίγνεσθαι διὰ χρόνου οὐδὲ γενέσθαι ποτὲ οὐδὲ γεγονέναι νυ̂ν οὐδ' εἰς αὐ̂θις ἔσεσθαι, τὸ παράπαν τε οὐδὲν ὅσα γένεσις τοι̂ς ἐν αἰσθήσει φερομένοις προση̂ψεν, ἀλλὰ χρόνου ταυ̂τα αἰω̂να μιμουμένου καὶ κατ' ἀριθμὸν κυκλουμένου γέγονεν εἴδη--καὶ πρὸς τούτοις ἔτι τὰ τοιάδε,
[38b] τό τε γεγονὸς εἰ̂ναι γεγονὸς καὶ τὸ γιγνόμενον εἰ̂ναι γιγνόμενον, ἔτι τε τὸ γενησόμενον εἰ̂ναι γενησόμενον καὶ τὸ μὴ ὂν μὴ ὂν εἰ̂ναι, ὡ̂ν οὐδὲν ἀκριβὲς λέγομεν. περὶ μὲν οὐ̂ν τούτων τάχ' ἂν οὐκ εἴη καιρὸς πρέπων ἐν τῳ̂ παρόντι διακριβολογει̂σθαι. χρόνος δ' οὐ̂ν μετ' οὐρανου̂ γέγονεν, ἵνα ἅμα γεννηθέντες ἅμα καὶ λυθω̂σιν, ἄν ποτε λύσις τις αὐτω̂ν γίγνηται, καὶ κατὰ τὸ παράδειγμα τη̂ς διαιωνίας φύσεως, ἵν' ὡς ὁμοιότατος
[38c] αὐτῳ̂ κατὰ δύναμιν ᾐ̂: τὸ μὲν γὰρ δὴ παράδειγμα πάντα αἰω̂νά ἐστιν ὄν, ὁ δ' αὐ̂ διὰ τέλους τὸν ἅπαντα χρόνον γεγονώς τε καὶ ὢν καὶ ἐσόμενος. ἐξ οὐ̂ν λόγου καὶ διανοίας θεου̂ τοιαύτης πρὸς χρόνου γένεσιν, ἵνα γεννηθῃ̂ χρόνος, ἥλιος καὶ σελήνη καὶ πέντε ἄλλα ἄστρα, ἐπίκλην ἔχοντα πλανητά, εἰς διορισμὸν καὶ φυλακὴν ἀριθμω̂ν χρόνου γέγονεν: σώματα δὲ αὐτω̂ν ἑκάστων ποιήσας ὁ θεὸς ἔθηκεν εἰς τὰς περιφορὰς ἃς ἡ θατέρου περίοδος ᾔειν, ἑπτὰ οὔσας ὄντα
[38d] ἑπτά, σελήνην μὲν εἰς τὸν περὶ γη̂ν πρω̂τον, ἥλιον δὲ εἰς τὸν δεύτερον ὑπὲρ γη̂ς, ἑωσφόρον δὲ καὶ τὸν ἱερὸν ̔Ερμου̂ λεγόμενον εἰς [τὸν] τάχει μὲν ἰσόδρομον ἡλίῳ κύκλον ἰόντας, τὴν δὲ ἐναντίαν εἰληχότας αὐτῳ̂ δύναμιν: ὅθεν καταλαμβάνουσίν τε καὶ καταλαμβάνονται κατὰ ταὐτὰ ὑπ' ἀλλήλων ἥλιός τε καὶ ὁ του̂ ̔Ερμου̂ καὶ ἑωσφόρος. τὰ δ' ἄλλα οἱ̂ δὴ καὶ δι' ἃς αἰτίας ἱδρύσατο, εἴ τις ἐπεξίοι πάσας, ὁ λόγος
[38e] πάρεργος ὢν πλέον ἂν ἔργον ὡ̂ν ἕνεκα λέγεται παράσχοι. ταυ̂τα μὲν οὐ̂ν ἴσως τάχ' ἂν κατὰ σχολὴν ὕστερον τη̂ς ἀξίας τύχοι διηγήσεως: ἐπειδὴ δὲ οὐ̂ν εἰς τὴν ἑαυτῳ̂ πρέπουσαν ἕκαστον ἀφίκετο φορὰν τω̂ν ὅσα ἔδει συναπεργάζεσθαι χρόνον, δεσμοι̂ς τε ἐμψύχοις σώματα δεθέντα ζῳ̂α ἐγεννήθη τό τε προσταχθὲν ἔμαθεν, κατὰ δὴ τὴν θατέρου φορὰν
[39a] πλαγίαν οὐ̂σαν, διὰ τη̂ς ταὐτου̂ φορα̂ς ἰούσης τε καὶ κρατουμένης, τὸ μὲν μείζονα αὐτω̂ν, τὸ δ' ἐλάττω κύκλον ἰόν, θα̂ττον μὲν τὰ τὸν ἐλάττω, τὰ δὲ τὸν μείζω βραδύτερον περιῄειν. τῃ̂ δὴ ταὐτου̂ φορᾳ̂ τὰ τάχιστα περιιόντα ὑπὸ τω̂ν βραδύτερον ἰόντων ἐφαίνετο καταλαμβάνοντα καταλαμβάνεσθαι: πάντας γὰρ τοὺς κύκλους αὐτω̂ν στρέφουσα ἕλικα διὰ τὸ διχῃ̂ κατὰ
[39b] τὰ ἐναντία ἅμα προϊέναι τὸ βραδύτατα ἀπιὸν ἀφ' αὑτη̂ς οὔσης ταχίστης ἐγγύτατα ἀπέφαινεν. ἵνα δ' εἴη μέτρον ἐναργές τι πρὸς ἄλληλα βραδυτη̂τι καὶ τάχει καὶ τὰ περὶ τὰς ὀκτὼ φορὰς πορεύοιτο, φω̂ς ὁ θεὸς ἀνη̂ψεν ἐν τῃ̂ πρὸς γη̂ν δευτέρᾳ τω̂ν περιόδων, ὃ δὴ νυ̂ν κεκλήκαμεν ἥλιον, ἵνα ὅτι μάλιστα εἰς ἅπαντα φαίνοι τὸν οὐρανὸν μετάσχοι τε ἀριθμου̂ τὰ ζῳ̂α ὅσοις ἠ̂ν προση̂κον, μαθόντα παρὰ τη̂ς ταὐτου̂ καὶ ὁμοίου
[39c] περιφορα̂ς. νὺξ μὲν οὐ̂ν ἡμέρα τε γέγονεν οὕτως καὶ διὰ ταυ̂τα, ἡ τη̂ς μια̂ς καὶ φρονιμωτάτης κυκλήσεως περίοδος: μεὶς δὲ ἐπειδὰν σελήνη περιελθου̂σα τὸν ἑαυτη̂ς κύκλον ἥλιον ἐπικαταλάβῃ, ἐνιαυτὸς δὲ ὁπόταν ἥλιος τὸν ἑαυτου̂ περιέλθῃ κύκλον. τω̂ν δ' ἄλλων τὰς περιόδους οὐκ ἐννενοηκότες ἄνθρωποι, πλὴν ὀλίγοι τω̂ν πολλω̂ν, οὔτε ὀνομάζουσιν οὔτε πρὸς ἄλληλα συμμετρου̂νται σκοπου̂ντες ἀριθμοι̂ς, ὥστε ὡς ἔπος
[39d] εἰπει̂ν οὐκ ἴσασιν χρόνον ὄντα τὰς τούτων πλάνας, πλήθει μὲν ἀμηχάνῳ χρωμένας, πεποικιλμένας δὲ θαυμαστω̂ς: ἔστιν δ' ὅμως οὐδὲν ἡ̂ττον κατανοη̂σαι δυνατὸν ὡς ὅ γε τέλεος ἀριθμὸς χρόνου τὸν τέλεον ἐνιαυτὸν πληροι̂ τότε, ὅταν ἁπασω̂ν τω̂ν ὀκτὼ περιόδων τὰ πρὸς ἄλληλα συμπερανθέντα τάχη σχῃ̂ κεφαλὴν τῳ̂ του̂ ταὐτου̂ καὶ ὁμοίως ἰόντος ἀναμετρηθέντα κύκλῳ. κατὰ ταυ̂τα δὴ καὶ τούτων ἕνεκα ἐγεννήθη τω̂ν ἄστρων ὅσα δι' οὐρανου̂ πορευόμενα ἔσχεν τροπάς, ἵνα τόδε
[39e] ὡς ὁμοιότατον ᾐ̂ τῳ̂ τελέῳ καὶ νοητῳ̂ ζῴῳ πρὸς τὴν τη̂ς διαιωνίας μίμησιν φύσεως. καὶ τὰ μὲν ἄλλα ἤδη μέχρι χρόνου γενέσεως ἀπείργαστο εἰς ὁμοιότητα ᾡ̂περ ἀπεικάζετο, τὸ δὲ μήπω τὰ πάντα ζῳ̂α ἐντὸς αὑτου̂ γεγενημένα περιειληφέναι, ταύτῃ ἔτι εἰ̂χεν ἀνομοίως. του̂το δὴ τὸ κατάλοιπον ἀπηργάζετο αὐτου̂ πρὸς τὴν του̂ παραδείγματος ἀποτυπούμενος φύσιν. ᾑ̂περ οὐ̂ν νου̂ς ἐνούσας ἰδέας τῳ̂ ὃ ἔστιν ζῳ̂ον, οἱ̂αί τε ἔνεισι καὶ ὅσαι, καθορᾳ̂, τοιαύτας καὶ τοσαύτας διενοήθη δει̂ν καὶ τόδε σχει̂ν. εἰσὶν δὴ τέτταρες, μία μὲν οὐράνιον θεω̂ν γένος, ἄλλη δὲ
[40a] πτηνὸν καὶ ἀεροπόρον, τρίτη δὲ ἔνυδρον εἰ̂δος, πεζὸν δὲ καὶ χερσαι̂ον τέταρτον. του̂ μὲν οὐ̂ν θείου τὴν πλείστην ἰδέαν ἐκ πυρὸς ἀπηργάζετο, ὅπως ὅτι λαμπρότατον ἰδει̂ν τε κάλλιστον εἴη, τῳ̂ δὲ παντὶ προσεικάζων εὔκυκλον ἐποίει, τίθησίν τε εἰς τὴν του̂ κρατίστου φρόνησιν ἐκείνῳ συνεπόμενον, νείμας περὶ πάντα κύκλῳ τὸν οὐρανόν, κόσμον ἀληθινὸν αὐτῳ̂ πεποικιλμένον εἰ̂ναι καθ' ὅλον. κινήσεις δὲ δύο προση̂ψεν ἑκάστῳ, τὴν μὲν ἐν ταὐτῳ̂ κατὰ ταὐτά, περὶ τω̂ν αὐτω̂ν ἀεὶ
[40b] τὰ αὐτὰ ἑαυτῳ̂ διανοουμένῳ, τὴν δὲ εἰς τὸ πρόσθεν, ὑπὸ τη̂ς ταὐτου̂ καὶ ὁμοίου περιφορα̂ς κρατουμένῳ: τὰς δὲ πέντε κινήσεις ἀκίνητον καὶ ἑστός, ἵνα ὅτι μάλιστα αὐτω̂ν ἕκαστον γένοιτο ὡς ἄριστον. ἐξ ἡ̂ς δὴ τη̂ς αἰτίας γέγονεν ὅσ' ἀπλανη̂ τω̂ν ἄστρων ζῳ̂α θει̂α ὄντα καὶ ἀίδια καὶ κατὰ ταὐτὰ ἐν ταὐτῳ̂ στρεφόμενα ἀεὶ μένει: τὰ δὲ τρεπόμενα καὶ πλάνην τοιαύτην ἴσχοντα, καθάπερ ἐν τοι̂ς πρόσθεν ἐρρήθη, κατ' ἐκει̂να γέγονεν. γη̂ν δὲ τροφὸν μὲν ἡμετέραν, ἰλλομένην δὲ
[40c] τὴν περὶ τὸν διὰ παντὸς πόλον τεταμένον, φύλακα καὶ δημιουργὸν νυκτός τε καὶ ἡμέρας ἐμηχανήσατο, πρώτην καὶ πρεσβυτάτην+ θεω̂ν+ ὅσοι+ ἐντὸς+ οὐρανου̂+ γεγόνασιν. χορείας δὲ τούτων αὐτω̂ν καὶ παραβολὰς ἀλλήλων, καὶ [περὶ] τὰς τω̂ν κύκλων πρὸς ἑαυτοὺς ἐπανακυκλήσεις καὶ προχωρήσεις, ἔν τε ται̂ς συνάψεσιν ὁποι̂οι τω̂ν θεω̂ν κατ' ἀλλήλους γιγνόμενοι καὶ ὅσοι καταντικρύ, μεθ' οὕστινάς τε ἐπίπροσθεν ἀλλήλοις ἡμι̂ν τε κατὰ χρόνους οὕστινας ἕκαστοι κατακαλύπτονται καὶ πάλιν ἀναφαινόμενοι φόβους καὶ σημει̂α τω̂ν
[40d] μετὰ ταυ̂τα γενησομένων τοι̂ς οὐ δυναμένοις λογίζεσθαι πέμπουσιν, τὸ λέγειν ἄνευ δι' ὄψεως τούτων αὐ̂ τω̂ν μιμημάτων μάταιος ἂν εἴη πόνος: ἀλλὰ ταυ̂τά τε ἱκανω̂ς ἡμι̂ν ταύτῃ καὶ τὰ περὶ θεω̂ν ὁρατω̂ν καὶ γεννητω̂ν εἰρημένα φύσεως ἐχέτω τέλος. περὶ δὲ τω̂ν ἄλλων δαιμόνων εἰπει̂ν καὶ γνω̂ναι τὴν γένεσιν μει̂ζον ἢ καθ' ἡμα̂ς, πειστέον δὲ τοι̂ς εἰρηκόσιν ἔμπροσθεν, ἐκγόνοις μὲν θεω̂ν οὐ̂σιν, ὡς ἔφασαν, σαφω̂ς δέ που τούς γε αὑτω̂ν προγόνους εἰδόσιν: ἀδύνατον οὐ̂ν θεω̂ν
[40e] παισὶν ἀπιστει̂ν, καίπερ ἄνευ τε εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσιν, ἀλλ' ὡς οἰκει̂α φασκόντων ἀπαγγέλλειν ἑπομένους τῳ̂ νόμῳ πιστευτέον. οὕτως οὐ̂ν κατ' ἐκείνους ἡμι̂ν ἡ γένεσις περὶ τούτων τω̂ν θεω̂ν ἐχέτω καὶ λεγέσθω. Γη̂ς τε καὶ Οὐρανου̂ παι̂δες ̓Ωκεανός τε καὶ Τηθὺς ἐγενέσθην, τούτων δὲ Φόρκυς Κρόνος τε καὶ ̔Ρέα καὶ ὅσοι μετὰ
[41a] τούτων, ἐκ δὲ Κρόνου καὶ ̔Ρέας Ζεὺς ̔́Ηρα τε καὶ πάντες ὅσους ἴσμεν ἀδελφοὺς λεγομένους αὐτω̂ν, ἔτι τε τούτων ἄλλους ἐκγόνους: ἐπεὶ δ' οὐ̂ν πάντες ὅσοι τε περιπολου̂σιν φανερω̂ς καὶ ὅσοι φαίνονται καθ' ὅσον ἂν ἐθέλωσιν θεοὶ γένεσιν ἔσχον, λέγει πρὸς αὐτοὺς ὁ τόδε τὸ πα̂ν γεννήσας τάδε-- “θεοὶ θεω̂ν, ὡ̂ν ἐγὼ δημιουργὸς πατήρ τε ἔργων, δι' ἐμου̂ γενόμενα ἄλυτα ἐμου̂ γε μὴ ἐθέλοντος. τὸ μὲν οὐ̂ν δὴ
[41b] δεθὲν πα̂ν λυτόν, τό γε μὴν καλω̂ς ἁρμοσθὲν καὶ ἔχον εὐ̂ λύειν ἐθέλειν κακου̂: δι' ἃ καὶ ἐπείπερ γεγένησθε, ἀθάνατοι μὲν οὐκ ἐστὲ οὐδ' ἄλυτοι τὸ πάμπαν, οὔτι μὲν δὴ λυθήσεσθέ γε οὐδὲ τεύξεσθε θανάτου μοίρας, τη̂ς ἐμη̂ς βουλήσεως μείζονος ἔτι δεσμου̂ καὶ κυριωτέρου λαχόντες ἐκείνων οἱ̂ς ὅτ' ἐγίγνεσθε συνεδει̂σθε. νυ̂ν οὐ̂ν ὃ λέγω πρὸς ὑμα̂ς ἐνδεικνύμενος, μάθετε. θνητὰ ἔτι γένη λοιπὰ τρία ἀγέννητα: τούτων δὲ μὴ γενομένων οὐρανὸς ἀτελὴς ἔσται: τὰ γὰρ ἅπαντ' ἐν
[41c] αὑτῳ̂ γένη ζῴων οὐχ ἕξει, δει̂ δέ, εἰ μέλλει τέλεος ἱκανω̂ς εἰ̂ναι. δι' ἐμου̂ δὲ ταυ̂τα γενόμενα καὶ βίου μετασχόντα θεοι̂ς ἰσάζοιτ' ἄν: ἵνα οὐ̂ν θνητά τε ᾐ̂ τό τε πα̂ν τόδε ὄντως ἅπαν ᾐ̂, τρέπεσθε κατὰ φύσιν ὑμει̂ς ἐπὶ τὴν τω̂ν ζῴων δημιουργίαν, μιμούμενοι τὴν ἐμὴν δύναμιν περὶ τὴν ὑμετέραν γένεσιν+. καὶ καθ' ὅσον μὲν αὐτω̂ν ἀθανάτοις ὁμώνυμον εἰ̂ναι προσήκει, θει̂ον λεγόμενον ἡγεμονου̂ν τε ἐν αὐτοι̂ς τω̂ν ἀεὶ δίκῃ καὶ ὑμι̂ν ἐθελόντων ἕπεσθαι, σπείρας καὶ ὑπαρξάμενος
[41d] ἐγὼ παραδώσω: τὸ δὲ λοιπὸν ὑμει̂ς, ἀθανάτῳ θνητὸν προσυφαίνοντες, ἀπεργάζεσθε ζῳ̂α καὶ γεννα̂τε τροφήν τε διδόντες αὐξάνετε καὶ φθίνοντα πάλιν δέχεσθε.” ταυ̂τ' εἰ̂πε, καὶ πάλιν ἐπὶ τὸν πρότερον κρατη̂ρα, ἐν ᾡ̂ τὴν του̂ παντὸς ψυχὴν κεραννὺς ἔμισγεν, τὰ τω̂ν πρόσθεν ὑπόλοιπα κατεχει̂το μίσγων τρόπον μέν τινα τὸν αὐτόν, ἀκήρατα δὲ οὐκέτι κατὰ ταὐτὰ ὡσαύτως, ἀλλὰ δεύτερα καὶ τρίτα. συστήσας δὲ τὸ πα̂ν διει̂λεν ψυχὰς ἰσαρίθμους τοι̂ς ἄστροις,
[41e] ἔνειμέν θ' ἑκάστην πρὸς ἕκαστον, καὶ ἐμβιβάσας ὡς ἐς ὄχημα τὴν του̂ παντὸς φύσιν ἔδειξεν, νόμους τε τοὺς εἱμαρμένους εἰ̂πεν αὐται̂ς, ὅτι γένεσις πρώτη μὲν ἔσοιτο τεταγμένη μία πα̂σιν, ἵνα μήτις ἐλαττοι̂το ὑπ' αὐτου̂, δέοι δὲ σπαρείσας αὐτὰς εἰς τὰ προσήκοντα ἑκάσταις ἕκαστα ὄργανα χρόνων
[42a] φυ̂ναι ζῴων τὸ θεοσεβέστατον, διπλη̂ς δὲ οὔσης τη̂ς ἀνθρωπίνης φύσεως, τὸ κρει̂ττον τοιου̂τον εἴη γένος ὃ καὶ ἔπειτα κεκλήσοιτο ἀνήρ. ὁπότε δὴ σώμασιν ἐμφυτευθει̂εν ἐξ ἀνάγκης, καὶ τὸ μὲν προσίοι, τὸ δ' ἀπίοι του̂ σώματος αὐτω̂ν, πρω̂τον μὲν αἴσθησιν ἀναγκαι̂ον εἴη μίαν πα̂σιν ἐκ βιαίων παθημάτων σύμφυτον γίγνεσθαι, δεύτερον δὲ ἡδονῃ̂ καὶ λύπῃ μεμειγμένον ἔρωτα, πρὸς δὲ τούτοις φόβον καὶ θυμὸν ὅσα
[42b] τε ἑπόμενα αὐτοι̂ς καὶ ὁπόσα ἐναντίως πέφυκε διεστηκότα: ὡ̂ν εἰ μὲν κρατήσοιεν, δίκῃ βιώσοιντο, κρατηθέντες δὲ ἀδικίᾳ. καὶ ὁ μὲν εὐ̂ τὸν προσήκοντα χρόνον βιούς, πάλιν εἰς τὴν του̂ συννόμου πορευθεὶς οἴκησιν ἄστρου, βίον εὐδαίμονα καὶ συνήθη ἕξοι, σφαλεὶς δὲ τούτων εἰς γυναικὸς φύσιν ἐν τῃ̂
[42c] δευτέρᾳ γενέσει μεταβαλοι̂: μὴ παυόμενός τε ἐν τούτοις ἔτι κακίας, τρόπον ὃν κακύνοιτο, κατὰ τὴν ὁμοιότητα τη̂ς του̂ τρόπου γενέσεως εἴς τινα τοιαύτην ἀεὶ μεταβαλοι̂ θήρειον φύσιν, ἀλλάττων τε οὐ πρότερον πόνων λήξοι, πρὶν τῃ̂ ταὐτου̂ καὶ ὁμοίου περιόδῳ τῃ̂ ἐν αὑτῳ̂ συνεπισπώμενος τὸν πολὺν ὄχλον καὶ ὕστερον προσφύντα ἐκ πυρὸς καὶ ὕδατος καὶ ἀέρος
[42d] καὶ γη̂ς, θορυβώδη καὶ ἄλογον ὄντα, λόγῳ κρατήσας εἰς τὸ τη̂ς πρώτης καὶ ἀρίστης ἀφίκοιτο εἰ̂δος ἕξεως. διαθεσμοθετήσας δὲ πάντα αὐτοι̂ς ταυ̂τα, ἵνα τη̂ς ἔπειτα εἴη κακίας ἑκάστων ἀναίτιος, ἔσπειρεν τοὺς μὲν εἰς γη̂ν, τοὺς δ' εἰς σελήνην, τοὺς δ' εἰς τἀ̂λλα ὅσα ὄργανα χρόνου: τὸ δὲ μετὰ τὸν σπόρον τοι̂ς νέοις παρέδωκεν θεοι̂ς σώματα πλάττειν θνητά, τό τ' ἐπίλοιπον, ὅσον ἔτι ἠ̂ν ψυχη̂ς ἀνθρωπίνης δέον
[42e] προσγενέσθαι, του̂το καὶ πάνθ' ὅσα ἀκόλουθα ἐκείνοις ἀπεργασαμένους ἄρχειν, καὶ κατὰ δύναμιν ὅτι κάλλιστα καὶ ἄριστα τὸ θνητὸν διακυβερνα̂ν ζῳ̂ον, ὅτι μὴ κακω̂ν αὐτὸ ἑαυτῳ̂ γίγνοιτο αἴτιον. καὶ ὁ μὲν δὴ ἅπαντα ταυ̂τα διατάξας ἔμενεν ἐν τῳ̂ ἑαυτου̂ κατὰ τρόπον ἤθει: μένοντος δὲ νοήσαντες οἱ παι̂δες τὴν του̂ πατρὸς τάξιν ἐπείθοντο αὐτῃ̂, καὶ λαβόντες ἀθάνατον ἀρχὴν θνητου̂ ζῴου, μιμούμενοι τὸν σφέτερον δημιουργόν, πυρὸς καὶ γη̂ς ὕδατός τε καὶ ἀέρος ἀπὸ του̂ κόσμου δανειζόμενοι
[43a] μόρια ὡς ἀποδοθησόμενα πάλιν, εἰς ταὐτὸν τὰ λαμβανόμενα συνεκόλλων, οὐ τοι̂ς ἀλύτοις οἱ̂ς αὐτοὶ συνείχοντο δεσμοι̂ς, ἀλλὰ διὰ σμικρότητα ἀοράτοις πυκνοι̂ς γόμφοις συντήκοντες, ἓν ἐξ ἁπάντων ἀπεργαζόμενοι σω̂μα ἕκαστον, τὰς τη̂ς ἀθανάτου ψυχη̂ς περιόδους ἐνέδουν εἰς ἐπίρρυτον σω̂μα καὶ ἀπόρρυτον. αἱ δ' εἰς ποταμὸν ἐνδεθει̂σαι πολὺν οὔτ' ἐκράτουν οὔτ' ἐκρατου̂ντο, βίᾳ δὲ ἐφέροντο καὶ ἔφερον, ὥστε τὸ
[43b] μὲν ὅλον κινει̂σθαι ζῳ̂ον, ἀτάκτως μὴν ὅπῃ τύχοι προϊέναι καὶ ἀλόγως, τὰς ἓξ ἁπάσας κινήσεις ἔχον: εἴς τε γὰρ τὸ πρόσθε καὶ ὄπισθεν καὶ πάλιν εἰς δεξιὰ καὶ ἀριστερὰ κάτω τε καὶ ἄνω καὶ πάντῃ κατὰ τοὺς ἓξ τόπους πλανώμενα προῄειν. πολλου̂ γὰρ ὄντος του̂ κατακλύζοντος καὶ ἀπορρέοντος κύματος ὃ τὴν τροφὴν παρει̂χεν, ἔτι μείζω θόρυβον ἀπηργάζετο τὰ τω̂ν προσπιπτόντων παθήματα ἑκάστοις, ὅτε
[43c] πυρὶ προσκρούσειε τὸ σω̂μά τινος ἔξωθεν ἀλλοτρίῳ περιτυχὸν ἢ καὶ στερεῳ̂ γη̂ς πάγῳ ὑγροι̂ς τε ὀλισθήμασιν ὑδάτων, εἴτε ζάλῃ πνευμάτων ὑπὸ ἀέρος φερομένων καταληφθείη, καὶ ὑπὸ πάντων τούτων διὰ του̂ σώματος αἱ κινήσεις ἐπὶ τὴν ψυχὴν φερόμεναι προσπίπτοιεν: αἳ δὴ καὶ ἔπειτα διὰ ταυ̂τα ἐκλήθησάν τε καὶ νυ̂ν ἔτι αἰσθήσεις συνάπασαι κέκληνται. καὶ δὴ καὶ τότε ἐν τῳ̂ παρόντι πλείστην καὶ μεγίστην παρεχόμεναι κίνησιν, μετὰ του̂ ῥέοντος ἐνδελεχω̂ς
[43d] ὀχετου̂ κινου̂σαι καὶ σφοδρω̂ς σείουσαι τὰς τη̂ς ψυχη̂ς περιόδους, τὴν μὲν ταὐτου̂ παντάπασιν ἐπέδησαν ἐναντία αὐτῃ̂ ῥέουσαι καὶ ἐπέσχον ἄρχουσαν καὶ ἰου̂σαν, τὴν δ' αὐ̂ θατέρου διέσεισαν, ὥστε τὰς του̂ διπλασίου καὶ τριπλασίου τρει̂ς ἑκατέρας ἀποστάσεις καὶ τὰς τω̂ν ἡμιολίων καὶ ἐπιτρίτων καὶ ἐπογδόων μεσότητας καὶ συνδέσεις, ἐπειδὴ παντελω̂ς λυταὶ οὐκ ἠ̂σαν πλὴν ὑπὸ του̂ συνδήσαντος, πάσας μὲν
[43e] στρέψαι στροφάς, πάσας δὲ κλάσεις καὶ διαφθορὰς τω̂ν κύκλων ἐμποιει̂ν, ὁσαχῃ̂περ ἠ̂ν δυνατόν, ὥστε μετ' ἀλλήλων μόγις συνεχομένας φέρεσθαι μέν, ἀλόγως δὲ φέρεσθαι, τοτὲ μὲν ἀντίας, ἄλλοτε δὲ πλαγίας, τοτὲ δὲ ὑπτίας: οἱ̂ον ὅταν τις ὕπτιος ἐρείσας τὴν κεφαλὴν μὲν ἐπὶ γη̂ς, τοὺς δὲ πόδας ἄνω προσβαλὼν ἔχῃ πρός τινι, τότε ἐν τούτῳ τῳ̂ πάθει του̂ τε πάσχοντος καὶ τω̂ν ὁρώντων τά τε δεξιὰ ἀριστερὰ καὶ τὰ ἀριστερὰ δεξιὰ ἑκατέροις τὰ ἑκατέρων φαντάζεται. ταὐτὸν δὴ του̂το καὶ τοιαυ̂τα ἕτερα αἱ περιφοραὶ πάσχουσαι σφοδρω̂ς,
[44a] ὅταν τέ τῳ τω̂ν ἔξωθεν του̂ ταὐτου̂ γένους ἢ του̂ θατέρου περιτύχωσιν, τότε ταὐτόν τῳ καὶ θάτερόν του τἀναντία τω̂ν ἀληθω̂ν προσαγορεύουσαι ψευδει̂ς καὶ ἀνόητοι γεγόνασιν, οὐδεμία τε ἐν αὐται̂ς τότε περίοδος ἄρχουσα οὐδ' ἡγεμών ἐστιν: αἱ̂ς δ' ἂν ἔξωθεν αἰσθήσεις τινὲς φερόμεναι καὶ προσπεσου̂σαι συνεπισπάσωνται καὶ τὸ τη̂ς ψυχη̂ς ἅπαν κύτος, τόθ' αὑ̂ται κρατούμεναι κρατει̂ν δοκου̂σι. καὶ διὰ δὴ ταυ̂τα πάντα τὰ παθήματα νυ̂ν κατ' ἀρχάς τε ἄνους ψυχὴ γίγνεται
[44b] τὸ πρω̂τον, ὅταν εἰς σω̂μα ἐνδεθῃ̂ θνητόν. ὅταν δὲ τὸ τη̂ς αὔξης καὶ τροφη̂ς ἔλαττον ἐπίῃ ῥευ̂μα, πάλιν δὲ αἱ περίοδοι λαμβανόμεναι γαλήνης τὴν ἑαυτω̂ν ὁδὸν ἴωσι καὶ καθιστω̂νται μα̂λλον ἐπιόντος του̂ χρόνου, τότε ἤδη πρὸς τὸ κατὰ φύσιν ἰόντων σχη̂μα ἑκάστων τω̂ν κύκλων αἱ περιφοραὶ κατευθυνόμεναι, τό τε θάτερον καὶ τὸ ταὐτὸν προσαγορεύουσαι κατ' ὀρθόν, ἔμφρονα τὸν ἔχοντα αὐτὰς γιγνόμενον ἀποτελου̂σιν. ἂν μὲν οὐ̂ν δὴ καὶ συνεπιλαμβάνηταί τις ὀρθὴ τροφὴ παιδεύσεως,
[44c] ὁλόκληρος ὑγιής τε παντελω̂ς, τὴν μεγίστην ἀποφυγὼν νόσον, γίγνεται: καταμελήσας δέ, χωλὴν του̂ βίου διαπορευθεὶς ζωήν, ἀτελὴς καὶ ἀνόητος εἰς ̔́Αιδου πάλιν ἔρχεται. ταυ̂τα μὲν οὐ̂ν ὕστερά ποτε γίγνεται: περὶ δὲ τω̂ν νυ̂ν προτεθέντων δει̂ διελθει̂ν ἀκριβέστερον, τὰ δὲ πρὸ τούτων, περὶ σωμάτων κατὰ μέρη τη̂ς γενέσεως καὶ περὶ ψυχη̂ς, δι' ἅς τε αἰτίας καὶ προνοίας γέγονε θεω̂ν, του̂ μάλιστα
[44d] εἰκότος ἀντεχομένοις, οὕτω καὶ κατὰ ταυ̂τα πορευομένοις διεξιτέον. τὰς μὲν δὴ θείας περιόδους δύο οὔσας, τὸ του̂ παντὸς σχη̂μα ἀπομιμησάμενοι περιφερὲς ὄν, εἰς σφαιροειδὲς σω̂μα ἐνέδησαν, του̂το ὃ νυ̂ν κεφαλὴν ἐπονομάζομεν, ὃ θειότατόν τέ ἐστιν καὶ τω̂ν ἐν ἡμι̂ν πάντων δεσποτου̂ν: ᾡ̂ καὶ πα̂ν τὸ σω̂μα παρέδοσαν ὑπηρεσίαν αὐτῳ̂ συναθροίσαντες θεοί, κατανοήσαντες ὅτι πασω̂ν ὅσαι κινήσεις ἔσοιντο μετέχοι. ἵν' οὐ̂ν μὴ κυλινδούμενον ἐπὶ γη̂ς ὕψη τε καὶ βάθη παντοδαπὰ
[44e] ἐχούσης ἀποροι̂ τὰ μὲν ὑπερβαίνειν, ἔνθεν δὲ ἐκβαίνειν, ὄχημα αὐτῳ̂ του̂το καὶ εὐπορίαν ἔδοσαν: ὅθεν δὴ μη̂κος τὸ σω̂μα ἔσχεν, ἐκτατά τε κω̂λα καὶ καμπτὰ ἔφυσεν τέτταρα θεου̂ μηχανησαμένου πορείαν, οἱ̂ς ἀντιλαμβανόμενον καὶ ἀπερειδόμενον διὰ πάντων τόπων πορεύεσθαι δυνατὸν γέγονε,
[45a] τὴν του̂ θειοτάτου καὶ ἱερωτάτου φέρον οἴκησιν ἐπάνωθεν ἡμω̂ν. σκέλη μὲν οὐ̂ν χει̂ρές τε ταύτῃ καὶ διὰ ταυ̂τα προσέφυ πα̂σιν: του̂ δ' ὄπισθεν τὸ πρόσθεν τιμιώτερον καὶ ἀρχικώτερον νομίζοντες θεοὶ ταύτῃ τὸ πολὺ τη̂ς πορείας ἡμι̂ν ἔδοσαν. ἔδει δὴ διωρισμένον ἔχειν καὶ ἀνόμοιον του̂ σώματος τὸ πρόσθεν ἄνθρωπον. διὸ πρω̂τον μὲν περὶ τὸ τη̂ς κεφαλη̂ς κύτος, ὑποθέντες αὐτόσε τὸ πρόσωπον, ὄργανα ἐνέδησαν
[45b] τούτῳ πάσῃ τῃ̂ τη̂ς ψυχη̂ς προνοίᾳ, καὶ διέταξαν τὸ μετέχον ἡγεμονίας του̂τ' εἰ̂ναι, τὸ κατὰ φύσιν+ πρόσθεν: τω̂ν δὲ ὀργάνων πρω̂τον μὲν φωσφόρα συνετεκτήναντο ὄμματα, τοιᾳ̂δε ἐνδήσαντες αἰτίᾳ. του̂ πυρὸς ὅσον τὸ μὲν κάειν οὐκ ἔσχε, τὸ δὲ παρέχειν φω̂ς ἥμερον, οἰκει̂ον ἑκάστης ἡμέρας, σω̂μα ἐμηχανήσαντο γίγνεσθαι. τὸ γὰρ ἐντὸς ἡμω̂ν ἀδελφὸν ὂν τούτου πυ̂ρ εἰλικρινὲς ἐποίησαν διὰ τω̂ν ὀμμάτων ῥει̂ν λει̂ον καὶ πυκνὸν ὅλον μέν, μάλιστα δὲ τὸ μέσον συμπιλήσαντες
[45c] τω̂ν ὀμμάτων, ὥστε τὸ μὲν ἄλλο ὅσον παχύτερον στέγειν πα̂ν, τὸ τοιου̂τον δὲ μόνον αὐτὸ καθαρὸν διηθει̂ν. ὅταν οὐ̂ν μεθημερινὸν ᾐ̂ φω̂ς περὶ τὸ τη̂ς ὄψεως ῥευ̂μα, τότε ἐκπι̂πτον ὅμοιον πρὸς ὅμοιον, συμπαγὲς γενόμενον, ἓν σω̂μα οἰκειωθὲν συνέστη κατὰ τὴν τω̂ν ὀμμάτων εὐθυωρίαν, ὅπῃπερ ἂν ἀντερείδῃ τὸ προσπι̂πτον ἔνδοθεν πρὸς ὃ τω̂ν ἔξω συνέπεσεν. ὁμοιοπαθὲς δὴ δι' ὁμοιότητα πα̂ν γενόμενον, ὅτου τε ἂν αὐτό
[45d] ποτε ἐφάπτηται καὶ ὃ ἂν ἄλλο ἐκείνου, τούτων τὰς κινήσεις διαδιδὸν εἰς ἅπαν τὸ σω̂μα μέχρι τη̂ς ψυχη̂ς αἴσθησιν παρέσχετο ταύτην ᾑ̂ δὴ ὁρα̂ν φαμεν. ἀπελθόντος δὲ εἰς νύκτα του̂ συγγενου̂ς πυρὸς ἀποτέτμηται: πρὸς γὰρ ἀνόμοιον ἐξιὸν ἀλλοιου̂ταί τε αὐτὸ καὶ κατασβέννυται, συμφυὲς οὐκέτι τῳ̂ πλησίον ἀέρι γιγνόμενον, ἅτε πυ̂ρ οὐκ ἔχοντι. παύεταί τε οὐ̂ν ὁρω̂ν, ἔτι τε ἐπαγωγὸν ὕπνου γίγνεται: σωτηρίαν γὰρ ἣν οἱ θεοὶ τη̂ς ὄψεως ἐμηχανήσαντο, τὴν τω̂ν βλεφάρων
[45e] φύσιν, ὅταν ταυ̂τα συμμύσῃ, καθείργνυσι τὴν του̂ πυρὸς ἐντὸς δύναμιν, ἡ δὲ διαχει̂ τε καὶ ὁμαλύνει τὰς ἐντὸς κινήσεις, ὁμαλυνθεισω̂ν δὲ ἡσυχία γίγνεται, γενομένης δὲ πολλη̂ς μὲν ἡσυχίας βραχυόνειρος ὕπνος ἐμπίπτει, καταλειφθεισω̂ν δέ τινων κινήσεων μειζόνων, οἱ̂αι καὶ ἐν οἵοις ἂν τόποις λείπωνται,
[46a] τοιαυ̂τα καὶ τοσαυ̂τα παρέσχοντο ἀφομοιωθέντα ἐντὸς ἔξω τε ἐγερθει̂σιν ἀπομνημονευόμενα φαντάσματα. τὸ δὲ περὶ τὴν τω̂ν κατόπτρων εἰδωλοποιίαν καὶ πάντα ὅσα ἐμφανη̂ καὶ λει̂α, κατιδει̂ν οὐδὲν ἔτι χαλεπόν. ἐκ γὰρ τη̂ς ἐντὸς ἐκτός τε του̂ πυρὸς ἑκατέρου κοινωνίας ἀλλήλοις, ἑνός τε αὐ̂ περὶ τὴν λειότητα ἑκάστοτε γενομένου καὶ πολλαχῃ̂ μεταρρυθμισθέντος,
[46b] πάντα τὰ τοιαυ̂τα ἐξ ἀνάγκης ἐμφαίνεται, του̂ περὶ τὸ πρόσωπον πυρὸς τῳ̂ περὶ τὴν ὄψιν πυρὶ περὶ τὸ λει̂ον καὶ λαμπρὸν συμπαγου̂ς γιγνομένου. δεξιὰ δὲ φαντάζεται τὰ ἀριστερά, ὅτι τοι̂ς ἐναντίοις μέρεσιν τη̂ς ὄψεως περὶ τἀναντία μέρη γίγνεται ἐπαφὴ παρὰ τὸ καθεστὸς ἔθος τη̂ς προσβολη̂ς: δεξιὰ δὲ τὰ δεξιὰ καὶ τὰ ἀριστερὰ ἀριστερὰ τοὐναντίον, ὅταν μεταπέσῃ συμπηγνύμενον ᾡ̂ συμπήγνυται φω̂ς,
[46c] του̂το δέ, ὅταν ἡ τω̂ν κατόπτρων λειότης, ἔνθεν καὶ ἔνθεν ὕψη λαβου̂σα, τὸ δεξιὸν εἰς τὸ ἀριστερὸν μέρος ἀπώσῃ τη̂ς ὄψεως καὶ θάτερον ἐπὶ θάτερον. κατὰ δὲ τὸ μη̂κος στραφὲν του̂ προσώπου ταὐτὸν του̂το ὕπτιον ἐποίησεν πα̂ν φαίνεσθαι, τὸ κάτω πρὸς τὸ ἄνω τη̂ς αὐγη̂ς τό τ' ἄνω πρὸς τὸ κάτω πάλιν ἀπω̂σαν. ταυ̂τ' οὐ̂ν πάντα ἔστιν τω̂ν συναιτίων οἱ̂ς θεὸς ὑπηρετου̂σιν χρη̂ται τὴν του̂ ἀρίστου κατὰ τὸ δυνατὸν ἰδέαν
[46d] ἀποτελω̂ν: δοξάζεται δὲ ὑπὸ τω̂ν πλείστων οὐ συναίτια ἀλλὰ αἴτια εἰ̂ναι τω̂ν πάντων, ψύχοντα καὶ θερμαίνοντα πηγνύντα τε καὶ διαχέοντα καὶ ὅσα τοιαυ̂τα ἀπεργαζόμενα. λόγον δὲ οὐδένα οὐδὲ νου̂ν εἰς οὐδὲν δυνατὰ ἔχειν ἐστίν. τω̂ν γὰρ ὄντων ᾡ̂ νου̂ν μόνῳ κτα̂σθαι προσήκει, λεκτέον ψυχήν--του̂το δὲ ἀόρατον, πυ̂ρ δὲ καὶ ὕδωρ καὶ γη̂ καὶ ἀὴρ σώματα πάντα ὁρατὰ γέγονεν--τὸν δὲ νου̂ καὶ ἐπιστήμης ἐραστὴν ἀνάγκη τὰς τη̂ς ἔμφρονος φύσεως αἰτίας πρώτας
[46e] μεταδιώκειν, ὅσαι δὲ ὑπ' ἄλλων μὲν κινουμένων, ἕτερα δὲ κατὰ ἀνάγκης κινούντων γίγνονται, δευτέρας. ποιητέον δὴ κατὰ ταυ̂τα καὶ ἡμι̂ν: λεκτέα μὲν ἀμφότερα τὰ τω̂ν αἰτιω̂ν γένη, χωρὶς δὲ ὅσαι μετὰ νου̂ καλω̂ν καὶ ἀγαθω̂ν δημιουργοὶ καὶ ὅσαι μονωθει̂σαι φρονήσεως τὸ τυχὸν ἄτακτον ἑκάστοτε ἐξεργάζονται. τὰ μὲν οὐ̂ν τω̂ν ὀμμάτων συμμεταίτια πρὸς τὸ σχει̂ν τὴν δύναμιν ἣν νυ̂ν εἴληχεν εἰρήσθω: τὸ δὲ μέγιστον αὐτω̂ν εἰς ὠφελίαν ἔργον, δι' ὃ θεὸς αὔθ' ἡμι̂ν
[47a] δεδώρηται, μετὰ του̂το ῥητέον. ὄψις δὴ κατὰ τὸν ἐμὸν λόγον αἰτία τη̂ς μεγίστης ὠφελίας γέγονεν ἡμι̂ν, ὅτι τω̂ν νυ̂ν λόγων περὶ του̂ παντὸς λεγομένων οὐδεὶς ἄν ποτε ἐρρήθη μήτε ἄστρα μήτε ἥλιον μήτε οὐρανὸν ἰδόντων. νυ̂ν δ' ἡμέρα τε καὶ νὺξ ὀφθει̂σαι μη̂νές τε καὶ ἐνιαυτω̂ν περίοδοι καὶ ἰσημερίαι καὶ τροπαὶ μεμηχάνηνται μὲν ἀριθμόν, χρόνου δὲ ἔννοιαν περί τε τη̂ς του̂ παντὸς φύσεως ζήτησιν ἔδοσαν: ἐξ ὡ̂ν
[47b] ἐπορισάμεθα φιλοσοφίας γένος, οὑ̂ μει̂ζον ἀγαθὸν οὔτ' ἠ̂λθεν οὔτε ἥξει ποτὲ τῳ̂ θνητῳ̂ γένει δωρηθὲν ἐκ θεω̂ν. λέγω δὴ του̂το ὀμμάτων μέγιστον ἀγαθόν: τἀ̂λλα δὲ ὅσα ἐλάττω τί ἂν ὑμνοι̂μεν, ὡ̂ν ὁ μὴ φιλόσοφος τυφλωθεὶς ὀδυρόμενος ἂν θρηνοι̂ μάτην; ἀλλὰ τούτου λεγέσθω παρ' ἡμω̂ν αὕτη ἐπὶ ταυ̂τα αἰτία, θεὸν ἡμι̂ν ἀνευρει̂ν δωρήσασθαί τε ὄψιν, ἵνα τὰς ἐν οὐρανῳ̂ του̂ νου̂ κατιδόντες περιόδους χρησαίμεθα ἐπὶ τὰς περιφορὰς τὰς τη̂ς παρ' ἡμι̂ν διανοήσεως, συγγενει̂ς
[47c] ἐκείναις οὔσας, ἀταράκτοις τεταραγμένας, ἐκμαθόντες δὲ καὶ λογισμω̂ν κατὰ φύσιν ὀρθότητος μετασχόντες, μιμούμενοι τὰς του̂ θεου̂ πάντως ἀπλανει̂ς οὔσας, τὰς ἐν ἡμι̂ν πεπλανημένας καταστησαίμεθα. φωνη̂ς τε δὴ καὶ ἀκοη̂ς πέρι πάλιν ὁ αὐτὸς λόγος, ἐπὶ ταὐτὰ τω̂ν αὐτω̂ν ἕνεκα παρὰ θεω̂ν δεδωρη̂σθαι. λόγος τε γὰρ ἐπ' αὐτὰ ταυ̂τα τέτακται, τὴν μεγίστην συμβαλλόμενος εἰς αὐτὰ μοι̂ραν, ὅσον τ' αὐ̂ μουσικη̂ς
[47d] φωνῃ̂ χρήσιμον πρὸς ἀκοὴν ἕνεκα ἁρμονίας ἐστὶ δοθέν. ἡ δὲ ἁρμονία, συγγενει̂ς ἔχουσα φορὰς ται̂ς ἐν ἡμι̂ν τη̂ς ψυχη̂ς περιόδοις, τῳ̂ μετὰ νου̂ προσχρωμένῳ Μούσαις οὐκ ἐφ' ἡδονὴν ἄλογον καθάπερ νυ̂ν εἰ̂ναι δοκει̂ χρήσιμος, ἀλλ' ἐπὶ τὴν γεγονυι̂αν ἐν ἡμι̂ν ἀνάρμοστον ψυχη̂ς περίοδον εἰς κατακόσμησιν καὶ συμφωνίαν ἑαυτῃ̂ σύμμαχος ὑπὸ Μουσω̂ν δέδοται: καὶ ῥυθμὸς αὐ̂ διὰ τὴν ἄμετρον ἐν ἡμι̂ν καὶ χαρίτων
[47e] ἐπιδεα̂ γιγνομένην ἐν τοι̂ς πλείστοις ἕξιν ἐπίκουρος ἐπὶ ταὐτὰ ὑπὸ τω̂ν αὐτω̂ν ἐδόθη. τὰ μὲν οὐ̂ν παρεληλυθότα τω̂ν εἰρημένων πλὴν βραχέων ἐπιδέδεικται τὰ διὰ νου̂ δεδημιουργημένα: δει̂ δὲ καὶ τὰ δι' ἀνάγκης γιγνόμενα τῳ̂ λόγῳ παραθέσθαι. μεμειγμένη γὰρ
[48a] οὐ̂ν ἡ του̂δε του̂ κόσμου γένεσις ἐξ ἀνάγκης τε καὶ νου̂ συστάσεως ἐγεννήθη: νου̂ δὲ ἀνάγκης ἄρχοντος τῳ̂ πείθειν αὐτὴν τω̂ν γιγνομένων τὰ πλει̂στα ἐπὶ τὸ βέλτιστον ἄγειν, ταύτῃ κατὰ ταυ̂τά τε δι' ἀνάγκης ἡττωμένης ὑπὸ πειθου̂ς ἔμφρονος οὕτω κατ' ἀρχὰς συνίστατο τόδε τὸ πα̂ν. εἴ τις οὐ̂ν ᾑ̂ γέγονεν κατὰ ταυ̂τα ὄντως ἐρει̂, μεικτέον καὶ τὸ τη̂ς πλανωμένης εἰ̂δος αἰτίας, ᾑ̂ φέρειν πέφυκεν: ὡ̂δε οὐ̂ν πάλιν
[48b] ἀναχωρητέον, καὶ λαβου̂σιν αὐτω̂ν τούτων προσήκουσαν ἑτέραν ἀρχὴν αὐ̂θις αὐ̂, καθάπερ περὶ τω̂ν τότε νυ̂ν οὕτω περὶ τούτων πάλιν ἀρκτέον+ ἀπ' ἀρχη̂ς. τὴν δὴ πρὸ τη̂ς οὐρανου̂ γενέσεως πυρὸς ὕδατός τε καὶ ἀέρος καὶ γη̂ς φύσιν θεατέον αὐτὴν καὶ τὰ πρὸ τούτου πάθη: νυ̂ν γὰρ οὐδείς πω γένεσιν αὐτω̂ν μεμήνυκεν, ἀλλ' ὡς εἰδόσιν πυ̂ρ ὅτι ποτέ ἐστιν καὶ ἕκαστον αὐτω̂ν λέγομεν ἀρχὰς αὐτὰ τιθέμενοι στοιχει̂α του̂ παντός, προση̂κον αὐτοι̂ς οὐδ' ἂν ὡς ἐν συλλαβη̂ς
[48c] εἴδεσιν μόνον εἰκότως ὑπὸ του̂ καὶ βραχὺ φρονου̂ντος ἀπεικασθη̂ναι. νυ̂ν δὲ οὐ̂ν τό γε παρ' ἡμω̂ν ὡ̂δε ἐχέτω: τὴν μὲν περὶ ἁπάντων εἴτε ἀρχὴν εἴτε ἀρχὰς εἴτε ὅπῃ δοκει̂ τούτων πέρι τὸ νυ̂ν οὐ ῥητέον, δι' ἄλλο μὲν οὐδέν, διὰ δὲ τὸ χαλεπὸν εἰ̂ναι κατὰ τὸν παρόντα τρόπον τη̂ς διεξόδου δηλω̂σαι τὰ δοκου̂ντα, μήτ' οὐ̂ν ὑμει̂ς οἴεσθε δει̂ν ἐμὲ λέγειν, οὔτ' αὐτὸς αὐ̂ πείθειν ἐμαυτὸν εἴην ἂν δυνατὸς ὡς ὀρθω̂ς ἐγχειροι̂μ'
[48d] ἂν τοσου̂τον ἐπιβαλλόμενος ἔργον: τὸ δὲ κατ' ἀρχὰς ῥηθὲν διαφυλάττων, τὴν τω̂ν εἰκότων λόγων δύναμιν, πειράσομαι μηδενὸς ἡ̂ττον εἰκότα, μα̂λλον δέ, καὶ ἔμπροσθεν ἀπ' ἀρχη̂ς περὶ ἑκάστων καὶ συμπάντων λέγειν. θεὸν δὴ καὶ νυ̂ν ἐπ' ἀρχῃ̂ τω̂ν λεγομένων σωτη̂ρα ἐξ ἀτόπου καὶ ἀήθους διηγήσεως πρὸς τὸ τω̂ν εἰκότων δόγμα διασῴζειν ἡμα̂ς
[48e] ἐπικαλεσάμενοι πάλιν ἀρχώμεθα λέγειν. ἡ δ' οὐ̂ν αὐ̂θις ἀρχὴ περὶ του̂ παντὸς ἔστω μειζόνως τη̂ς πρόσθεν διῃρημένη: τότε μὲν γὰρ δύο εἴδη διειλόμεθα, νυ̂ν δὲ τρίτον ἄλλο γένος ἡμι̂ν δηλωτέον. τὰ μὲν γὰρ δύο ἱκανὰ ἠ̂ν ἐπὶ τοι̂ς ἔμπροσθεν λεχθει̂σιν, ἓν μὲν ὡς παραδείγματος εἰ̂δος ὑποτεθέν, νοητὸν καὶ ἀεὶ κατὰ ταὐτὰ ὄν, μίμημα δὲ
[49a] παραδείγματος δεύτερον, γένεσιν ἔχον καὶ ὁρατόν. τρίτον δὲ τότε μὲν οὐ διειλόμεθα, νομίσαντες τὰ δύο ἕξειν ἱκανω̂ς: νυ̂ν δὲ ὁ λόγος ἔοικεν εἰσαναγκάζειν χαλεπὸν καὶ ἀμυδρὸν εἰ̂δος ἐπιχειρει̂ν λόγοις ἐμφανίσαι. τίν' οὐ̂ν ἔχον δύναμιν καὶ φύσιν αὐτὸ ὑποληπτέον; τοιάνδε μάλιστα: πάσης εἰ̂ναι γενέσεως ὑποδοχὴν αὐτὴν οἱ̂ον τιθήνην. εἴρηται μὲν οὐ̂ν τἀληθές, δει̂ δὲ ἐναργέστερον εἰπει̂ν περὶ αὐτου̂, χαλεπὸν
[49b] δὲ ἄλλως τε καὶ διότι προαπορηθη̂ναι περὶ πυρὸς καὶ τω̂ν μετὰ πυρὸς ἀναγκαι̂ον τούτου χάριν: τούτων γὰρ εἰπει̂ν ἕκαστον ὁποι̂ον ὄντως ὕδωρ χρὴ λέγειν μα̂λλον ἢ πυ̂ρ, καὶ ὁποι̂ον ὁτιου̂ν μα̂λλον ἢ καὶ ἅπαντα καθ' ἕκαστόν τε, οὕτως ὥστε τινὶ πιστῳ̂ καὶ βεβαίῳ χρήσασθαι λόγῳ, χαλεπόν. πω̂ς οὐ̂ν δὴ του̂τ' αὐτὸ καὶ πῃ̂ καὶ τί περὶ αὐτω̂ν εἰκότως διαπορηθέντες ἂν λέγοιμεν; πρω̂τον μέν, ὃ δὴ νυ̂ν ὕδωρ ὠνομάκαμεν, πηγνύμενον ὡς δοκου̂μεν λίθους καὶ γη̂ν γιγνόμενον
[49c] ὁρω̂μεν, τηκόμενον δὲ καὶ διακρινόμενον αὐ̂ ταὐτὸν του̂το πνευ̂μα καὶ ἀέρα, συγκαυθέντα δὲ ἀέρα πυ̂ρ, ἀνάπαλιν δὲ συγκριθὲν καὶ κατασβεσθὲν εἰς ἰδέαν τε ἀπιὸν αὐ̂θις ἀέρος πυ̂ρ, καὶ πάλιν ἀέρα συνιόντα καὶ πυκνούμενον νέφος καὶ ὁμίχλην, ἐκ δὲ τούτων ἔτι μα̂λλον συμπιλουμένων ῥέον ὕδωρ, ἐξ ὕδατος δὲ γη̂ν καὶ λίθους αὐ̂θις, κύκλον τε οὕτω διαδιδόντα εἰς ἄλληλα, ὡς φαίνεται, τὴν γένεσιν. οὕτω δὴ τούτων οὐδέποτε
[49d] τω̂ν αὐτω̂ν ἑκάστων φανταζομένων, ποι̂ον αὐτω̂ν ὡς ὂν ὁτιου̂ν του̂το καὶ οὐκ ἄλλο παγίως διισχυριζόμενος οὐκ αἰσχυνει̂ταί τις ἑαυτόν; οὐκ ἔστιν, ἀλλ' ἀσφαλέστατα μακρῳ̂ περὶ τούτων τιθεμένους ὡ̂δε λέγειν: ἀεὶ ὃ καθορω̂μεν ἄλλοτε ἄλλῃ γιγνόμενον, ὡς πυ̂ρ, μὴ του̂το ἀλλὰ τὸ τοιου̂τον ἑκάστοτε προσαγορεύειν πυ̂ρ, μηδὲ ὕδωρ του̂το ἀλλὰ τὸ τοιου̂τον ἀεί, μηδὲ ἄλλο ποτὲ μηδὲν ὥς τινα ἔχον βεβαιότητα, ὅσα
[49e] δεικνύντες τῳ̂ ῥήματι τῳ̂ τόδε καὶ του̂το προσχρώμενοι δηλου̂ν ἡγούμεθά τι: φεύγει γὰρ οὐχ ὑπομένον τὴν του̂ τόδε καὶ του̂το καὶ τὴν τῳ̂δε καὶ πα̂σαν ὅση μόνιμα ὡς ὄντα αὐτὰ ἐνδείκνυται φάσις. ἀλλὰ ταυ̂τα μὲν ἕκαστα μὴ λέγειν, τὸ δὲ τοιου̂τον ἀεὶ περιφερόμενον ὅμοιον ἑκάστου πέρι καὶ συμπάντων οὕτω καλει̂ν, καὶ δὴ καὶ πυ̂ρ τὸ διὰ παντὸς τοιου̂τον, καὶ ἅπαν ὅσονπερ ἂν ἔχῃ γένεσιν: ἐν ᾡ̂ δὲ ἐγγιγνόμενα ἀεὶ ἕκαστα αὐτω̂ν φαντάζεται καὶ πάλιν ἐκει̂θεν ἀπόλλυται,
[50a] μόνον ἐκει̂νο αὐ̂ προσαγορεύειν τῳ̂ τε του̂το καὶ τῳ̂ τόδε προσχρωμένους ὀνόματι, τὸ δὲ ὁποιονου̂ν τι, θερμὸν ἢ λευκὸν ἢ καὶ ὁτιου̂ν τω̂ν ἐναντίων, καὶ πάνθ' ὅσα ἐκ τούτων, μηδὲν ἐκει̂νο αὐ̂ τούτων καλει̂ν. ἔτι δὲ σαφέστερον αὐτου̂ πέρι προθυμητέον αὐ̂θις εἰπει̂ν. εἰ γὰρ πάντα τις σχήματα πλάσας ἐκ χρυσου̂ μηδὲν μεταπλάττων παύοιτο ἕκαστα εἰς ἅπαντα, δεικνύντος δή τινος αὐτω̂ν ἓν καὶ ἐρομένου
[50b] τί ποτ' ἐστί, μακρῳ̂ πρὸς ἀλήθειαν ἀσφαλέστατον εἰπει̂ν ὅτι χρυσός, τὸ δὲ τρίγωνον ὅσα τε ἄλλα σχήματα ἐνεγίγνετο, μηδέποτε λέγειν ταυ̂τα ὡς ὄντα, ἅ γε μεταξὺ τιθεμένου μεταπίπτει, ἀλλ' ἐὰν ἄρα καὶ τὸ τοιου̂τον μετ' ἀσφαλείας ἐθέλῃ δέχεσθαί τινος, ἀγαπα̂ν. ὁ αὐτὸς δὴ λόγος καὶ περὶ τη̂ς τὰ πάντα δεχομένης σώματα φύσεως. ταὐτὸν αὐτὴν ἀεὶ προσρητέον: ἐκ γὰρ τη̂ς ἑαυτη̂ς τὸ παράπαν οὐκ ἐξίσταται δυνάμεως--δέχεταί τε γὰρ ἀεὶ τὰ πάντα, καὶ
[50c] μορφὴν οὐδεμίαν ποτὲ οὐδενὶ τω̂ν εἰσιόντων ὁμοίαν εἴληφεν οὐδαμῃ̂ οὐδαμω̂ς: ἐκμαγει̂ον γὰρ φύσει παντὶ κει̂ται, κινούμενόν τε καὶ διασχηματιζόμενον ὑπὸ τω̂ν εἰσιόντων, φαίνεται δὲ δι' ἐκει̂να ἄλλοτε ἀλλοι̂ον--τὰ δὲ εἰσιόντα καὶ ἐξιόντα τω̂ν ὄντων ἀεὶ μιμήματα, τυπωθέντα ἀπ' αὐτω̂ν τρόπον τινὰ δύσφραστον καὶ θαυμαστόν, ὃν εἰς αὐ̂θις μέτιμεν. ἐν δ' οὐ̂ν τῳ̂ παρόντι χρὴ γένη διανοηθη̂ναι τριττά, τὸ μὲν
[50d] γιγνόμενον, τὸ δ' ἐν ᾡ̂ γίγνεται, τὸ δ' ὅθεν ἀφομοιούμενον φύεται τὸ γιγνόμενον. καὶ δὴ καὶ προσεικάσαι πρέπει τὸ μὲν δεχόμενον μητρί, τὸ δ' ὅθεν πατρί, τὴν δὲ μεταξὺ τούτων φύσιν ἐκγόνῳ, νοη̂σαί τε ὡς οὐκ ἂν ἄλλως, ἐκτυπώματος ἔσεσθαι μέλλοντος ἰδει̂ν ποικίλου πάσας ποικιλίας, του̂τ' αὐτὸ ἐν ᾡ̂ ἐκτυπούμενον ἐνίσταται γένοιτ' ἂν παρεσκευασμένον εὐ̂, πλὴν ἄμορφον ὂν ἐκείνων ἁπασω̂ν τω̂ν ἰδεω̂ν ὅσας
[50e] μέλλοι δέχεσθαί ποθεν. ὅμοιον γὰρ ὂν τω̂ν ἐπεισιόντων τινὶ τὰ τη̂ς ἐναντίας τά τε τη̂ς τὸ παράπαν ἄλλης φύσεως ὁπότ' ἔλθοι δεχόμενον κακω̂ς ἂν ἀφομοιοι̂, τὴν αὑτου̂ παρεμφαι̂νον ὄψιν. διὸ καὶ πάντων ἐκτὸς εἰδω̂ν εἰ̂ναι χρεὼν τὸ τὰ πάντα ἐκδεξόμενον ἐν αὑτῳ̂ γένη, καθάπερ περὶ τὰ ἀλείμματα ὁπόσα εὐώδη τέχνῃ μηχανω̂νται πρω̂τον του̂τ' αὐτὸ ὑπάρχον, ποιου̂σιν ὅτι μάλιστα ἀώδη τὰ δεξόμενα ὑγρὰ τὰς ὀσμάς: ὅσοι τε ἔν τισιν τω̂ν μαλακω̂ν σχήματα ἀπομάττειν ἐπιχειρου̂σι, τὸ παράπαν σχη̂μα οὐδὲν ἔνδηλον ὑπάρχειν ἐω̂σι, προομαλύναντες δὲ ὅτι λειότατον ἀπεργάζονται.
[51a] ταὐτὸν οὐ̂ν καὶ τῳ̂ τὰ τω̂ν πάντων ἀεί τε ὄντων κατὰ πα̂ν ἑαυτου̂ πολλάκις ἀφομοιώματα καλω̂ς μέλλοντι δέχεσθαι πάντων ἐκτὸς αὐτῳ̂ προσήκει πεφυκέναι τω̂ν εἰδω̂ν. διὸ δὴ τὴν του̂ γεγονότος ὁρατου̂ καὶ πάντως αἰσθητου̂ μητέρα καὶ ὑποδοχὴν μήτε γη̂ν μήτε ἀέρα μήτε πυ̂ρ μήτε ὕδωρ λέγωμεν, μήτε ὅσα ἐκ τούτων μήτε ἐξ ὡ̂ν ταυ̂τα γέγονεν: ἀλλ' ἀνόρατον εἰ̂δός τι καὶ ἄμορφον, πανδεχές, μεταλαμβάνον
[51b] δὲ ἀπορώτατά πῃ του̂ νοητου̂ καὶ δυσαλωτότατον αὐτὸ λέγοντες οὐ ψευσόμεθα. καθ' ὅσον δ' ἐκ τω̂ν προειρημένων δυνατὸν ἐφικνει̂σθαι τη̂ς φύσεως αὐτου̂, τῃ̂δ' ἄν τις ὀρθότατα λέγοι: πυ̂ρ μὲν ἑκάστοτε αὐτου̂ τὸ πεπυρωμένον μέρος φαίνεσθαι, τὸ δὲ ὑγρανθὲν ὕδωρ, γη̂ν τε καὶ ἀέρα καθ' ὅσον ἂν μιμήματα τούτων δέχηται. λόγῳ δὲ δὴ μα̂λλον τὸ τοιόνδε διοριζομένους περὶ αὐτω̂ν διασκεπτέον: ἀ̂ρα ἔστιν τι πυ̂ρ αὐτὸ ἐφ' ἑαυτου̂ καὶ πάντα περὶ ὡ̂ν ἀεὶ λέγομεν οὕτως
[51c] αὐτὰ καθ' αὑτὰ ὄντα ἕκαστα, ἢ ταυ̂τα ἅπερ καὶ βλέπομεν, ὅσα τε ἄλλα διὰ του̂ σώματος αἰσθανόμεθα, μόνα ἐστὶν τοιαύτην ἔχοντα ἀλήθειαν, ἄλλα δὲ οὐκ ἔστι παρὰ ταυ̂τα οὐδαμῃ̂ οὐδαμω̂ς, ἀλλὰ μάτην ἑκάστοτε εἰ̂ναί τί φαμεν εἰ̂δος ἑκάστου νοητόν, τὸ δ' οὐδὲν ἄρ' ἠ̂ν πλὴν λόγος; οὔτε οὐ̂ν δὴ τὸ παρὸν ἄκριτον καὶ ἀδίκαστον ἀφέντα ἄξιον φάναι διισχυριζόμενον ἔχειν οὕτως, οὔτ' ἐπὶ λόγου μήκει πάρεργον
[51d] ἄλλο μη̂κος ἐπεμβλητέον: εἰ δέ τις ὅρος ὁρισθεὶς μέγας διὰ βραχέων φανείη, του̂το μάλιστα ἐγκαιριώτατον γένοιτ' ἄν. ὡ̂δε οὐ̂ν τήν γ' ἐμὴν αὐτὸς τίθεμαι ψη̂φον. εἰ μὲν νου̂ς καὶ δόξα ἀληθής ἐστον δύο γένη, παντάπασιν εἰ̂ναι καθ' αὑτὰ ταυ̂τα, ἀναίσθητα ὑφ' ἡμω̂ν εἴδη, νοούμενα μόνον: εἰ δ', ὥς τισιν φαίνεται, δόξα ἀληθὴς νου̂ διαφέρει τὸ μηδέν, πάνθ' ὁπόσ' αὐ̂ διὰ του̂ σώματος αἰσθανόμεθα θετέον βεβαιότατα.
[51e] δύο δὴ λεκτέον ἐκείνω, διότι χωρὶς γεγόνατον ἀνομοίως τε ἔχετον. τὸ μὲν γὰρ αὐτω̂ν διὰ διδαχη̂ς, τὸ δ' ὑπὸ πειθου̂ς ἡμι̂ν ἐγγίγνεται: καὶ τὸ μὲν ἀεὶ+ μετ' ἀληθου̂ς+ λόγου+, τὸ δὲ ἄλογον+: καὶ τὸ μὲν ἀκίνητον+ πειθοι̂+, τὸ δὲ μεταπειστόν+: καὶ του̂ μὲν πάντα ἄνδρα μετέχειν φατέον, νου̂ δὲ θεούς, ἀνθρώπων δὲ γένος βραχύ τι. τούτων δὲ οὕτως ἐχόντων
[52a] ὁμολογητέον ἓν μὲν εἰ̂ναι τὸ κατὰ ταὐτὰ εἰ̂δος ἔχον, ἀγέννητον καὶ ἀνώλεθρον, οὔτε εἰς ἑαυτὸ εἰσδεχόμενον ἄλλο ἄλλοθεν οὔτε αὐτὸ εἰς ἄλλο ποι ἰόν, ἀόρατον δὲ καὶ ἄλλως ἀναίσθητον, του̂το ὃ δὴ νόησις εἴληχεν ἐπισκοπει̂ν: τὸ δὲ ὁμώνυμον ὅμοιόν τε ἐκείνῳ δεύτερον, αἰσθητόν, γεννητόν, πεφορημένον ἀεί, γιγνόμενόν τε ἔν τινι τόπῳ καὶ πάλιν ἐκει̂θεν ἀπολλύμενον, δόξῃ μετ' αἰσθήσεως περιληπτόν: τρίτον δὲ αὐ̂ γένος ὂν τὸ τη̂ς χώρας ἀεί, φθορὰν οὐ προσδεχόμενον,
[52b] ἕδραν δὲ παρέχον ὅσα ἔχει γένεσιν πα̂σιν, αὐτὸ δὲ μετ' ἀναισθησίας ἁπτὸν λογισμῳ̂ τινι νόθῳ, μόγις πιστόν, πρὸς ὃ δὴ καὶ ὀνειροπολου̂μεν βλέποντες καί φαμεν ἀναγκαι̂ον εἰ̂ναί που τὸ ὂν ἅπαν ἔν τινι τόπῳ καὶ κατέχον χώραν τινά, τὸ δὲ μήτ' ἐν γῃ̂ μήτε που κατ' οὐρανὸν οὐδὲν εἰ̂ναι. ταυ̂τα δὴ πάντα καὶ τούτων ἄλλα ἀδελφὰ καὶ περὶ τὴν ἄυπνον καὶ ἀληθω̂ς φύσιν ὑπάρχουσαν ὑπὸ ταύτης τη̂ς ὀνειρώξεως
[52c] οὐ δυνατοὶ γιγνόμεθα ἐγερθέντες διοριζόμενοι τἀληθὲς λέγειν, ὡς εἰκόνι μέν, ἐπείπερ οὐδ' αὐτὸ του̂το ἐφ' ᾡ̂ γέγονεν ἑαυτη̂ς ἐστιν, ἑτέρου δέ τινος ἀεὶ φέρεται φάντασμα, διὰ ταυ̂τα ἐν ἑτέρῳ προσήκει τινὶ γίγνεσθαι, οὐσίας ἁμωσγέπως ἀντεχομένην, ἢ μηδὲν τὸ παράπαν αὐτὴν εἰ̂ναι, τῳ̂ δὲ ὄντως ὄντι βοηθὸς ὁ δι' ἀκριβείας ἀληθὴς λόγος, ὡς ἕως ἄν τι τὸ μὲν ἄλλο ᾐ̂, τὸ δὲ ἄλλο, οὐδέτερον ἐν οὐδετέρῳ ποτὲ γενόμενον
[52d] ἓν ἅμα ταὐτὸν καὶ δύο γενήσεσθον. οὑ̂τος μὲν οὐ̂ν δὴ παρὰ τη̂ς ἐμη̂ς ψήφου λογισθεὶς ἐν κεφαλαίῳ δεδόσθω λόγος, ὄν τε καὶ χώραν καὶ γένεσιν εἰ̂ναι, τρία τριχῃ̂, καὶ πρὶν οὐρανὸν γενέσθαι: τὴν δὲ δὴ γενέσεως τιθήνην ὑγραινομένην καὶ πυρουμένην καὶ τὰς γη̂ς τε καὶ ἀέρος μορφὰς δεχομένην, καὶ ὅσα ἄλλα τούτοις πάθη συνέπεται
[52e] πάσχουσαν, παντοδαπὴν μὲν ἰδει̂ν φαίνεσθαι, διὰ δὲ τὸ μήθ' ὁμοίων δυνάμεων μήτε ἰσορρόπων ἐμπίμπλασθαι κατ' οὐδὲν αὐτη̂ς ἰσορροπει̂ν, ἀλλ' ἀνωμάλως πάντῃ ταλαντουμένην σείεσθαι μὲν ὑπ' ἐκείνων αὐτήν, κινουμένην δ' αὐ̂ πάλιν ἐκει̂να σείειν: τὰ δὲ κινούμενα ἄλλα ἄλλοσε ἀεὶ φέρεσθαι διακρινόμενα, ὥσπερ τὰ ὑπὸ τω̂ν πλοκάνων τε καὶ ὀργάνων τω̂ν περὶ τὴν του̂ σίτου κάθαρσιν σειόμενα καὶ
[53a] ἀνικμώμενα τὰ μὲν πυκνὰ καὶ βαρέα ἄλλῃ, τὰ δὲ μανὰ καὶ κου̂φα εἰς ἑτέραν ἵζει φερόμενα ἕδραν: τότε οὕτω τὰ τέτταρα γένη σειόμενα ὑπὸ τη̂ς δεξαμενη̂ς, κινουμένης αὐτη̂ς οἱ̂ον ὀργάνου σεισμὸν παρέχοντος, τὰ μὲν ἀνομοιότατα πλει̂στον αὐτὰ ἀφ' αὑτω̂ν ὁρίζειν, τὰ δὲ ὁμοιότατα μάλιστα εἰς ταὐτὸν συνωθει̂ν, διὸ δὴ καὶ χώραν ταυ̂τα ἄλλα ἄλλην ἴσχειν, πρὶν καὶ τὸ πα̂ν ἐξ αὐτω̂ν διακοσμηθὲν γενέσθαι. καὶ τὸ μὲν δὴ πρὸ τούτου πάντα ταυ̂τ' εἰ̂χεν ἀλόγως καὶ ἀμέτρως:
[53b] ὅτε δ' ἐπεχειρει̂το κοσμει̂σθαι τὸ πα̂ν, πυ̂ρ πρω̂τον καὶ ὕδωρ καὶ γη̂ν καὶ ἀέρα, ἴχνη μὲν ἔχοντα αὑτω̂ν ἄττα, παντάπασί γε μὴν διακείμενα ὥσπερ εἰκὸς ἔχειν ἅπαν ὅταν ἀπῃ̂ τινος θεός, οὕτω δὴ τότε πεφυκότα ταυ̂τα πρω̂τον διεσχηματίσατο εἴδεσί τε καὶ ἀριθμοι̂ς. τὸ δὲ ᾑ̂ δυνατὸν ὡς κάλλιστα ἄριστά τε ἐξ οὐχ οὕτως ἐχόντων τὸν θεὸν αὐτὰ συνιστάναι, παρὰ πάντα ἡμι̂ν ὡς ἀεὶ του̂το λεγόμενον ὑπαρχέτω: νυ̂ν δ' οὐ̂ν τὴν διάταξιν αὐτω̂ν ἐπιχειρητέον ἑκάστων καὶ γένεσιν
[53c] ἀήθει λόγῳ πρὸς ὑμα̂ς δηλου̂ν, ἀλλὰ γὰρ ἐπεὶ μετέχετε τω̂ν κατὰ παίδευσιν ὁδω̂ν δι' ὡ̂ν ἐνδείκνυσθαι τὰ λεγόμενα ἀνάγκη, συνέψεσθε. πρω̂τον μὲν δὴ πυ̂ρ καὶ γη̂ καὶ ὕδωρ καὶ ἀὴρ ὅτι σώματά ἐστι, δη̂λόν που καὶ παντί: τὸ δὲ του̂ σώματος εἰ̂δος πα̂ν καὶ βάθος ἔχει. τὸ δὲ βάθος αὐ̂ πα̂σα ἀνάγκη τὴν ἐπίπεδον περιειληφέναι φύσιν: ἡ δὲ ὀρθὴ τη̂ς ἐπιπέδου βάσεως ἐκ τριγώνων συνέστηκεν. τὰ δὲ τρίγωνα πάντα ἐκ δυοι̂ν ἄρχεται
[53d] τριγώνοιν, μίαν μὲν ὀρθὴν ἔχοντος ἑκατέρου γωνίαν, τὰς δὲ ὀξείας: ὡ̂ν τὸ μὲν ἕτερον ἑκατέρωθεν ἔχει μέρος γωνίας ὀρθη̂ς πλευραι̂ς ἴσαις διῃρημένης, τὸ δ' ἕτερον ἀνίσοις ἄνισα μέρη νενεμημένης. ταύτην δὴ πυρὸς ἀρχὴν καὶ τω̂ν ἄλλων σωμάτων ὑποτιθέμεθα κατὰ τὸν μετ' ἀνάγκης εἰκότα λόγον πορευόμενοι: τὰς δ' ἔτι τούτων ἀρχὰς ἄνωθεν θεὸς οἰ̂δεν καὶ ἀνδρω̂ν ὃς ἂν ἐκείνῳ φίλος ᾐ̂. δει̂ δὴ λέγειν ποι̂α
[53e] κάλλιστα σώματα γένοιτ' ἂν τέτταρα, ἀνόμοια μὲν ἑαυτοι̂ς, δυνατὰ δὲ ἐξ ἀλλήλων αὐτω̂ν ἄττα διαλυόμενα γίγνεσθαι: τούτου γὰρ τυχόντες ἔχομεν τὴν ἀλήθειαν γενέσεως πέρι γη̂ς τε καὶ πυρὸς τω̂ν τε ἀνὰ λόγον ἐν μέσῳ. τόδε γὰρ οὐδενὶ συγχωρησόμεθα, καλλίω τούτων ὁρώμενα σώματα εἰ̂ναί που καθ' ἓν γένος ἕκαστον ὄν. του̂τ' οὐ̂ν προθυμητέον, τὰ διαφέροντα κάλλει σωμάτων τέτταρα γένη συναρμόσασθαι καὶ φάναι τὴν τούτων ἡμα̂ς φύσιν ἱκανω̂ς εἰληφέναι.
[54a] τοι̂ν δὴ δυοι̂ν τριγώνοιν τὸ μὲν ἰσοσκελὲς μίαν εἴληχεν φύσιν, τὸ δὲ πρόμηκες ἀπεράντους: προαιρετέον οὐ̂ν αὐ̂ τω̂ν ἀπείρων τὸ κάλλιστον, εἰ μέλλομεν ἄρξεσθαι κατὰ τρόπον. ἂν οὐ̂ν τις ἔχῃ κάλλιον ἐκλεξάμενος εἰπει̂ν εἰς τὴν τούτων σύστασιν, ἐκει̂νος οὐκ ἐχθρὸς ὢν ἀλλὰ φίλος κρατει̂: τιθέμεθα δ' οὐ̂ν τω̂ν πολλω̂ν τριγώνων κάλλιστον ἕν, ὑπερβάντες τἀ̂λλα, ἐξ οὑ̂ τὸ ἰσόπλευρον τρίγωνον ἐκ τρίτου συνέστηκεν.
[54b] διότι δέ, λόγος πλείων: ἀλλὰ τῳ̂ του̂το ἐλέγξαντι καὶ ἀνευρόντι δὴ οὕτως ἔχον κει̂ται φίλια τὰ ἀ̂θλα. προῃρήσθω δὴ δύο τρίγωνα ἐξ ὡ̂ν τό τε του̂ πυρὸς καὶ τὰ τω̂ν ἄλλων σώματα μεμηχάνηται, τὸ μὲν ἰσοσκελές, τὸ δὲ τριπλη̂ν κατὰ δύναμιν ἔχον τη̂ς ἐλάττονος τὴν μείζω πλευρὰν ἀεί. τὸ δὴ πρόσθεν ἀσαφω̂ς ῥηθὲν νυ̂ν μα̂λλον διοριστέον. τὰ γὰρ τέτταρα γένη δι' ἀλλήλων εἰς ἄλληλα ἐφαίνετο πάντα γένεσιν ἔχειν, οὐκ ὀρθω̂ς φανταζόμενα: γίγνεται μὲν γὰρ ἐκ
[54c] τω̂ν τριγώνων ὡ̂ν προῃρήμεθα γένη τέτταρα, τρία μὲν ἐξ ἑνὸς του̂ τὰς πλευρὰς ἀνίσους ἔχοντος, τὸ δὲ τέταρτον ἓν μόνον ἐκ του̂ ἰσοσκελου̂ς τριγώνου συναρμοσθέν. οὔκουν δυνατὰ πάντα εἰς ἄλληλα διαλυόμενα ἐκ πολλω̂ν σμικρω̂ν ὀλίγα μεγάλα καὶ τοὐναντίον γίγνεσθαι, τὰ δὲ τρία οἱ̂όν τε: ἐκ γὰρ ἑνὸς ἅπαντα πεφυκότα λυθέντων τε τω̂ν μειζόνων πολλὰ σμικρὰ ἐκ τω̂ν αὐτω̂ν συστήσεται, δεχόμενα τὰ προσήκοντα ἑαυτοι̂ς σχήματα, καὶ σμικρὰ ὅταν αὐ̂ πολλὰ κατὰ
[54d] τὰ τρίγωνα διασπαρῃ̂, γενόμενος εἱ̂ς ἀριθμὸς ἑνὸς ὄγκου μέγα ἀποτελέσειεν ἂν ἄλλο εἰ̂δος ἕν. ταυ̂τα μὲν οὐ̂ν λελέχθω περὶ τη̂ς εἰς ἄλληλα γενέσεως: οἱ̂ον δὲ ἕκαστον αὐτω̂ν γέγονεν εἰ̂δος καὶ ἐξ ὅσων συμπεσόντων ἀριθμω̂ν, λέγειν ἂν ἑπόμενον εἴη. ἄρξει δὴ τό τε πρω̂τον εἰ̂δος καὶ σμικρότατον συνιστάμενον, στοιχει̂ον δ' αὐτου̂ τὸ τὴν ὑποτείνουσαν τη̂ς ἐλάττονος πλευρα̂ς διπλασίαν ἔχον μήκει: σύνδυο δὲ τοιούτων κατὰ διάμετρον συντιθεμένων καὶ τρὶς τούτου
[54e] γενομένου, τὰς διαμέτρους καὶ τὰς βραχείας πλευρὰς εἰς ταὐτὸν ὡς κέντρον ἐρεισάντων, ἓν ἰσόπλευρον τρίγωνον ἐξ ἓξ τὸν ἀριθμὸν ὄντων γέγονεν. τρίγωνα δὲ ἰσόπλευρα συνιστάμενα τέτταρα κατὰ σύντρεις ἐπιπέδους γωνίας μίαν στερεὰν
[55a] γωνίαν ποιει̂, τη̂ς ἀμβλυτάτης τω̂ν ἐπιπέδων γωνιω̂ν ἐφεξη̂ς γεγονυι̂αν: τοιούτων δὲ ἀποτελεσθεισω̂ν τεττάρων πρω̂τον εἰ̂δος στερεόν, ὅλου περιφερου̂ς διανεμητικὸν εἰς ἴσα μέρη καὶ ὅμοια, συνίσταται. δεύτερον δὲ ἐκ μὲν τω̂ν αὐτω̂ν τριγώνων, κατὰ δὲ ἰσόπλευρα τρίγωνα ὀκτὼ συστάντων, μίαν ἀπεργασαμένων στερεὰν γωνίαν ἐκ τεττάρων ἐπιπέδων: καὶ γενομένων ἓξ τοιούτων τὸ δεύτερον αὐ̂ σω̂μα οὕτως ἔσχεν τέλος. τὸ δὲ τρίτον ἐκ δὶς ἑξήκοντα τω̂ν στοιχείων συμπαγέντων,
[55b] στερεω̂ν δὲ γωνιω̂ν δώδεκα, ὑπὸ πέντε ἐπιπέδων τριγώνων ἰσοπλεύρων περιεχομένης ἑκάστης, εἴκοσι βάσεις ἔχον ἰσοπλεύρους τριγώνους γέγονεν. καὶ τὸ μὲν ἕτερον ἀπήλλακτο τω̂ν στοιχείων ταυ̂τα γεννη̂σαν, τὸ δὲ ἰσοσκελὲς τρίγωνον ἐγέννα τὴν του̂ τετάρτου φύσιν, κατὰ τέτταρα συνιστάμενον, εἰς τὸ κέντρον τὰς ὀρθὰς γωνίας συνάγον, ἓν ἰσόπλευρον τετράγωνον ἀπεργασάμενον: ἓξ δὲ τοιαυ̂τα
[55c] συμπαγέντα γωνίας ὀκτὼ στερεὰς ἀπετέλεσεν, κατὰ τρει̂ς ἐπιπέδους ὀρθὰς συναρμοσθείσης ἑκάστης: τὸ δὲ σχη̂μα του̂ συστάντος σώματος γέγονεν κυβικόν, ἓξ ἐπιπέδους τετραγώνους ἰσοπλεύρους βάσεις ἔχον. ἔτι δὲ οὔσης συστάσεως μια̂ς πέμπτης, ἐπὶ τὸ πα̂ν ὁ θεὸς αὐτῃ̂ κατεχρήσατο ἐκει̂νο διαζωγραφω̂ν. ἃ δή τις εἰ πάντα λογιζόμενος ἐμμελω̂ς ἀποροι̂ πότερον ἀπείρους χρὴ κόσμους εἰ̂ναι λέγειν ἢ πέρας ἔχοντας, τὸ μὲν
[55d] ἀπείρους ἡγήσαιτ' ἂν ὄντως ἀπείρου τινὸς εἰ̂ναι δόγμα ὡ̂ν ἔμπειρον χρεὼν εἰ̂ναι, πότερον δὲ ἕνα ἢ πέντε αὐτοὺς ἀληθείᾳ πεφυκότας λέγειν ποτὲ προσήκει, μα̂λλον ἂν ταύτῃ στὰς εἰκότως διαπορήσαι. τὸ μὲν οὐ̂ν δὴ παρ' ἡμω̂ν ἕνα αὐτὸν κατὰ τὸν εἰκότα λόγον πεφυκότα μηνύει θεόν, ἄλλος δὲ εἰς ἄλλα πῃ βλέψας ἕτερα δοξάσει. καὶ του̂τον μὲν μεθετέον, τὰ δὲ γεγονότα νυ̂ν τῳ̂ λόγῳ γένη διανείμωμεν εἰς πυ̂ρ καὶ γη̂ν καὶ ὕδωρ καὶ ἀέρα. γῃ̂ μὲν δὴ τὸ κυβικὸν εἰ̂δος δω̂μεν:
[55e] ἀκινητοτάτη γὰρ τω̂ν τεττάρων γενω̂ν γη̂ καὶ τω̂ν σωμάτων πλαστικωτάτη, μάλιστα δὲ ἀνάγκη γεγονέναι τοιου̂τον τὸ τὰς βάσεις ἀσφαλεστάτας ἔχον: βάσις δὲ ἥ τε τω̂ν κατ' ἀρχὰς τριγώνων ὑποτεθέντων ἀσφαλεστέρα κατὰ φύσιν ἡ τω̂ν ἴσων πλευρω̂ν τη̂ς τω̂ν ἀνίσων, τό τε ἐξ ἑκατέρου συντεθὲν ἐπίπεδον ἰσόπλευρον ἰσοπλεύρου τετράγωνον τριγώνου κατά τε μέρη καὶ καθ' ὅλον στασιμωτέρως ἐξ ἀνάγκης βέβηκεν. Διὸ
[56a] γῃ̂ μὲν του̂το ἀπονέμοντες τὸν εἰκότα λόγον διασῴζομεν, ὕδατι δ' αὐ̂ τω̂ν λοιπω̂ν τὸ δυσκινητότατον εἰ̂δος, τὸ δ' εὐκινητότατον πυρί, τὸ δὲ μέσον ἀέρι: καὶ τὸ μὲν σμικρότατον σω̂μα πυρί, τὸ δ' αὐ̂ μέγιστον ὕδατι, τὸ δὲ μέσον ἀέρι: καὶ τὸ μὲν ὀξύτατον αὐ̂ πυρί, τὸ δὲ δεύτερον ἀέρι, τὸ δὲ τρίτον ὕδατι. ταυ̂τ' οὐ̂ν δὴ πάντα, τὸ μὲν ἔχον ὀλιγίστας βάσεις εὐκινητότατον ἀνάγκη πεφυκέναι, τμητικώτατόν τε
[56b] καὶ ὀξύτατον ὂν πάντῃ πάντων, ἔτι τε ἐλαφρότατον, ἐξ ὀλιγίστων συνεστὸς τω̂ν αὐτω̂ν μερω̂ν: τὸ δὲ δεύτερον δευτέρως τὰ αὐτὰ ταυ̂τ' ἔχειν, τρίτως δὲ τὸ τρίτον. ἔστω δὴ κατὰ τὸν ὀρθὸν λόγον καὶ κατὰ τὸν εἰκότα τὸ μὲν τη̂ς πυραμίδος στερεὸν γεγονὸς εἰ̂δος πυρὸς στοιχει̂ον καὶ σπέρμα: τὸ δὲ δεύτερον κατὰ γένεσιν εἴπωμεν ἀέρος, τὸ δὲ τρίτον ὕδατος. πάντα οὐ̂ν δὴ ταυ̂τα δει̂ διανοει̂σθαι σμικρὰ οὕτως, ὡς καθ'
[56c] ἓν ἕκαστον μὲν του̂ γένους ἑκάστου διὰ σμικρότητα οὐδὲν ὁρώμενον ὑφ' ἡμω̂ν, συναθροισθέντων δὲ πολλω̂ν τοὺς ὄγκους αὐτω̂ν ὁρα̂σθαι: καὶ δὴ καὶ τὸ τω̂ν ἀναλογιω̂ν περί τε τὰ πλήθη καὶ τὰς κινήσεις καὶ τὰς ἄλλας δυνάμεις πανταχῃ̂ τὸν θεόν, ὅπῃπερ ἡ τη̂ς ἀνάγκης ἑκου̂σα πεισθει̂σά τε φύσις ὑπει̂κεν, ταύτῃ πάντῃ δι' ἀκριβείας ἀποτελεσθεισω̂ν ὑπ' αὐτου̂ συνηρμόσθαι ταυ̂τα ἀνὰ λόγον. ἐκ δὴ πάντων ὡ̂νπερ τὰ γένη προειρήκαμεν ὡ̂δ' ἂν κατὰ
[56d] τὸ εἰκὸς μάλιστ' ἂν ἔχοι. γη̂ μὲν συντυγχάνουσα πυρὶ διαλυθει̂σά τε ὑπὸ τη̂ς ὀξύτητος αὐτου̂ φέροιτ' ἄν, εἴτ' ἐν αὐτῳ̂ πυρὶ λυθει̂σα εἴτ' ἐν ἀέρος εἴτ' ἐν ὕδατος ὄγκῳ τύχοι, μέχριπερ ἂν αὐτη̂ς πῃ συντυχόντα τὰ μέρη, πάλιν συναρμοσθέντα αὐτὰ αὑτοι̂ς, γη̂ γένοιτο--οὐ γὰρ εἰς ἄλλο γε εἰ̂δος ἔλθοι ποτ' ἄν--ὕδωρ δὲ ὑπὸ πυρὸς μερισθέν, εἴτε καὶ ὑπ' ἀέρος, ἐγχωρει̂ γίγνεσθαι συστάντα ἓν μὲν πυρὸς σω̂μα, δύο
[56e] δὲ ἀέρος: τὰ δὲ ἀέρος τμήματα ἐξ ἑνὸς μέρους διαλυθέντος δύ' ἂν γενοίσθην σώματα πυρός. καὶ πάλιν, ὅταν ἀέρι πυ̂ρ ὕδασίν τε ἤ τινι γῃ̂ περιλαμβανόμενον ἐν πολλοι̂ς ὀλίγον, κινούμενον ἐν φερομένοις, μαχόμενον καὶ νικηθὲν καταθραυσθῃ̂, δύο πυρὸς σώματα εἰς ἓν συνίστασθον εἰ̂δος ἀέρος: καὶ κρατηθέντος ἀέρος κερματισθέντος τε ἐκ δυοι̂ν ὅλοιν καὶ ἡμίσεος ὕδατος εἰ̂δος ἓν ὅλον ἔσται συμπαγές. ὡ̂δε γὰρ δὴ λογισώμεθα αὐτὰ πάλιν, ὡς ὅταν ἐν πυρὶ λαμβανόμενον τω̂ν
[57a] ἄλλων ὑπ' αὐτου̂ τι γένος τῃ̂ τω̂ν γωνιω̂ν καὶ κατὰ τὰς πλευρὰς ὀξύτητι τέμνηται, συστὰν μὲν εἰς τὴν ἐκείνου φύσιν πέπαυται τεμνόμενον--τὸ γὰρ ὅμοιον καὶ ταὐτὸν αὑτῳ̂ γένος ἕκαστον οὔτε τινὰ μεταβολὴν ἐμποιη̂σαι δυνατὸν οὔτε τι παθει̂ν ὑπὸ του̂ κατὰ ταὐτὰ ὁμοίως τε ἔχοντος--ἕως δ' ἂν εἰς ἄλλο τι γιγνόμενον ἡ̂ττον ὂν κρείττονι μάχηται, λυόμενον οὐ παύεται. τά τε αὐ̂ σμικρότερα ὅταν ἐν τοι̂ς μείζοσιν πολλοι̂ς περιλαμβανόμενα
[57b] ὀλίγα διαθραυόμενα κατασβεννύηται, συνίστασθαι μὲν ἐθέλοντα εἰς τὴν του̂ κρατου̂ντος ἰδέαν πέπαυται κατασβεννύμενα γίγνεταί τε ἐκ πυρὸς ἀήρ, ἐξ ἀέρος ὕδωρ: ἐὰν δ' εἰς ταὐτὰ ἴῃ καὶ τω̂ν ἄλλων τι συνιὸν γενω̂ν μάχηται, λυόμενα οὐ παύεται, πρὶν ἢ παντάπασιν ὠθούμενα καὶ διαλυθέντα ἐκφύγῃ πρὸς τὸ συγγενές, ἢ νικηθέντα, ἓν ἐκ πολλω̂ν ὅμοιον τῳ̂ κρατήσαντι γενόμενον, αὐτου̂ σύνοικον μείνῃ. Καὶ
[57c] δὴ καὶ κατὰ ταυ̂τα τὰ παθήματα διαμείβεται τὰς χώρας ἅπαντα: διέστηκεν μὲν γὰρ του̂ γένους ἑκάστου τὰ πλήθη κατὰ τόπον ἴδιον διὰ τὴν τη̂ς δεχομένης κίνησιν, τὰ δὲ ἀνομοιούμενα ἑκάστοτε ἑαυτοι̂ς, ἄλλοις δὲ ὁμοιούμενα, φέρεται διὰ τὸν σεισμὸν πρὸς τὸν ἐκείνων οἱ̂ς ἂν ὁμοιωθῃ̂ τόπον. ὅσα μὲν οὐ̂ν ἄκρατα καὶ πρω̂τα σώματα διὰ τοιούτων αἰτιω̂ν γέγονεν: τὸ δ' ἐν τοι̂ς εἴδεσιν αὐτω̂ν ἕτερα ἐμπεφυκέναι γένη τὴν ἑκατέρου τω̂ν στοιχείων αἰτιατέον σύστασιν,
[57d] μὴ μόνον ἓν ἑκατέραν μέγεθος ἔχον τὸ τρίγωνον φυτευ̂σαι κατ' ἀρχάς, ἀλλ' ἐλάττω τε καὶ μείζω, τὸν ἀριθμὸν δὲ ἔχοντα τοσου̂τον ὅσαπερ ἂν ᾐ̂ τἀν τοι̂ς εἴδεσι γένη. διὸ δὴ συμμειγνύμενα αὐτά τε πρὸς αὑτὰ καὶ πρὸς ἄλληλα τὴν ποικιλίαν ἐστὶν ἄπειρα: ἡ̂ς δὴ δει̂ θεωροὺς γίγνεσθαι τοὺς μέλλοντας περὶ φύσεως εἰκότι λόγῳ χρήσεσθαι. κινήσεως οὐ̂ν στάσεώς τε πέρι, τίνα τρόπον καὶ μεθ' ὡ̂ντινων γίγνεσθον, εἰ μή τις διομολογήσεται, πόλλ' ἂν εἴη
[57e] ἐμποδὼν τῳ̂ κατόπισθεν λογισμῳ̂. τὰ μὲν οὐ̂ν ἤδη περὶ αὐτω̂ν εἴρηται, πρὸς δ' ἐκείνοις ἔτι τάδε, ἐν μὲν ὁμαλότητι μηδέποτε ἐθέλειν κίνησιν ἐνει̂ναι. τὸ γὰρ κινησόμενον ἄνευ του̂ κινήσοντος ἢ τὸ κινη̂σον ἄνευ του̂ κινησομένου χαλεπόν, μα̂λλον δὲ ἀδύνατον, εἰ̂ναι: κίνησις δὲ οὐκ ἔστιν τούτων ἀπόντων, ταυ̂τα δὲ ὁμαλὰ εἰ̂ναί ποτε ἀδύνατον. οὕτω δὴ στάσιν μὲν ἐν ὁμαλότητι, κίνησιν δὲ εἰς ἀνωμαλότητα ἀεὶ
[58a] τιθω̂μεν: αἰτία δὲ ἀνισότης αὐ̂ τη̂ς ἀνωμάλου φύσεως. ἀνισότητος δὲ γένεσιν μὲν διεληλύθαμεν: πω̂ς δέ ποτε οὐ κατὰ γένη διαχωρισθέντα ἕκαστα πέπαυται τη̂ς δι' ἀλλήλων κινήσεως καὶ φορα̂ς, οὐκ εἴπομεν. ὡ̂δε οὐ̂ν πάλιν ἐρου̂μεν. ἡ του̂ παντὸς περίοδος, ἐπειδὴ συμπεριέλαβεν τὰ γένη, κυκλοτερὴς οὐ̂σα καὶ πρὸς αὑτὴν πεφυκυι̂α βούλεσθαι συνιέναι, σφίγγει πάντα καὶ κενὴν χώραν οὐδεμίαν ἐᾳ̂ λείπεσθαι. Διὸ
[58b] δὴ πυ̂ρ μὲν εἰς ἅπαντα διελήλυθε μάλιστα, ἀὴρ δὲ δεύτερον, ὡς λεπτότητι δεύτερον ἔφυ, καὶ τἀ̂λλα ταύτῃ: τὰ γὰρ ἐκ μεγίστων μερω̂ν γεγονότα μεγίστην κενότητα ἐν τῃ̂ συστάσει παραλέλοιπεν, τὰ δὲ σμικρότατα ἐλαχίστην. ἡ δὴ τη̂ς πιλήσεως σύνοδος τὰ σμικρὰ εἰς τὰ τω̂ν μεγάλων διάκενα συνωθει̂. σμικρω̂ν οὐ̂ν παρὰ μεγάλα τιθεμένων καὶ τω̂ν ἐλαττόνων τὰ μείζονα διακρινόντων, τω̂ν δὲ μειζόνων ἐκει̂να συγκρινόντων, πάντ' ἄνω κάτω μεταφέρεται πρὸς τοὺς ἑαυτω̂ν τόπους:
[58c] μεταβάλλον γὰρ τὸ μέγεθος ἕκαστον καὶ τὴν τόπων μεταβάλλει στάσιν. οὕτω δὴ διὰ ταυ̂τά τε ἡ τη̂ς ἀνωμαλότητος διασῳζομένη γένεσις ἀεὶ τὴν ἀεὶ κίνησιν τούτων οὐ̂σαν ἐσομένην τε ἐνδελεχω̂ς παρέχεται. μετὰ δὴ ταυ̂τα δει̂ νοει̂ν ὅτι πυρός τε γένη πολλὰ γέγονεν, οἱ̂ον φλὸξ τό τε ἀπὸ τη̂ς φλογὸς ἀπιόν, ὃ κάει μὲν οὔ, φω̂ς δὲ τοι̂ς ὄμμασιν παρέχει, τό τε φλογὸς ἀποσβεσθείσης ἐν
[58d] τοι̂ς διαπύροις καταλειπόμενον αὐτου̂: κατὰ ταὐτὰ δὲ ἀέρος, τὸ μὲν εὐαγέστατον ἐπίκλην αἰθὴρ καλούμενος, ὁ δὲ θολερώτατος ὁμίχλη τε καὶ σκότος, ἕτερά τε ἀνώνυμα εἴδη, γεγονότα διὰ τὴν τω̂ν τριγώνων ἀνισότητα. τὰ δὲ ὕδατος διχῃ̂ μὲν πρω̂τον, τὸ μὲν ὑγρόν, τὸ δὲ χυτὸν γένος αὐτου̂. τὸ μὲν οὐ̂ν ὑγρὸν διὰ τὸ μετέχον εἰ̂ναι τω̂ν γενω̂ν τω̂ν ὕδατος ὅσα σμικρά, ἀνίσων ὄντων, κινητικὸν αὐτό τε καθ' αὑτὸ καὶ ὑπ' ἄλλου διὰ τὴν ἀνωμαλότητα καὶ τὴν του̂ σχήματος ἰδέαν γέγονεν: τὸ
[58e] δὲ ἐκ μεγάλων καὶ ὁμαλω̂ν στασιμώτερον μὲν ἐκείνου καὶ βαρὺ πεπηγὸς ὑπὸ ὁμαλότητός ἐστιν, ὑπὸ δὲ πυρὸς εἰσιόντος καὶ διαλύοντος αὐτὸ τὴν ὁμαλότητα ἀποβάλλει, ταύτην δὲ ἀπολέσαν μετίσχει μα̂λλον κινήσεως, γενόμενον δὲ εὐκίνητον, ὑπὸ του̂ πλησίον ἀέρος ὠθούμενον καὶ κατατεινόμενον ἐπὶ γη̂ν, τήκεσθαι μὲν τὴν τω̂ν ὄγκων καθαίρεσιν, ῥοὴν δὲ τὴν κατάτασιν ἐπὶ γη̂ν ἐπωνυμίαν ἑκατέρου του̂ πάθους ἔλαβεν.
[59a] πάλιν δ' ἐκπίπτοντος αὐτόθεν του̂ πυρός, ἅτε οὐκ εἰς κενὸν ἐξιόντος, ὠθούμενος ὁ πλησίον ἀὴρ εὐκίνητον ὄντα ἔτι τὸν ὑγρὸν ὄγκον εἰς τὰς του̂ πυρὸς ἕδρας συνωθω̂ν αὐτὸν αὑτῳ̂ συμμείγνυσιν: ὁ δὲ συνωθούμενος ἀπολαμβάνων τε τὴν ὁμαλότητα πάλιν, ἅτε του̂ τη̂ς ἀνωμαλότητος δημιουργου̂ πυρὸς ἀπιόντος, εἰς ταὐτὸν αὑτῳ̂ καθίσταται. καὶ τὴν μὲν του̂ πυρὸς ἀπαλλαγὴν ψυ̂ξιν, τὴν δὲ σύνοδον ἀπελθόντος ἐκείνου πεπηγὸς εἰ̂ναι γένος προσερρήθη. τούτων δὴ πάντων
[59b] ὅσα χυτὰ προσείπομεν ὕδατα, τὸ μὲν ἐκ λεπτοτάτων καὶ ὁμαλωτάτων πυκνότατον γιγνόμενον, μονοειδὲς γένος, στίλβοντι καὶ ξανθῳ̂ χρώματι κοινωθέν, τιμαλφέστατον κτη̂μα χρυσὸς ἠθημένος διὰ πέτρας ἐπάγη: χρυσου̂ δὲ ὄζος, διὰ πυκνότητα σκληρότατον ὂν καὶ μελανθέν, ἀδάμας ἐκλήθη. τὸ δ' ἐγγὺς μὲν χρυσου̂ τω̂ν μερω̂ν, εἴδη δὲ πλείονα ἑνὸς ἔχον, πυκνότητι δέ, τῃ̂ μὲν χρυσου̂ πυκνότερον ὄν, καὶ γη̂ς μόριον ὀλίγον καὶ λεπτὸν μετασχόν, ὥστε σκληρότερον εἰ̂ναι, τῳ̂
[59c] δὲ μεγάλα ἐντὸς αὑτου̂ διαλείμματα ἔχειν κουφότερον, τω̂ν λαμπρω̂ν πηκτω̂ν τε ἓν γένος ὑδάτων χαλκὸς συσταθεὶς γέγονεν: τὸ δ' ἐκ γη̂ς αὐτῳ̂ μειχθέν, ὅταν παλαιουμένω διαχωρίζησθον πάλιν ἀπ' ἀλλήλων, ἐκφανὲς καθ' αὑτὸ γιγνόμενον ἰὸς λέγεται. τἀ̂λλα δὲ τω̂ν τοιούτων οὐδὲν ποικίλον ἔτι διαλογίσασθαι τὴν τω̂ν εἰκότων μύθων μεταδιώκοντα ἰδέαν: ἣν ὅταν τις ἀναπαύσεως ἕνεκα τοὺς περὶ τω̂ν ὄντων ἀεὶ καταθέμενος λόγους, τοὺς γενέσεως πέρι διαθεώμενος
[59d] εἰκότας ἀμεταμέλητον ἡδονὴν κτα̂ται, μέτριον ἂν ἐν τῳ̂ βίῳ παιδιὰν καὶ φρόνιμον ποιοι̂το. ταύτῃ δὴ καὶ τὰ νυ̂ν ἐφέντες τὸ μετὰ του̂το τω̂ν αὐτω̂ν πέρι τὰ ἑξη̂ς εἰκότα δίιμεν τῃ̂δε. τὸ πυρὶ μεμειγμένον ὕδωρ, ὅσον λεπτὸν ὑγρόν τε διὰ τὴν κίνησιν καὶ τὴν ὁδὸν ἣν κυλινδούμενον ἐπὶ γη̂ς ὑγρὸν λέγεται, μαλακόν τε αὐ̂ τῳ̂ τὰς βάσεις ἡ̂ττον ἑδραίους οὔσας ἢ τὰς γη̂ς ὑπείκειν, του̂το ὅταν πυρὸς ἀποχωρισθὲν ἀέρος τε μονωθῃ̂,
[59e] γέγονεν μὲν ὁμαλώτερον, συνέωσται δὲ ὑπὸ τω̂ν ἐξιόντων εἰς αὑτό, παγέν τε οὕτως τὸ μὲν ὑπὲρ γη̂ς μάλιστα παθὸν ταυ̂τα χάλαζα, τὸ δ' ἐπὶ γη̂ς κρύσταλλος, τὸ δὲ ἡ̂ττον, ἡμιπαγές τε ὂν ἔτι, τὸ μὲν ὑπὲρ γη̂ς αὐ̂ χιών, τὸ δ' ἐπὶ γη̂ς συμπαγὲν ἐκ δρόσου γενόμενον πάχνη λέγεται. τὰ δὲ δὴ πλει̂στα ὑδάτων εἴδη μεμειγμένα ἀλλήλοις--σύμπαν μὲν τὸ γένος,
[60a] διὰ τω̂ν ἐκ γη̂ς φυτω̂ν ἠθημένα, χυμοὶ λεγόμενοι--διὰ δὲ τὰς μείξεις ἀνομοιότητα ἕκαστοι σχόντες τὰ μὲν ἄλλα πολλὰ ἀνώνυμα γένη παρέσχοντο, τέτταρα δὲ ὅσα ἔμπυρα εἴδη, διαφανη̂ μάλιστα γενόμενα, εἴληφεν ὀνόματα αὐτω̂ν, τὸ μὲν τη̂ς ψυχη̂ς μετὰ του̂ σώματος θερμαντικὸν οἰ̂νος, τὸ δὲ λει̂ον καὶ διακριτικὸν ὄψεως διὰ ταυ̂τά τε ἰδει̂ν λαμπρὸν καὶ στίλβον λιπαρόν τε φανταζόμενον ἐλαιηρὸν εἰ̂δος, πίττα καὶ κίκι καὶ ἔλαιον αὐτὸ ὅσα τ' ἄλλα τη̂ς αὐτη̂ς δυνάμεως: ὅσον δὲ διαχυτικὸν
[60b] μέχρι φύσεως τω̂ν περὶ τὸ στόμα συνόδων, ταύτῃ τῃ̂ δυνάμει γλυκύτητα παρεχόμενον, μέλι τὸ κατὰ πάντων μάλιστα πρόσρημα ἔσχεν, τὸ δὲ τη̂ς σαρκὸς διαλυτικὸν τῳ̂ κάειν, ἀφρω̂δες γένος, ἐκ πάντων ἀφορισθὲν τω̂ν χυμω̂ν, ὀπὸς ἐπωνομάσθη. γη̂ς δὲ εἴδη, τὸ μὲν ἠθημένον διὰ ὕδατος τοιῳ̂δε τρόπῳ γίγνεται σω̂μα λίθινον. τὸ συμμιγὲς ὕδωρ ὅταν ἐν τῃ̂ συμμείξει κοπῃ̂, μετέβαλεν εἰς ἀέρος ἰδέαν: γενόμενος δὲ
[60c] ἀὴρ εἰς τὸν ἑαυτου̂ τόπον ἀναθει̂. κενὸν δ' ὑπερει̂χεν αὐτω̂ν οὐδέν: τὸν οὐ̂ν πλησίον ἔωσεν ἀέρα. ὁ δὲ ἅτε ὢν βαρύς, ὠσθεὶς καὶ περιχυθεὶς τῳ̂ τη̂ς γη̂ς ὄγκῳ, σφόδρα ἔθλιψεν συνέωσέν τε αὐτὸν εἰς τὰς ἕδρας ὅθεν ἀνῄει ὁ νέος ἀήρ: συνωσθει̂σα δὲ ὑπὸ ἀέρος ἀλύτως ὕδατι γη̂ συνίσταται πέτρα, καλλίων μὲν ἡ τω̂ν ἴσων καὶ ὁμαλω̂ν διαφανὴς μερω̂ν, αἰσχίων δὲ ἡ ἐναντία. τὸ δὲ ὑπὸ πυρὸς τάχους τὸ νοτερὸν
[60d] πα̂ν ἐξαρπασθὲν καὶ κραυρότερον ἐκείνου συστάν, ᾡ̂ γένει κέραμον ἐπωνομάκαμεν, του̂το γέγονεν: ἔστιν δὲ ὅτε νοτίδος ὑπολειφθείσης χυτὴ γη̂ γενομένη διὰ πυρὸς ὅταν ψυχθῃ̂, γίγνεται τὸ μέλαν χρω̂μα ἔχον λίθος. τὼ δ' αὐ̂ κατὰ ταὐτὰ μὲν ταυ̂τα ἐκ συμμείξεως ὕδατος ἀπομονουμένω πολλου̂, λεπτοτέρων δὲ ἐκ γη̂ς μερω̂ν ἁλμυρώ τε ὄντε, ἡμιπαγη̂ γενομένω καὶ λυτὼ πάλιν ὑφ' ὕδατος, τὸ μὲν ἐλαίου καὶ γη̂ς καθαρτικὸν γένος λίτρον, τὸ δ' εὐάρμοστον ἐν ται̂ς κοινωνίαις
[60e] ται̂ς περὶ τὴν του̂ στόματος αἴσθησιν ἁλω̂ν κατὰ λόγον [νόμου] θεοφιλὲς σω̂μα ἐγένετο. τὰ δὲ κοινὰ ἐξ ἀμφοι̂ν ὕδατι μὲν οὐ λυτά, πυρὶ δέ, διὰ τὸ τοιόνδε οὕτω συμπήγνυται. γη̂ς ὄγκους πυ̂ρ μὲν ἀήρ τε οὐ τήκει: τη̂ς γὰρ συστάσεως τω̂ν διακένων αὐτη̂ς σμικρομερέστερα πεφυκότα, διὰ πολλη̂ς εὐρυχωρίας ἰόντα, οὐ βιαζόμενα, ἄλυτον αὐτὴν ἐάσαντα ἄτηκτον παρέσχεν: τὰ δὲ ὕδατος ἐπειδὴ μείζω πέφυκεν μέρη, βίαιον ποιούμενα τὴν διέξοδον, λύοντα αὐτὴν τήκει. γη̂ν
[61a] μὲν γὰρ ἀσύστατον ὑπὸ βίας οὕτως ὕδωρ μόνον λύει, συνεστηκυι̂αν δὲ πλὴν πυρὸς οὐδέν: εἴσοδος γὰρ οὐδενὶ πλὴν πυρὶ λέλειπται. τὴν δὲ ὕδατος αὐ̂ σύνοδον τὴν μὲν βιαιοτάτην πυ̂ρ μόνον, τὴν δὲ ἀσθενεστέραν ἀμφότερα, πυ̂ρ τε καὶ ἀήρ, διαχει̂τον, ὁ μὲν κατὰ τὰ διάκενα, τὸ δὲ καὶ κατὰ τὰ τρίγωνα: βίᾳ δὲ ἀέρα συστάντα οὐδὲν λύει πλὴν κατὰ τὸ στοιχει̂ον, ἀβίαστον δὲ κατατήκει μόνον πυ̂ρ. τὰ δὴ τω̂ν συμμείκτων ἐκ γη̂ς τε καὶ ὕδατος σωμάτων, μέχριπερ ἂν
[61b] ὕδωρ αὐτου̂ τὰ τη̂ς γη̂ς διάκενα καὶ βίᾳ συμπεπιλημένα κατέχῃ, τὰ μὲν ὕδατος ἐπιόντα ἔξωθεν εἴσοδον οὐκ ἔχοντα μέρη περιρρέοντα τὸν ὅλον ὄγκον ἄτηκτον εἴασεν, τὰ δὲ πυρὸς εἰς τὰ τω̂ν ὑδάτων διάκενα εἰσιόντα, ὅπερ ὕδωρ γη̂ν, του̂το πυ̂ρ [ἀέρα] ἀπεργαζόμενα, τηχθέντι τῳ̂ κοινῳ̂ σώματι ῥει̂ν μόνα αἴτια συμβέβηκεν: τυγχάνει δὲ ταυ̂τα ὄντα, τὰ μὲν ἔλαττον ἔχοντα ὕδατος ἢ γη̂ς, τό τε περὶ τὴν ὕαλον γένος
[61c] ἅπαν ὅσα τε λίθων χυτὰ εἴδη καλει̂ται, τὰ δὲ πλέον ὕδατος αὐ̂, πάντα ὅσα κηροειδη̂ καὶ θυμιατικὰ σώματα συμπήγνυται. καὶ τὰ μὲν δὴ σχήμασι κοινωνίαις τε καὶ μεταλλαγαι̂ς εἰς ἄλληλα πεποικιλμένα εἴδη σχεδὸν ἐπιδέδεικται: τὰ δὲ παθήματα αὐτω̂ν δι' ἃς αἰτίας γέγονεν πειρατέον ἐμφανίζειν. πρω̂τον μὲν οὐ̂ν ὑπάρχειν αἴσθησιν δει̂ τοι̂ς λεγομένοις ἀεί, σαρκὸς δὲ καὶ τω̂ν περὶ σάρκα γένεσιν, ψυχη̂ς τε ὅσον θνητόν, οὔπω διεληλύθαμεν: τυγχάνει δὲ οὔτε ταυ̂τα χωρὶς
[61d] τω̂ν περὶ τὰ παθήματα ὅσα αἰσθητικὰ οὔτ' ἐκει̂να ἄνευ τούτων δυνατὰ ἱκανω̂ς+ λεχθη̂ναι+, τὸ δὲ ἅμα σχεδὸν οὐ δυνατόν. ὑποθετέον δὴ πρότερον θάτερα, τὰ δ' ὑποτεθέντα ἐπάνιμεν αὐ̂θις. ἵνα οὐ̂ν ἑξη̂ς τὰ παθήματα λέγηται τοι̂ς γένεσιν, ἔστω πρότερα ἡμι̂ν τὰ περὶ σω̂μα καὶ ψυχὴν ὄντα. πρω̂τον μὲν οὐ̂ν ᾑ̂ πυ̂ρ θερμὸν λέγομεν, ἴδωμεν ὡ̂δε σκοπου̂ντες, τὴν διάκρισιν καὶ τομὴν αὐτου̂ περὶ τὸ σω̂μα ἡμω̂ν γιγνομένην
[61e] ἐννοηθέντες. ὅτι μὲν γὰρ ὀξύ τι τὸ πάθος, πάντες σχεδὸν αἰσθανόμεθα: τὴν δὲ λεπτότητα τω̂ν πλευρω̂ν καὶ γωνιω̂ν ὀξύτητα τω̂ν τε μορίων σμικρότητα καὶ τη̂ς φορα̂ς τὸ τάχος, οἱ̂ς πα̂σι σφοδρὸν ὂν καὶ τομὸν ὀξέως τὸ προστυχὸν ἀεὶ
[62a] τέμνει, λογιστέον ἀναμιμνῃσκομένοις τὴν του̂ σχήματος αὐτου̂ γένεσιν, ὅτι μάλιστα ἐκείνη καὶ οὐκ ἄλλη φύσις διακρίνουσα ἡμω̂ν κατὰ σμικρά τε τὰ σώματα κερματίζουσα του̂το ὃ νυ̂ν θερμὸν λέγομεν εἰκότως τὸ πάθημα καὶ τοὔνομα παρέσχεν. τὸ δ' ἐναντίον τούτων κατάδηλον μέν, ὅμως δὲ μηδὲν ἐπιδεὲς ἔστω λόγου. τὰ γὰρ δὴ τω̂ν περὶ τὸ σω̂μα ὑγρω̂ν μεγαλομερέστερα εἰσιόντα, τὰ σμικρότερα ἐξωθου̂ντα, εἰς τὰς ἐκείνων οὐ δυνάμενα ἕδρας ἐνδυ̂ναι, συνωθου̂ντα ἡμω̂ν
[62b] τὸ νοτερόν, ἐξ ἀνωμάλου κεκινημένου τε ἀκίνητον δι' ὁμαλότητα καὶ τὴν σύνωσιν ἀπεργαζόμενα πήγνυσιν: τὸ δὲ παρὰ φύσιν συναγόμενον μάχεται κατὰ φύσιν αὐτὸ ἑαυτὸ εἰς τοὐναντίον ἀπωθου̂ν. τῃ̂ δὴ μάχῃ καὶ τῳ̂ σεισμῳ̂ τούτῳ τρόμος καὶ ῥι̂γος ἐτέθη, ψυχρόν τε τὸ πάθος ἅπαν του̂το καὶ τὸ δρω̂ν αὐτὸ ἔσχεν ὄνομα. σκληρὸν δέ, ὅσοις ἂν ἡμω̂ν ἡ σὰρξ ὑπείκῃ, μαλακὸν δέ, ὅσα ἂν τῃ̂ σαρκί: πρὸς ἄλληλά τε οὕτως. ὑπείκει δὲ ὅσον ἐπὶ σμικρου̂ βαίνει: τὸ δὲ ἐκ
[62c] τετραγώνων ὂν βάσεων, ἅτε βεβηκὸς σφόδρα, ἀντιτυπώτατον εἰ̂δος, ὅτι τε ἂν εἰς πυκνότητα συνιὸν πλείστην ἀντίτονον ᾐ̂ μάλιστα. βαρὺ δὲ καὶ κου̂φον μετὰ τη̂ς του̂ κάτω φύσεως ἄνω τε λεγομένης ἐξεταζόμενον ἂν δηλωθείη σαφέστατα. φύσει γὰρ δή τινας τόπους δύο εἰ̂ναι διειληφότας διχῃ̂ τὸ πα̂ν ἐναντίους, τὸν μὲν κάτω, πρὸς ὃν φέρεται πάνθ' ὅσα τινὰ ὄγκον σώματος ἔχει, τὸν δὲ ἄνω, πρὸς ὃν ἀκουσίως ἔρχεται πα̂ν, οὐκ ὀρθὸν οὐδαμῃ̂ νομίζειν: του̂ γὰρ παντὸς
[62d] οὐρανου̂ σφαιροειδου̂ς ὄντος, ὅσα μὲν ἀφεστω̂τα ἴσον του̂ μέσου γέγονεν ἔσχατα, ὁμοίως αὐτὰ χρὴ ἔσχατα πεφυκέναι, τὸ δὲ μέσον τὰ αὐτὰ μέτρα τω̂ν ἐσχάτων ἀφεστηκὸς ἐν τῳ̂ καταντικρὺ νομίζειν δει̂ πάντων εἰ̂ναι. του̂ δὴ κόσμου ταύτῃ πεφυκότος, τί τω̂ν εἰρημένων ἄνω τις ἢ κάτω τιθέμενος οὐκ ἐν δίκῃ δόξει τὸ μηδὲν προση̂κον ὄνομα λέγειν; ὁ μὲν γὰρ μέσος ἐν αὐτῳ̂ τόπος οὔτε κάτω πεφυκὼς οὔτε ἄνω λέγεσθαι δίκαιος, ἀλλ' αὐτὸ ἐν μέσῳ: ὁ δὲ πέριξ οὔτε δὴ μέσος οὔτ' ἔχων διάφορον αὑτου̂ μέρος ἕτερον θατέρου μα̂λλον πρὸς τὸ μέσον ἤ τι τω̂ν καταντικρύ. του̂ δὲ ὁμοίως πάντῃ πεφυκότος ποι̂ά τις ἐπιφέρων ὀνόματα αὐτῳ̂ ἐναντία καὶ πῃ̂ καλω̂ς ἂν ἡγοι̂το λέγειν; εἰ γάρ τι καὶ στερεὸν εἴη κατὰ μέσον του̂
[63a] παντὸς ἰσοπαλές, εἰς οὐδὲν ἄν ποτε τω̂ν ἐσχάτων ἐνεχθείη διὰ τὴν πάντῃ ὁμοιότητα αὐτω̂ν: ἀλλ' εἰ καὶ περὶ αὐτὸ πορεύοιτό τις ἐν κύκλῳ, πολλάκις ἂν στὰς ἀντίπους ταὐτὸν αὐτου̂ κάτω καὶ ἄνω προσείποι. τὸ μὲν γὰρ ὅλον, καθάπερ εἴρηται νυνδή, σφαιροειδὲς ὄν, τόπον τινὰ κάτω, τὸν δὲ ἄνω λέγειν ἔχειν οὐκ ἔμφρονος: ὅθεν δὲ ὠνομάσθη ταυ̂τα καὶ ἐν οἱ̂ς ὄντα εἰθίσμεθα δι' ἐκει̂να καὶ τὸν οὐρανὸν ὅλον οὕτω διαιρούμενοι
[63b] λέγειν, ταυ̂τα διομολογητέον ὑποθεμένοις τάδε ἡμι̂ν. εἴ τις ἐν τῳ̂ του̂ παντὸς τόπῳ καθ' ὃν ἡ του̂ πυρὸς εἴληχε μάλιστα φύσις, οὑ̂ καὶ πλει̂στον ἂν ἠθροισμένον εἴη πρὸς ὃ φέρεται, ἐπεμβὰς ἐπ' ἐκει̂νο καὶ δύναμιν εἰς του̂το ἔχων, μέρη του̂ πυρὸς ἀφαιρω̂ν ἱσταίη τιθεὶς εἰς πλάστιγγας, αἴρων τὸν ζυγὸν καὶ τὸ πυ̂ρ ἕλκων εἰς ἀνόμοιον ἀέρα βιαζόμενος
[63c] δη̂λον ὡς τοὔλαττόν που του̂ μείζονος ῥᾳ̂ον βια̂ται: ῥώμῃ γὰρ μιᾳ̂ δυοι̂ν ἅμα μετεωριζομένοιν τὸ μὲν ἔλαττον μα̂λλον, τὸ δὲ πλέον ἡ̂ττον ἀνάγκη που κατατεινόμενον συνέπεσθαι τῃ̂ βίᾳ, καὶ τὸ μὲν πολὺ βαρὺ καὶ κάτω φερόμενον κληθη̂ναι, τὸ δὲ σμικρὸν ἐλαφρὸν καὶ ἄνω. ταὐτὸν δὴ του̂το δει̂ φωρα̂σαι δρω̂ντας ἡμα̂ς περὶ τόνδε τὸν τόπον. ἐπὶ γὰρ γη̂ς βεβω̂τες γεώδη+ γένη+ διιστάμενοι, καὶ γη̂ν ἐνίοτε αὐτήν, ἕλκομεν εἰς ἀνόμοιον ἀέρα βίᾳ καὶ παρὰ φύσιν, ἀμφότερα του̂
[63d] συγγενου̂ς ἀντεχόμενα, τὸ δὲ σμικρότερον ῥᾳ̂ον του̂ μείζονος βιαζομένοις εἰς τὸ ἀνόμοιον πρότερον συνέπεται: κου̂φον οὐ̂ν αὐτὸ προσειρήκαμεν, καὶ τὸν τόπον εἰς ὃν βιαζόμεθα, ἄνω, τὸ δ' ἐναντίον τούτοις πάθος βαρὺ καὶ κάτω. ταυ̂τ' οὐ̂ν δὴ διαφόρως ἔχειν αὐτὰ πρὸς αὑτὰ ἀνάγκη διὰ τὸ τὰ πλήθη τω̂ν γενω̂ν τόπον ἐναντίον ἄλλα ἄλλοις κατέχειν--τὸ γὰρ ἐν ἑτέρῳ κου̂φον ὂν τόπῳ τῳ̂ κατὰ τὸν ἐναντίον τόπον ἐλαφρῳ̂
[63e] καὶ τῳ̂ βαρει̂ τὸ βαρὺ τῳ̂ τε κάτω τὸ κάτω καὶ τὸ ἄνω τῳ̂ ἄνω πάντ' ἐναντία καὶ πλάγια καὶ πάντως διάφορα πρὸς ἄλληλα ἀνευρεθήσεται γιγνόμενα καὶ ὄντα--τόδε γε μὴν ἕν τι διανοητέον περὶ πάντων αὐτω̂ν, ὡς ἡ μὲν πρὸς τὸ συγγενὲς ὁδὸς ἑκάστοις οὐ̂σα βαρὺ μὲν τὸ φερόμενον ποιει̂, τὸν δὲ τόπον εἰς ὃν τὸ τοιου̂τον φέρεται, κάτω, τὰ δὲ τούτοις ἔχοντα ὡς ἑτέρως θάτερα. περὶ δὴ τούτων αὐ̂ τω̂ν παθημάτων ταυ̂τα αἴτια εἰρήσθω. λείου δ' αὐ̂ καὶ τραχέος παθήματος αἰτίαν πα̂ς που κατιδὼν καὶ ἑτέρῳ δυνατὸς ἂν εἴη λέγειν: σκληρότης γὰρ ἀνωμαλότητι μειχθει̂σα, τὸ δ'
[64a] ὁμαλότης πυκνότητι παρέχεται. μέγιστον δὲ καὶ λοιπὸν τω̂ν κοινω̂ν περὶ ὅλον τὸ σω̂μα παθημάτων τὸ τω̂ν ἡδέων καὶ τω̂ν ἀλγεινω̂ν αἴτιον ἐν οἱ̂ς διεληλύθαμεν, καὶ ὅσα διὰ τω̂ν του̂ σώματος μορίων αἰσθήσεις κεκτημένα καὶ λύπας ἐν αὑτοι̂ς ἡδονάς θ' ἅμα ἑπομένας ἔχει. ὡ̂δ' οὐ̂ν κατὰ παντὸς αἰσθητου̂ καὶ ἀναισθήτου παθήματος τὰς αἰτίας λαμβάνωμεν, ἀναμιμνῃσκόμενοι τὸ τη̂ς
[64b] εὐκινήτου τε καὶ δυσκινήτου φύσεως ὅτι διειλόμεθα ἐν τοι̂ς πρόσθεν: ταύτῃ γὰρ δὴ μεταδιωκτέον πάντα ὅσα ἐπινοου̂μεν ἑλει̂ν. τὸ μὲν γὰρ κατὰ φύσιν εὐκίνητον, ὅταν καὶ βραχὺ πάθος εἰς αὐτὸ ἐμπίπτῃ, διαδίδωσιν κύκλῳ μόρια ἕτερα ἑτέροις ταὐτὸν ἀπεργαζόμενα, μέχριπερ ἂν ἐπὶ τὸ φρόνιμον ἐλθόντα ἐξαγγείλῃ του̂ ποιήσαντος τὴν δύναμιν: τὸ δ' ἐναντίον ἑδραι̂ον ὂν κατ' οὐδένα τε κύκλον ἰὸν πάσχει μόνον,
64c}} ἄλλο δὲ οὐ κινει̂ τω̂ν πλησίον, ὥστε οὐ διαδιδόντων μορίων μορίοις ἄλλων ἄλλοις τὸ πρω̂τον πάθος ἐν αὐτοι̂ς ἀκίνητον εἰς τὸ πα̂ν ζῳ̂ον γενόμενον ἀναίσθητον παρέσχεν τὸ παθόν. ταυ̂τα δὲ περί τε ὀστα̂ καὶ τὰς τρίχας ἐστὶν καὶ ὅσ' ἄλλα γήϊνα τὸ πλει̂στον ἔχομεν ἐν ἡμι̂ν μόρια: τὰ δὲ ἔμπροσθεν περὶ τὰ τη̂ς ὄψεως καὶ ἀκοη̂ς μάλιστα, διὰ τὸ πυρὸς ἀέρος τε ἐν αὐτοι̂ς δύναμιν ἐνει̂ναι μεγίστην. τὸ δὴ τη̂ς ἡδονη̂ς καὶ λύπης ὡ̂δε δει̂ διανοει̂σθαι: τὸ μὲν παρὰ φύσιν καὶ
[64d] βίαιον γιγνόμενον ἁθρόον παρ' ἡμι̂ν πάθος ἀλγεινόν, τὸ δ' εἰς φύσιν ἀπιὸν πάλιν ἁθρόον ἡδύ, τὸ δὲ ἡρέμα καὶ κατὰ σμικρὸν ἀναίσθητον, τὸ δ' ἐναντίον τούτοις ἐναντίως. τὸ δὲ μετ' εὐπετείας γιγνόμενον ἅπαν αἰσθητὸν μὲν ὅτι μάλιστα, λύπης δὲ καὶ ἡδονη̂ς οὐ μετέχον, οἱ̂ον τὰ περὶ τὴν ὄψιν αὐτὴν παθήματα, ἣ δὴ σω̂μα ἐν τοι̂ς πρόσθεν ἐρρήθη καθ' ἡμέραν συμφυὲς ἡμω̂ν γίγνεσθαι. ταύτῃ γὰρ τομαὶ μὲν καὶ καύσεις καὶ ὅσα ἄλλα πάσχει λύπας οὐκ ἐμποιου̂σιν, οὐδὲ
[64e] ἡδονὰς πάλιν ἐπὶ ταὐτὸν ἀπιούσης εἰ̂δος, μέγισται δὲ αἰσθήσεις καὶ σαφέσταται καθ' ὅτι τ' ἂν πάθῃ καὶ ὅσων ἂν αὐτή πῃ προσβαλου̂σα ἐφάπτηται: βία γὰρ τὸ πάμπαν οὐκ ἔνι τῃ̂ διακρίσει τε αὐτη̂ς καὶ συγκρίσει. τὰ δ' ἐκ μειζόνων μερω̂ν σώματα μόγις εἴκοντα τῳ̂ δρω̂ντι, διαδιδόντα δὲ εἰς ὅλον τὰς κινήσεις, ἡδονὰς ἴσχει καὶ λύπας, ἀλλοτριούμενα
[65a] μὲν λύπας, καθιστάμενα δὲ εἰς τὸ αὐτὸ πάλιν ἡδονάς. ὅσα δὲ κατὰ σμικρὸν τὰς ἀποχωρήσεις ἑαυτω̂ν καὶ κενώσεις εἴληφεν, τὰς δὲ πληρώσεις ἁθρόας καὶ κατὰ μεγάλα, κενώσεως μὲν ἀναίσθητα, πληρώσεως δὲ αἰσθητικὰ γιγνόμενα, λύπας μὲν οὐ παρέχει τῳ̂ θνητῳ̂ τη̂ς ψυχη̂ς, μεγίστας δὲ ἡδονάς: ἔστιν δὲ ἔνδηλα περὶ τὰς εὐωδίας. ὅσα δὲ ἀπαλλοτριου̂ται μὲν ἁθρόα, κατὰ σμικρὰ δὲ μόγις τε εἰς ταὐτὸν
[65b] πάλιν ἑαυτοι̂ς καθίσταται, τοὐναντίον τοι̂ς ἔμπροσθεν πάντα ἀποδίδωσιν: ταυ̂τα δ' αὐ̂ περὶ τὰς καύσεις καὶ τομὰς του̂ σώματος γιγνόμενά ἐστιν κατάδηλα. καὶ τὰ μὲν δὴ κοινὰ του̂ σώματος παντὸς παθήματα, τω̂ν τ' ἐπωνυμιω̂ν ὅσαι τοι̂ς δρω̂σιν αὐτὰ γεγόνασι, σχεδὸν εἴρηται: τὰ δ' ἐν ἰδίοις μέρεσιν ἡμω̂ν γιγνόμενα, τά τε πάθη καὶ τὰς αἰτίας αὐ̂ τω̂ν δρώντων, πειρατέον εἰπει̂ν, ἄν πῃ
[65c] δυνώμεθα. πρω̂τον οὐ̂ν ὅσα τω̂ν χυμω̂ν πέρι λέγοντες ἐν τοι̂ς πρόσθεν ἀπελίπομεν, ἴδια ὄντα παθήματα περὶ τὴν γλω̂τταν, ἐμφανιστέον ᾑ̂ δυνατόν. φαίνεται δὲ καὶ ταυ̂τα, ὥσπερ οὐ̂ν καὶ τὰ πολλά, διὰ συγκρίσεών τέ τινων καὶ διακρίσεων γίγνεσθαι, πρὸς δὲ αὐται̂ς κεχρη̂σθαι μα̂λλόν τι τω̂ν ἄλλων τραχύτησί τε καὶ λειότησιν. ὅσα μὲν γὰρ εἰσιόντα περὶ τὰ φλέβια, οἱ̂όνπερ δοκίμια τη̂ς γλώττης
[65d] τεταμένα ἐπὶ τὴν καρδίαν, εἰς τὰ νοτερὰ τη̂ς σαρκὸς καὶ ἁπαλὰ ἐμπίπτοντα γήϊνα μέρη κατατηκόμενα συνάγει τὰ φλέβια καὶ ἀποξηραίνει, τραχύτερα μὲν ὄντα στρυφνά, ἡ̂ττον δὲ τραχύνοντα αὐστηρὰ φαίνεται: τὰ δὲ τούτων τε ῥυπτικὰ καὶ πα̂ν τὸ περὶ τὴν γλω̂τταν ἀποπλύνοντα, πέρα μὲν του̂ μετρίου του̂το δρω̂ντα καὶ προσεπιλαμβανόμενα ὥστε ἀποτήκειν αὐτη̂ς τη̂ς φύσεως, οἱ̂ον ἡ τω̂ν λίτρων
[65e] δύναμις, πικρὰ πάνθ' οὕτως ὠνόμασται, τὰ δὲ ὑποδεέστερα τη̂ς λιτρώδους ἕξεως ἐπὶ τὸ μέτριόν τε τῃ̂ ῥύψει χρώμενα ἁλυκὰ ἄνευ πικρότητος τραχείας καὶ φίλα μα̂λλον ἡμι̂ν φαντάζεται. τὰ δὲ τῃ̂ του̂ στόματος θερμότητι κοινωνήσαντα καὶ λεαινόμενα ὑπ' αὐτου̂, συνεκπυρούμενα καὶ πάλιν αὐτὰ ἀντικάοντα τὸ διαθερμη̂ναν, φερόμενά τε ὑπὸ κουφότητος ἄνω πρὸς τὰς τη̂ς κεφαλη̂ς αἰσθήσεις, τέμνοντά τε
[66a] πάνθ' ὁπόσοις ἂν προσπίπτῃ, διὰ ταύτας τὰς δυνάμεις δριμέα πάντα τὰ τοιαυ̂τα ἐλέχθη. τὸ δὲ αὐ̂ τω̂ν προλελεπτυσμένων μὲν ὑπὸ σηπεδόνος, εἰς δὲ τὰς στενὰς φλέβας ἐνδυομένων, καὶ τοι̂ς ἐνου̂σιν αὐτόθι μέρεσιν γεώδεσιν καὶ ὅσα ἀέρος συμμετρίαν ἔχοντα, ὥστε κινήσαντα περὶ ἄλληλα ποιει̂ν κυκα̂σθαι, κυκώμενα δὲ περιπίπτειν τε καὶ εἰς ἕτερα ἐνδυόμενα ἕτερα κοι̂λα ἀπεργάζεσθαι περιτεινόμενα τοι̂ς εἰσιου̂σιν—
[66b] ἃ δὴ νοτίδος περὶ ἀέρα κοίλης περιταθείσης, τοτὲ μὲν γεώδους, τοτὲ δὲ καὶ καθαρα̂ς, νοτερὰ ἀγγει̂α ἀέρος, ὕδατα κοι̂λα περιφερη̂ τε γενέσθαι, καὶ τὰ μὲν τη̂ς καθαρα̂ς διαφανει̂ς περιστη̂ναι κληθείσας ὄνομα πομφόλυγας, τὰ δὲ τη̂ς γεώδους ὁμου̂ κινουμένης τε καὶ αἰρομένης ζέσιν τε καὶ ζύμωσιν ἐπίκλην λεχθη̂ναι--τὸ δὲ τούτων αἴτιον τω̂ν παθημάτων ὀξὺ προσρηθη̂ναι. σύμπασιν δὲ τοι̂ς περὶ ταυ̂τα εἰρημένοις
[66c] πάθος ἐναντίον ἀπ' ἐναντίας ἐστὶ προφάσεως: ὁπόταν ἡ τω̂ν εἰσιόντων σύστασις ἐν ὑγροι̂ς, οἰκεία τῃ̂ τη̂ς γλώττης ἕξει πεφυκυι̂α, λεαίνῃ μὲν ἐπαλείφουσα τὰ τραχυνθέντα, τὰ δὲ παρὰ φύσιν συνεστω̂τα ἢ κεχυμένα τὰ μὲν συνάγῃ, τὰ δὲ χαλᾳ̂, καὶ πάνθ' ὅτι μάλιστα ἱδρύῃ κατὰ φύσιν, ἡδὺ καὶ προσφιλὲς παντὶ πα̂ν τὸ τοιου̂τον ἴαμα τω̂ν βιαίων παθημάτων γιγνόμενον κέκληται γλυκύ.
[66d] καὶ τὰ μὲν ταύτῃ ταυ̂τα: περὶ δὲ δὴ τὴν τω̂ν μυκτήρων δύναμιν, εἴδη μὲν οὐκ ἔνι. τὸ γὰρ τω̂ν ὀσμω̂ν πα̂ν ἡμιγενές, εἴδει δὲ οὐδενὶ συμβέβηκεν συμμετρία πρὸς τό τινα σχει̂ν ὀσμήν: ἀλλ' ἡμω̂ν αἱ περὶ ταυ̂τα φλέβες πρὸς μὲν τὰ γη̂ς ὕδατός τε γένη στενότεραι συνέστησαν, πρὸς δὲ τὰ πυρὸς ἀέρος τε εὐρύτεραι, διὸ τούτων οὐδεὶς οὐδενὸς ὀσμη̂ς πώποτε ᾔσθετό τινος, ἀλλὰ ἢ βρεχομένων ἢ σηπομένων ἢ τηκομένων ἢ θυμιωμένων γίγνονταί τινων. μεταβάλλοντος γὰρ
[66e] ὕδατος εἰς ἀέρα ἀέρος τε εἰς ὕδωρ ἐν τῳ̂ μεταξὺ τούτων γεγόνασιν, εἰσίν τε ὀσμαὶ σύμπασαι καπνὸς ἢ ὁμίχλη, τούτων δὲ τὸ μὲν ἐξ ἀέρος εἰς ὕδωρ ἰὸν ὁμίχλη, τὸ δὲ ἐξ ὕδατος εἰς ἀέρα καπνός: ὅθεν λεπτότεραι μὲν ὕδατος, παχύτεραι δὲ ὀσμαὶ σύμπασαι γεγόνασιν ἀέρος. δηλου̂νται δὲ ὁπόταν τινὸς ἀντιφραχθέντος περὶ τὴν ἀναπνοὴν ἄγῃ τις βίᾳ τὸ πνευ̂μα εἰς αὑτόν: τότε γὰρ ὀσμὴ μὲν οὐδεμία συνδιηθει̂ται, τὸ δὲ πνευ̂μα τω̂ν ὀσμω̂ν ἐρημωθὲν αὐτὸ μόνον
[67a] ἕπεται. δύ' οὐ̂ν ταυ̂τα ἀνώνυμα τὰ τούτων ποικίλματα γέγονεν, οὐκ ἐκ πολλω̂ν οὐδὲ ἁπλω̂ν εἰδω̂ν ὄντα, ἀλλὰ διχῃ̂ τό θ' ἡδὺ καὶ τὸ λυπηρὸν αὐτόθι μόνω διαφανη̂ λέγεσθον, τὸ μὲν τραχυ̂νόν τε καὶ βιαζόμενον τὸ κύτος ἅπαν, ὅσον ἡμω̂ν μεταξὺ κορυφη̂ς του̂ τε ὀμφαλου̂ κει̂ται, τὸ δὲ ταὐτὸν του̂το καταπραυ̂̈νον καὶ πάλιν ᾑ̂ πέφυκεν ἀγαπητω̂ς ἀποδιδόν. τρίτον δὲ αἰσθητικὸν ἐν ἡμι̂ν μέρος ἐπισκοπου̂σιν τὸ περὶ
[67b] τὴν ἀκοήν, δι' ἃς αἰτίας τὰ περὶ αὐτὸ συμβαίνει παθήματα, λεκτέον. ὅλως μὲν οὐ̂ν φωνὴν θω̂μεν τὴν δι' ὤτων ὑπ' ἀέρος ἐγκεφάλου τε καὶ αἵματος μέχρι ψυχη̂ς πληγὴν διαδιδομένην, τὴν δὲ ὑπ' αὐτη̂ς κίνησιν, ἀπὸ τη̂ς κεφαλη̂ς μὲν ἀρχομένην, τελευτω̂σαν δὲ περὶ τὴν του̂ ἥπατος ἕδραν, ἀκοήν: ὅση δ' αὐτη̂ς ταχει̂α, ὀξει̂αν, ὅση δὲ βραδυτέρα, βαρυτέραν: τὴν δὲ ὁμοίαν ὁμαλήν τε καὶ λείαν, τὴν δὲ ἐναντίαν τραχει̂αν:
[67c] μεγάλην δὲ τὴν πολλήν, ὅση δὲ ἐναντία, σμικράν. τὰ δὲ περὶ συμφωνίας αὐτω̂ν ἐν τοι̂ς ὕστερον λεχθησομένοις ἀνάγκη ῥηθη̂ναι. τέταρτον δὴ λοιπὸν ἔτι γένος ἡμι̂ν αἰσθητικόν, ὃ διελέσθαι δει̂ συχνὰ ἐν ἑαυτῳ̂ ποικίλματα κεκτημένον, ἃ σύμπαντα μὲν χρόας ἐκαλέσαμεν, φλόγα τω̂ν σωμάτων ἑκάστων ἀπορρέουσαν, ὄψει σύμμετρα μόρια ἔχουσαν πρὸς αἴσθησιν: ὄψεως δ' ἐν τοι̂ς πρόσθεν αὐτὸ περὶ τω̂ν αἰτίων τη̂ς γενέσεως
[67d] ἐρρήθη. τῃ̂δ' οὐ̂ν τω̂ν χρωμάτων πέρι μάλιστα εἰκὸς πρέποι τ' ἂν ἐπιεικει̂ λόγῳ διεξελθει̂ν: τὰ φερόμενα ἀπὸ τω̂ν ἄλλων μόρια ἐμπίπτοντά τε εἰς τὴν ὄψιν τὰ μὲν ἐλάττω, τὰ δὲ μείζω, τὰ δ' ἴσα τοι̂ς αὐτη̂ς τη̂ς ὄψεως μέρεσιν εἰ̂ναι: τὰ μὲν οὐ̂ν ἴσα ἀναίσθητα, ἃ δὴ καὶ διαφανη̂ λέγομεν, τὰ δὲ μείζω καὶ ἐλάττω, τὰ μὲν συγκρίνοντα, τὰ δὲ διακρίνοντα αὐτήν, τοι̂ς περὶ τὴν σάρκα θερμοι̂ς καὶ ψυχροι̂ς καὶ τοι̂ς
[67e] περὶ τὴν γλω̂τταν στρυφνοι̂ς, καὶ ὅσα θερμαντικὰ ὄντα δριμέα ἐκαλέσαμεν, ἀδελφὰ εἰ̂ναι, τά τε λευκὰ καὶ τὰ μέλανα, ἐκείνων παθήματα γεγονότα ἐν ἄλλῳ γένει τὰ αὐτά, φανταζόμενα δὲ ἄλλα διὰ ταύτας τὰς αἰτίας. οὕτως οὐ̂ν αὐτὰ προσρητέον: τὸ μὲν διακριτικὸν τη̂ς ὄψεως λευκόν, τὸ δ' ἐναντίον αὐτου̂ μέλαν, τὴν δὲ ὀξυτέραν φορὰν καὶ γένους πυρὸς ἑτέρου προσπίπτουσαν καὶ διακρίνουσαν τὴν ὄψιν μέχρι τω̂ν ὀμμάτων, αὐτάς τε τω̂ν ὀφθαλμω̂ν τὰς διεξόδους
[68a] βίᾳ διωθου̂σαν καὶ τήκουσαν, πυ̂ρ μὲν ἁθρόον καὶ ὕδωρ, ὃ δάκρυον καλου̂μεν, ἐκει̂θεν ἐκχέουσαν, αὐτὴν δὲ οὐ̂σαν πυ̂ρ ἐξ ἐναντίας ἀπαντω̂σαν, καὶ του̂ μὲν ἐκπηδω̂ντος πυρὸς οἱ̂ον ἀπ' ἀστραπη̂ς, του̂ δ' εἰσιόντος καὶ περὶ τὸ νοτερὸν κατασβεννυμένου, παντοδαπω̂ν ἐν τῃ̂ κυκήσει ταύτῃ γιγνομένων χρωμάτων, μαρμαρυγὰς μὲν τὸ πάθος προσείπομεν, τὸ δὲ του̂το ἀπεργαζόμενον λαμπρόν τε καὶ στίλβον ἐπωνομάσαμεν.
[68b] τὸ δὲ τούτων αὐ̂ μεταξὺ πυρὸς γένος, πρὸς μὲν τὸ τω̂ν ὀμμάτων ὑγρὸν ἀφικνούμενον καὶ κεραννύμενον αὐτῳ̂, στίλβον δὲ οὔ: τῃ̂ δὲ διὰ τη̂ς νοτίδος αὐγῃ̂ του̂ πυρὸς μειγνυμένου χρω̂μα ἔναιμον παρασχομένῃ, τοὔνομα ἐρυθρὸν λέγομεν. λαμπρόν τε ἐρυθρῳ̂ λευκῳ̂ τε μειγνύμενον ξανθὸν γέγονεν: τὸ δὲ ὅσον μέτρον ὅσοις, οὐδ' εἴ τις εἰδείη, νου̂ν ἔχει τὸ λέγειν, ὡ̂ν μήτε τινὰ ἀνάγκην μήτε τὸν εἰκότα λόγον καὶ μετρίως ἄν τις εἰπει̂ν εἴη δυνατός. ἐρυθρὸν δὲ δὴ
[68c] μέλανι λευκῳ̂ τε κραθὲν ἁλουργόν: ὄρφνινον δέ, ὅταν τούτοις μεμειγμένοις καυθει̂σίν τε μα̂λλον συγκραθῃ̂ μέλαν. πυρρὸν δὲ ξανθου̂ τε καὶ φαιου̂ κράσει γίγνεται, φαιὸν δὲ λευκου̂ τε καὶ μέλανος, τὸ δὲ ὠχρὸν λευκου̂ ξανθῳ̂ μειγνυμένου. λαμπρῳ̂ δὲ λευκὸν συνελθὸν καὶ εἰς μέλαν κατακορὲς ἐμπεσὸν κυανου̂ν χρω̂μα ἀποτελει̂ται, κυανου̂ δὲ λευκῳ̂ κεραννυμένου γλαυκόν, πυρρου̂ δὲ μέλανι πράσιον. τὰ δὲ
[68d] ἄλλα ἀπὸ τούτων σχεδὸν δη̂λα αἱ̂ς ἂν ἀφομοιούμενα μείξεσιν διασῴζοι τὸν εἰκότα μυ̂θον. εἰ δέ τις τούτων ἔργῳ σκοπούμενος βάσανον λαμβάνοι, τὸ τη̂ς ἀνθρωπίνης καὶ θείας φύσεως ἠγνοηκὼς ἂν εἴη διάφορον, ὅτι θεὸς μὲν τὰ πολλὰ εἰς ἓν συγκεραννύναι καὶ πάλιν ἐξ ἑνὸς εἰς πολλὰ διαλύειν ἱκανω̂ς ἐπιστάμενος ἅμα καὶ δυνατός, ἀνθρώπων δὲ οὐδεὶς οὐδέτερα τούτων ἱκανὸς οὔτε ἔστι νυ̂ν οὔτε εἰς αὐ̂θίς ποτε ἔσται.
[68e] ταυ̂τα δὴ πάντα τότε ταύτῃ πεφυκότα ἐξ ἀνάγκης ὁ του̂ καλλίστου τε καὶ ἀρίστου δημιουργὸς ἐν τοι̂ς γιγνομένοις παρελάμβανεν, ἡνίκα τὸν αὐτάρκη τε καὶ τὸν τελεώτατον θεὸν ἐγέννα, χρώμενος μὲν ται̂ς περὶ ταυ̂τα αἰτίαις ὑπηρετούσαις, τὸ δὲ εὐ̂ τεκταινόμενος ἐν πα̂σιν τοι̂ς γιγνομένοις αὐτός. διὸ δὴ χρὴ δύ' αἰτίας εἴδη διορίζεσθαι, τὸ μὲν ἀναγκαι̂ον, τὸ δὲ θει̂ον, καὶ τὸ μὲν θει̂ον ἐν ἅπασιν ζητει̂ν
[69a] κτήσεως ἕνεκα εὐδαίμονος βίου, καθ' ὅσον ἡμω̂ν ἡ φύσις ἐνδέχεται, τὸ δὲ ἀναγκαι̂ον ἐκείνων χάριν, λογιζόμενον ὡς ἄνευ τούτων οὐ δυνατὰ αὐτὰ ἐκει̂να ἐφ' οἱ̂ς σπουδάζομεν μόνα κατανοει̂ν οὐδ' αὐ̂ λαβει̂ν οὐδ' ἄλλως πως μετασχει̂ν. ὅτ' οὐ̂ν δὴ τὰ νυ̂ν οἱ̂α τέκτοσιν ἡμι̂ν ὕλη παράκειται τὰ τω̂ν αἰτίων γένη διυλισμένα, ἐξ ὡ̂ν τὸν ἐπίλοιπον λόγον δει̂ συνυφανθη̂ναι, πάλιν ἐπ' ἀρχὴν ἐπανέλθωμεν διὰ βραχέων, ταχύ τε εἰς ταὐτὸν πορευθω̂μεν ὅθεν δευ̂ρο ἀφικόμεθα,
[69b] καὶ τελευτὴν ἤδη κεφαλήν τε τῳ̂ μύθῳ πειρώμεθα ἁρμόττουσαν ἐπιθει̂ναι τοι̂ς πρόσθεν. ὥσπερ γὰρ οὐ̂ν καὶ κατ' ἀρχὰς ἐλέχθη, ταυ̂τα ἀτάκτως ἔχοντα ὁ θεὸς ἐν ἑκάστῳ τε αὐτῳ̂ πρὸς αὑτὸ καὶ πρὸς ἄλληλα συμμετρίας ἐνεποίησεν, ὅσας τε καὶ ὅπῃ δυνατὸν ἠ̂ν ἀνάλογα καὶ σύμμετρα εἰ̂ναι. τότε γὰρ οὔτε τούτων, ὅσον μὴ τύχῃ, τι μετει̂χεν, οὔτε τὸ παράπαν ὀνομάσαι τω̂ν νυ̂ν ὀνομαζομένων ἀξιόλογον ἠ̂ν οὐδέν, οἱ̂ον πυ̂ρ καὶ ὕδωρ καὶ εἴ τι τω̂ν ἄλλων: ἀλλὰ πάντα ταυ̂τα
[69c] πρω̂τον διεκόσμησεν, ἔπειτ' ἐκ τούτων πα̂ν τόδε συνεστήσατο, ζῳ̂ον ἓν ζῳ̂α ἔχον τὰ πάντα ἐν ἑαυτῳ̂ θνητὰ ἀθάνατά τε. καὶ τω̂ν μὲν θείων αὐτὸς γίγνεται δημιουργός, τω̂ν δὲ θνητω̂ν τὴν γένεσιν τοι̂ς ἑαυτου̂ γεννήμασιν δημιουργει̂ν προσέταξεν. οἱ δὲ μιμούμενοι, παραλαβόντες ἀρχὴν ψυχη̂ς ἀθάνατον, τὸ μετὰ του̂το θνητὸν σω̂μα αὐτῃ̂ περιετόρνευσαν ὄχημά τε πα̂ν τὸ σω̂μα ἔδοσαν ἄλλο τε εἰ̂δος ἐν αὐτῳ̂ ψυχη̂ς προσῳκοδόμουν τὸ θνητόν, δεινὰ καὶ ἀναγκαι̂α ἐν ἑαυτῳ̂
[69d] παθήματα ἔχον, πρω̂τον μὲν ἡδονήν, μέγιστον κακου̂ δέλεαρ, ἔπειτα λύπας, ἀγαθω̂ν φυγάς, ἔτι δ' αὐ̂ θάρρος+ καὶ φόβον, ἄφρονε+ συμβούλω, θυμὸν δὲ δυσπαραμύθητον, ἐλπίδα δ' εὐπαράγωγον: αἰσθήσει δὲ ἀλόγῳ καὶ ἐπιχειρητῃ̂ παντὸς ἔρωτι συγκερασάμενοι ταυ̂τα, ἀναγκαίως τὸ θνητὸν γένος συνέθεσαν. καὶ διὰ ταυ̂τα δὴ σεβόμενοι μιαίνειν τὸ θει̂ον, ὅτι μὴ πα̂σα ἠ̂ν ἀνάγκη, χωρὶς ἐκείνου κατοικίζουσιν εἰς
[69e] ἄλλην του̂ σώματος οἴκησιν τὸ θνητόν, ἰσθμὸν καὶ ὅρον διοικοδομήσαντες τη̂ς τε κεφαλη̂ς καὶ του̂ στήθους, αὐχένα μεταξὺ τιθέντες, ἵν' εἴη χωρίς. ἐν δὴ τοι̂ς στήθεσιν καὶ τῳ̂ καλουμένῳ θώρακι τὸ τη̂ς ψυχη̂ς θνητὸν γένος ἐνέδουν. καὶ ἐπειδὴ τὸ μὲν ἄμεινον αὐτη̂ς, τὸ δὲ χει̂ρον ἐπεφύκει, διοικοδομου̂σι του̂ θώρακος αὐ̂ τὸ κύτος, διορίζοντες οἱ̂ον
[70a] γυναικω̂ν, τὴν δὲ ἀνδρω̂ν χωρὶς οἴκησιν, τὰς φρένας διάφραγμα εἰς τὸ μέσον αὐτω̂ν τιθέντες. τὸ μετέχον οὐ̂ν τη̂ς ψυχη̂ς ἀνδρείας καὶ θυμου̂, φιλόνικον ὄν, κατῴκισαν ἐγγυτέρω τη̂ς κεφαλη̂ς μεταξὺ τω̂ν φρενω̂ν τε καὶ αὐχένος, ἵνα του̂ λόγου κατήκοον ὂν κοινῃ̂ μετ' ἐκείνου βίᾳ τὸ τω̂ν ἐπιθυμιω̂ν κατέχοι γένος, ὁπότ' ἐκ τη̂ς ἀκροπόλεως τῳ̂ τ' ἐπιτάγματι καὶ λόγῳ μηδαμῃ̂ πείθεσθαι ἑκὸν ἐθέλοι: τὴν δὲ δὴ καρδίαν
[70b] ἅμμα τω̂ν φλεβω̂ν καὶ πηγὴν του̂ περιφερομένου κατὰ πάντα τὰ μέλη σφοδρω̂ς αἵματος εἰς τὴν δορυφορικὴν οἴκησιν κατέστησαν, ἵνα, ὅτε ζέσειεν τὸ του̂ θυμου̂ μένος, του̂ λόγου παραγγείλαντος ὥς τις ἄδικος περὶ αὐτὰ γίγνεται πρα̂ξις ἔξωθεν ἢ καί τις ἀπὸ τω̂ν ἔνδοθεν ἐπιθυμιω̂ν, ὀξέως διὰ πάντων τω̂ν στενωπω̂ν πα̂ν ὅσον αἰσθητικὸν ἐν τῳ̂ σώματι, τω̂ν τε παρακελεύσεων καὶ ἀπειλω̂ν αἰσθανόμενον, γίγνοιτο ἐπήκοον καὶ ἕποιτο πάντῃ, καὶ τὸ βέλτιστον οὕτως ἐν αὐτοι̂ς
[70c] πα̂σιν ἡγεμονει̂ν ἐῳ̂. τῃ̂ δὲ δὴ πηδήσει τη̂ς καρδίας ἐν τῃ̂ τω̂ν δεινω̂ν προσδοκίᾳ καὶ τῃ̂ του̂ θυμου̂ ἐγέρσει, προγιγνώσκοντες ὅτι διὰ πυρὸς ἡ τοιαύτη πα̂σα ἔμελλεν οἴδησις γίγνεσθαι τω̂ν θυμουμένων, ἐπικουρίαν αὐτῃ̂ μηχανώμενοι τὴν του̂ πλεύμονος ἰδέαν ἐνεφύτευσαν, πρω̂τον μὲν μαλακὴν καὶ ἄναιμον, εἰ̂τα σήραγγας ἐντὸς ἔχουσαν οἱ̂ον σπόγγου κατατετρημένας, ἵνα τό τε πνευ̂μα καὶ τὸ πω̂μα δεχομένη,
[70d] ψύχουσα, ἀναπνοὴν καὶ ῥᾳστώνην ἐν τῳ̂ καύματι παρέχοι: διὸ δὴ τη̂ς ἀρτηρίας ὀχετοὺς ἐπὶ τὸν πλεύμονα ἔτεμον, καὶ περὶ τὴν καρδίαν αὐτὸν περιέστησαν οἱ̂ον μάλαγμα, ἵν' ὁ θυμὸς ἡνίκα ἐν αὐτῃ̂ ἀκμάζοι, πηδω̂σα εἰς ὑπει̂κον καὶ ἀναψυχομένη, πονου̂σα ἡ̂ττον, μα̂λλον τῳ̂ λόγῳ μετὰ θυμου̂ δύναιτο ὑπηρετει̂ν. τὸ δὲ δὴ σίτων τε καὶ ποτω̂ν ἐπιθυμητικὸν τη̂ς ψυχη̂ς καὶ ὅσων ἔνδειαν διὰ τὴν του̂ σώματος ἴσχει φύσιν, του̂το
[70e] εἰς τὸ μεταξὺ τω̂ν τε φρενω̂ν καὶ του̂ πρὸς τὸν ὀμφαλὸν ὅρου κατῴκισαν, οἱ̂ον φάτνην ἐν ἅπαντι τούτῳ τῳ̂ τόπῳ τῃ̂ του̂ σώματος τροφῃ̂ τεκτηνάμενοι: καὶ κατέδησαν δὴ τὸ τοιου̂τον ἐνταυ̂θα ὡς θρέμμα ἄγριον, τρέφειν δὲ συνημμένον ἀναγκαι̂ον, εἴπερ τι μέλλοι ποτὲ θνητὸν ἔσεσθαι γένος. ἵν' οὐ̂ν ἀεὶ νεμόμενον πρὸς φάτνῃ καὶ ὅτι πορρωτάτω του̂ βουλευομένου κατοικου̂ν, θόρυβον καὶ βοὴν ὡς ἐλαχίστην παρέχον,
[71a] τὸ κράτιστον καθ' ἡσυχίαν περὶ του̂ πα̂σι κοινῃ̂ καὶ ἰδίᾳ συμφέροντος ἐῳ̂ βουλεύεσθαι, διὰ ταυ̂τα ἐνταυ̂θ' ἔδοσαν αὐτῳ̂ τὴν τάξιν. εἰδότες δὲ αὐτὸ ὡς λόγου μὲν οὔτε συνήσειν ἔμελλεν, εἴ τέ πῃ καὶ μεταλαμβάνοι τινὸς αὐτω̂ν αἰσθήσεως, οὐκ ἔμφυτον αὐτῳ̂ τὸ μέλειν τινω̂ν ἔσοιτο λόγων, ὑπὸ δὲ εἰδώλων καὶ φαντασμάτων νυκτός τε καὶ μεθ' ἡμέραν μάλιστα ψυχαγωγήσοιτο, τούτῳ δὴ θεὸς ἐπιβουλεύσας αὐτῳ̂ τὴν ἥπατος
[71b] ἰδέαν συνέστησε καὶ ἔθηκεν εἰς τὴν ἐκείνου κατοίκησιν, πυκνὸν καὶ λει̂ον καὶ λαμπρὸν καὶ γλυκὺ καὶ πικρότητα ἔχον μηχανησάμενος, ἵνα ἐν αὐτῳ̂ τω̂ν διανοημάτων ἡ ἐκ του̂ νου̂ φερομένη δύναμις, οἱ̂ον ἐν κατόπτρῳ δεχομένῳ τύπους καὶ κατιδει̂ν εἴδωλα παρέχοντι, φοβοι̂ μὲν αὐτό, ὁπότε μέρει τη̂ς πικρότητος χρωμένη συγγενει̂, χαλεπὴ προσενεχθει̂σα ἀπειλῃ̂, κατὰ πα̂ν ὑπομειγνυ̂σα ὀξέως τὸ ἡ̂παρ, χολώδη χρώματα ἐμφαίνοι, συνάγουσά τε πα̂ν ῥυσὸν καὶ τραχὺ ποιοι̂,
[71c] λοβὸν δὲ καὶ δοχὰς πύλας τε τὸ μὲν ἐξ ὀρθου̂ κατακάμπτουσα καὶ συσπω̂σα, τὰ δὲ ἐμφράττουσα συγκλείουσά τε, λύπας καὶ ἄσας παρέχοι, καὶ ὅτ' αὐ̂ τἀναντία φαντάσματα ἀποζωγραφοι̂ πρᾳότητός τις ἐκ διανοίας ἐπίπνοια, τη̂ς μὲν πικρότητος ἡσυχίαν παρέχουσα τῳ̂ μήτε κινει̂ν μήτε προσάπτεσθαι τη̂ς ἐναντίας ἑαυτῃ̂ φύσεως ἐθέλειν, γλυκύτητι δὲ τῃ̂ κατ' ἐκει̂νο συμφύτῳ πρὸς αὐτὸ χρωμένη καὶ πάντα
[71d] ὀρθὰ καὶ λει̂α αὐτου̂ καὶ ἐλεύθερα ἀπευθύνουσα, ἵλεών τε καὶ εὐήμερον ποιοι̂ τὴν περὶ τὸ ἡ̂παρ ψυχη̂ς μοι̂ραν κατῳκισμένην, ἔν τε τῃ̂ νυκτὶ διαγωγὴν ἔχουσαν μετρίαν, μαντείᾳ χρωμένην καθ' ὕπνον, ἐπειδὴ λόγου καὶ φρονήσεως οὐ μετει̂χε. μεμνημένοι γὰρ τη̂ς του̂ πατρὸς ἐπιστολη̂ς οἱ συστήσαντες ἡμα̂ς, ὅτε τὸ θνητὸν ἐπέστελλεν γένος ὡς ἄριστον εἰς δύναμιν ποιει̂ν, οὕτω δὴ κατορθου̂ντες καὶ τὸ φαυ̂λον
[71e] ἡμω̂ν, ἵνα ἀληθείας πῃ προσάπτοιτο, κατέστησαν ἐν τούτῳ τὸ μαντει̂ον. ἱκανὸν δὲ σημει̂ον ὡς μαντικὴν ἀφροσύνῃ θεὸς ἀνθρωπίνῃ δέδωκεν: οὐδεὶς γὰρ ἔννους ἐφάπτεται μαντικη̂ς ἐνθέου καὶ ἀληθου̂ς+, ἀλλ' ἢ καθ' ὕπνον τὴν τη̂ς φρονήσεως πεδηθεὶς δύναμιν ἢ διὰ νόσον, ἢ διά τινα ἐνθουσιασμὸν παραλλάξας. ἀλλὰ συννοη̂σαι μὲν ἔμφρονος τά τε ῥηθέντα ἀναμνησθέντα ὄναρ ἢ ὕπαρ ὑπὸ τη̂ς μαντικη̂ς τε καὶ ἐνθουσιαστικη̂ς φύσεως, καὶ ὅσα ἂν φαντάσματα
[72a] ὀφθῃ̂, πάντα λογισμῳ̂ διελέσθαι ὅπῃ τι σημαίνει καὶ ὅτῳ μέλλοντος ἢ παρελθόντος ἢ παρόντος κακου̂ ἢ ἀγαθου̂: του̂ δὲ μανέντος ἔτι τε ἐν τούτῳ μένοντος οὐκ ἔργον τὰ φανέντα καὶ φωνηθέντα ὑφ' ἑαυτου̂ κρίνειν, ἀλλ' εὐ̂ καὶ πάλαι λέγεται τὸ πράττειν καὶ γνω̂ναι τά τε αὑτου̂ καὶ ἑαυτὸν σώφρονι μόνῳ προσήκειν. ὅθεν δὴ καὶ τὸ τω̂ν προφητω̂ν γένος ἐπὶ
[72b] ται̂ς ἐνθέοις μαντείαις κριτὰς ἐπικαθιστάναι νόμος: οὓς μάντεις αὐτοὺς ὀνομάζουσίν τινες, τὸ πα̂ν ἠγνοηκότες ὅτι τη̂ς δι' αἰνιγμω̂ν οὑ̂τοι φήμης καὶ φαντάσεως ὑποκριταί, καὶ οὔτι μάντεις, προφη̂ται δὲ μαντευομένων δικαιότατα ὀνομάζοιντ' ἄν. ἡ μὲν οὐ̂ν φύσις ἥπατος διὰ ταυ̂τα τοιαύτη τε καὶ ἐν τόπῳ ᾡ̂ λέγομεν πέφυκε, χάριν μαντικη̂ς: καὶ ἔτι μὲν δὴ ζω̂ντος ἑκάστου τὸ τοιου̂τον σημει̂α ἐναργέστερα ἔχει, στερηθὲν δὲ του̂ ζη̂ν γέγονε τυφλὸν καὶ τὰ μαντει̂α ἀμυδρότερα
[72c] ἔσχεν του̂ τι σαφὲς σημαίνειν. ἡ δ' αὐ̂ του̂ γείτονος αὐτῳ̂ σύστασις καὶ ἕδρα σπλάγχνου γέγονεν ἐξ ἀριστερα̂ς χάριν ἐκείνου, του̂ παρέχειν αὐτὸ λαμπρὸν ἀεὶ καὶ καθαρόν, οἱ̂ον κατόπτρῳ παρεσκευασμένον καὶ ἕτοιμον ἀεὶ παρακείμενον ἐκμαγει̂ον. διὸ δὴ καὶ ὅταν τινὲς ἀκαθαρσίαι γίγνωνται διὰ νόσους σώματος περὶ τὸ ἡ̂παρ, πάντα ἡ σπληνὸς καθαίρουσα αὐτὰ δέχεται μανότης, ἅτε κοίλου καὶ ἀναίμου ὑφανθέντος:
[72d] ὅθεν πληρούμενος τω̂ν ἀποκαθαιρομένων μέγας καὶ ὕπουλος αὐξάνεται, καὶ πάλιν, ὅταν καθαρθῃ̂ τὸ σω̂μα, ταπεινούμενος εἰς ταὐτὸν συνίζει. τὰ μὲν οὐ̂ν περὶ ψυχη̂ς, ὅσον θνητὸν ἔχει καὶ ὅσον θει̂ον, καὶ ὅπῃ καὶ μεθ' ὡ̂ν καὶ δι' ἃ χωρὶς ᾠκίσθη, τὸ μὲν ἀληθὲς ὡς εἴρηται, θεου̂ συμφήσαντος τότ' ἂν οὕτως μόνως διισχυριζοίμεθα: τό γε μὴν εἰκὸς ἡμι̂ν εἰρη̂σθαι, καὶ νυ̂ν καὶ ἔτι μα̂λλον ἀνασκοπου̂σι διακινδυνευτέον τὸ φάναι καὶ πεφάσθω.
[72e] τὸ δ' ἑξη̂ς δὴ τούτοισιν κατὰ ταὐτὰ μεταδιωκτέον: ἠ̂ν δὲ τὸ του̂ σώματος ἐπίλοιπον ᾑ̂ γέγονεν. ἐκ δὴ λογισμου̂ τοιου̂δε συνίστασθαι μάλιστ' ἂν αὐτὸ πάντων πρέποι. τὴν ἐσομένην ἐν ἡμι̂ν ποτω̂ν καὶ ἐδεστω̂ν ἀκολασίαν ᾔδεσαν οἱ συντιθέντες ἡμω̂ν τὸ γένος, καὶ ὅτι του̂ μετρίου καὶ ἀναγκαίου διὰ μαργότητα πολλῳ̂ χρησοίμεθα πλέονι: ἵν' οὐ̂ν μὴ φθορὰ διὰ νόσους ὀξει̂α γίγνοιτο καὶ ἀτελὲς τὸ γένος εὐθὺς
[73a] τὸ θνητὸν τελευτῳ̂, ταυ̂τα προορώμενοι τῃ̂ του̂ περιγενησομένου πώματος ἐδέσματός τε ἕξει τὴν ὀνομαζομένην κάτω κοιλίαν ὑποδοχὴν ἔθεσαν, εἵλιξάν τε πέριξ τὴν τω̂ν ἐντέρων γένεσιν, ὅπως μὴ ταχὺ διεκπερω̂σα ἡ τροφὴ ταχὺ πάλιν τροφη̂ς ἑτέρας δει̂σθαι τὸ σω̂μα ἀναγκάζοι, καὶ παρέχουσα ἀπληστίαν, διὰ γαστριμαργίαν ἀφιλόσοφον καὶ ἄμουσον πα̂ν ἀποτελοι̂ τὸ γένος, ἀνυπήκοον του̂ θειοτάτου τω̂ν παρ' ἡμι̂ν.
[73b] τὸ δὲ ὀστω̂ν καὶ σαρκω̂ν καὶ τη̂ς τοιαύτης φύσεως πέρι πάσης ὡ̂δε ἔσχεν. τούτοις σύμπασιν ἀρχὴ μὲν ἡ του̂ μυελου̂ γένεσις: οἱ γὰρ του̂ βίου δεσμοί, τη̂ς ψυχη̂ς τῳ̂ σώματι συνδουμένης, ἐν τούτῳ διαδούμενοι κατερρίζουν τὸ θνητὸν γένος: αὐτὸς δὲ ὁ μυελὸς γέγονεν ἐξ ἄλλων. τω̂ν γὰρ τριγώνων ὅσα πρω̂τα ἀστραβη̂ καὶ λει̂α ὄντα πυ̂ρ τε καὶ ὕδωρ καὶ ἀέρα καὶ γη̂ν δι' ἀκριβείας μάλιστα ἠ̂ν παρασχει̂ν δυνατά, ταυ̂τα ὁ θεὸς ἀπὸ τω̂ν ἑαυτω̂ν ἕκαστα γενω̂ν χωρὶς
[73c] ἀποκρίνων, μειγνὺς δὲ ἀλλήλοις σύμμετρα, πανσπερμίαν παντὶ θνητῳ̂ γένει μηχανώμενος, τὸν μυελὸν ἐξ αὐτω̂ν ἀπηργάσατο, καὶ μετὰ ταυ̂τα δὴ φυτεύων ἐν αὐτῳ̂ κατέδει τὰ τω̂ν ψυχω̂ν γένη, σχημάτων τε ὅσα ἔμελλεν αὐ̂ σχήσειν οἱ̂ά τε καθ' ἕκαστα εἴδη, τὸν μυελὸν αὐτὸν τοσαυ̂τα καὶ τοιαυ̂τα διῃρει̂το σχήματα εὐθὺς ἐν τῃ̂ διανομῃ̂ τῃ̂ κατ' ἀρχάς. καὶ τὴν μὲν τὸ θει̂ον σπέρμα οἱ̂ον ἄρουραν μέλλουσαν ἕξειν ἐν αὑτῃ̂ περιφερη̂ πανταχῃ̂ πλάσας ἐπωνόμασεν του̂ μυελου̂
[73d] ταύτην τὴν μοι̂ραν ἐγκέφαλον, ὡς ἀποτελεσθέντος ἑκάστου ζῴου τὸ περὶ του̂τ' ἀγγει̂ον κεφαλὴν γενησόμενον: ὃ δ' αὐ̂ τὸ λοιπὸν καὶ θνητὸν τη̂ς ψυχη̂ς ἔμελλε καθέξειν, ἅμα στρογγύλα καὶ προμήκη διῃρει̂το σχήματα, μυελὸν δὲ πάντα ἐπεφήμισεν, καὶ καθάπερ ἐξ ἀγκυρω̂ν βαλλόμενος ἐκ τούτων πάσης ψυχη̂ς δεσμοὺς περὶ του̂το σύμπαν ἤδη τὸ σω̂μα ἡμω̂ν ἀπηργάζετο, στέγασμα μὲν αὐτῳ̂ πρω̂τον συμπηγνὺς περὶ
[73e] ὅλον ὀστέινον. τὸ δὲ ὀστου̂ν συνίστησιν ὡ̂δε. γη̂ν διαττήσας καθαρὰν καὶ λείαν ἐφύρασε καὶ ἔδευσεν μυελῳ̂, καὶ μετὰ του̂το εἰς πυ̂ρ αὐτὸ ἐντίθησιν, μετ' ἐκει̂νο δὲ εἰς ὕδωρ βάπτει, πάλιν δὲ εἰς πυ̂ρ, αὐ̂θίς τε εἰς ὕδωρ: μεταφέρων δ' οὕτω πολλάκις εἰς ἑκάτερον ὑπ' ἀμφοι̂ν ἄτηκτον ἀπηργάσατο. καταχρώμενος δὴ τούτῳ περὶ μὲν τὸν ἐγκέφαλον αὐτου̂ σφαι̂ραν περιετόρνευσεν ὀστεί̈νην, ταύτῃ δὲ στενὴν διέξοδον
[74a] κατελείπετο: καὶ περὶ τὸν διαυχένιον ἅμα καὶ νωτιαι̂ον μυελὸν ἐξ αὐτου̂ σφονδύλους πλάσας ὑπέτεινεν οἱ̂ον στρόφιγγας, ἀρξάμενος ἀπὸ τη̂ς κεφαλη̂ς, διὰ παντὸς του̂ κύτους+. καὶ τὸ πα̂ν δὴ σπέρμα διασῴζων οὕτως λιθοειδει̂ περιβόλῳ συνέφραξεν, ἐμποιω̂ν ἄρθρα, τῃ̂ θατέρου προσχρώμενος ἐν αὐτοι̂ς ὡς μέσῃ ἐνισταμένῃ δυνάμει, κινήσεως καὶ κάμψεως ἕνεκα. τὴν δ' αὐ̂ τη̂ς ὀστεί̈νης φύσεως ἕξιν ἡγησάμενος
[74b] του̂ δέοντος κραυροτέραν εἰ̂ναι καὶ ἀκαμπτοτέραν, διάπυρόν τ' αὐ̂ γιγνομένην καὶ πάλιν ψυχομένην σφακελίσασαν ταχὺ διαφθερει̂ν τὸ σπέρμα ἐντὸς αὑτη̂ς, διὰ ταυ̂τα οὕτω τὸ τω̂ν νεύρων καὶ τὸ τη̂ς σαρκὸς γένος ἐμηχανα̂το, ἵνα τῳ̂ μὲν πάντα τὰ μέλη συνδήσας ἐπιτεινομένῳ καὶ ἀνιεμένῳ περὶ τοὺς στρόφιγγας καμπτόμενον τὸ σω̂μα καὶ ἐκτεινόμενον παρέχοι, τὴν δὲ σάρκα προβολὴν μὲν καυμάτων, πρόβλημα δὲ χειμώνων, ἔτι δὲ πτωμάτων οἱ̂ον τὰ πιλητὰ ἔσεσθαι κτήματα,
[74c] σώμασιν μαλακω̂ς καὶ πρᾴως ὑπείκουσαν, θερμὴν δὲ νοτίδα ἐντὸς ἑαυτη̂ς ἔχουσαν θέρους μὲν ἀνιδίουσαν καὶ νοτιζομένην ἔξωθεν ψυ̂χος κατὰ πα̂ν τὸ σω̂μα παρέξειν οἰκει̂ον, διὰ χειμω̂νος δὲ πάλιν αὐ̂ τούτῳ τῳ̂ πυρὶ τὸν προσφερόμενον ἔξωθεν καὶ περιιστάμενον πάγον ἀμυνει̂σθαι μετρίως. ταυ̂τα ἡμω̂ν διανοηθεὶς ὁ κηροπλάστης, ὕδατι μὲν καὶ πυρὶ καὶ γῃ̂ συμμείξας καὶ συναρμόσας, ἐξ ὀξέος καὶ ἁλμυρου̂ συνθεὶς
[74d] ζύμωμα ὑπομείξας αὐτοι̂ς, σάρκα ἔγχυμον καὶ μαλακὴν συνέστησεν: τὴν δὲ τω̂ν νεύρων+ φύσιν+ ἐξ ὀστου̂ καὶ σαρκὸς ἀζύμου κράσεως μίαν ἐξ ἀμφοι̂ν μέσην δυνάμει συνεκεράσατο, ξανθῳ̂ χρώματι προσχρώμενος. ὅθεν συντονωτέραν μὲν καὶ γλισχροτέραν σαρκω̂ν, μαλακωτέραν δὲ ὀστω̂ν ὑγροτέραν τε ἐκτήσατο δύναμιν νευ̂ρα: οἱ̂ς συμπεριλαβὼν ὁ θεὸς ὀστα̂ καὶ μυελόν, δήσας πρὸς ἄλληλα νεύροις, μετὰ ταυ̂τα σαρξὶν
[74e] πάντα αὐτὰ κατεσκίασεν ἄνωθεν. ὅσα μὲν οὐ̂ν ἐμψυχότατα τω̂ν ὀστω̂ν ἠ̂ν, ὀλιγίσταις συνέφραττε σαρξίν, ἃ δ' ἀψυχότατα ἐντός, πλείσταις καὶ πυκνοτάταις, καὶ δὴ κατὰ τὰς συμβολὰς τω̂ν ὀστω̂ν, ὅπῃ μήτινα ἀνάγκην ὁ λόγος ἀπέφαινεν δει̂ν αὐτὰς εἰ̂ναι, βραχει̂αν σάρκα ἔφυσεν, ἵνα μήτε ἐμποδὼν ται̂ς καμπαι̂σιν οὐ̂σαι δύσφορα τὰ σώματα ἀπεργάζοιντο, ἅτε δυσκίνητα γιγνόμενα, μήτ' αὐ̂ πολλαὶ καὶ πυκναὶ σφόδρα τε ἐν ἀλλήλαις ἐμπεπιλημέναι, διὰ στερεότητα ἀναισθησίαν ἐμποιου̂σαι, δυσμνημονευτότερα καὶ κωφότερα τὰ περὶ τὴν διάνοιαν ποιοι̂εν. διὸ δὴ τό τε τω̂ν μηρω̂ν καὶ κνημω̂ν καὶ
[75a] τὸ περὶ τὴν τω̂ν ἰσχίων φύσιν τά τε περὶ τὰ τω̂ν βραχιόνων ὀστα̂ καὶ τὰ τω̂ν πήχεων, καὶ ὅσα ἄλλα ἡμω̂ν ἄναρθρα, ὅσα τε ἐντὸς ὀστα̂ δι' ὀλιγότητα ψυχη̂ς ἐν μυελῳ̂ κενά ἐστιν φρονήσεως, ταυ̂τα πάντα συμπεπλήρωται σαρξίν: ὅσα δὲ ἔμφρονα, ἡ̂ττον--εἰ μή πού τινα αὐτὴν καθ' αὑτὴν αἰσθήσεων ἕνεκα σάρκα οὕτω συνέστησεν, οἱ̂ον τὸ τη̂ς γλώττης εἰ̂δος-- τὰ δὲ πλει̂στα ἐκείνως: ἡ γὰρ ἐξ ἀνάγκης γιγνομένη καὶ
[75b] συντρεφομένη φύσις οὐδαμῃ̂ προσδέχεται πυκνὸν ὀστου̂ν καὶ σάρκα πολλὴν ἅμα τε αὐτοι̂ς ὀξυήκοον αἴσθησιν. μάλιστα γὰρ ἂν αὐτὰ πάντων ἔσχεν ἡ περὶ τὴν κεφαλὴν σύστασις, εἴπερ ἅμα συμπίπτειν ἠθελησάτην, καὶ τὸ τω̂ν ἀνθρώπων γένος σαρκώδη ἔχον ἐφ' ἑαυτῳ̂ καὶ νευρώδη κρατεράν τε κεφαλὴν βίον ἂν διπλου̂ν καὶ πολλαπλου̂ν καὶ ὑγιεινότερον καὶ ἀλυπότερον του̂ νυ̂ν κατεκτήσατο. νυ̂ν δὲ τοι̂ς περὶ τὴν ἡμετέραν γένεσιν δημιουργοι̂ς, ἀναλογιζομένοις πότερον πολυχρονιώτερον
[75c] χει̂ρον ἢ βραχυχρονιώτερον βέλτιον ἀπεργάσαιντο γένος, συνέδοξεν του̂ πλείονος βίου, φαυλοτέρου δέ, τὸν ἐλάττονα ἀμείνονα ὄντα παντὶ πάντως αἱρετέον: ὅθεν δὴ μανῳ̂ μὲν ὀστῳ̂, σαρξὶν δὲ καὶ νεύροις κεφαλήν, ἅτε οὐδὲ καμπὰς ἔχουσαν, οὐ συνεστέγασαν. κατὰ πάντα οὐ̂ν ταυ̂τα εὐαισθητοτέρα μὲν καὶ φρονιμωτέρα, πολὺ δὲ ἀσθενεστέρα παντὸς ἀνδρὸς προσετέθη κεφαλὴ σώματι. τὰ δὲ νευ̂ρα διὰ
[75d] ταυ̂τα καὶ οὕτως ὁ θεὸς ἐπ' ἐσχάτην τὴν κεφαλὴν περιστήσας κύκλῳ περὶ τὸν τράχηλον ἐκόλλησεν ὁμοιότητι, καὶ τὰς σιαγόνας ἄκρας αὐτοι̂ς συνέδησεν ὑπὸ τὴν φύσιν του̂ προσώπου: τὰ δ' ἄλλα εἰς ἅπαντα τὰ μέλη διέσπειρε, συνάπτων ἄρθρον ἄρθρῳ. τὴν δὲ δὴ του̂ στόματος ἡμω̂ν δύναμιν ὀδου̂σιν καὶ γλώττῃ καὶ χείλεσιν ἕνεκα τω̂ν ἀναγκαίων καὶ τω̂ν ἀρίστων διεκόσμησαν οἱ διακοσμου̂ντες ᾑ̂ νυ̂ν
[75e] διατέτακται, τὴν μὲν εἴσοδον τω̂ν ἀναγκαίων μηχανώμενοι χάριν, τὴν δ' ἔξοδον τω̂ν ἀρίστων: ἀναγκαι̂ον μὲν γὰρ πα̂ν ὅσον εἰσέρχεται τροφὴν διδὸν τῳ̂ σώματι, τὸ δὲ λόγων να̂μα ἔξω ῥέον καὶ ὑπηρετου̂ν φρονήσει κάλλιστον καὶ ἄριστον πάντων ναμάτων. τὴν δ' αὐ̂ κεφαλὴν οὔτε μόνον ὀστεί̈νην ψιλὴν δυνατὸν ἐα̂ν ἠ̂ν διὰ τὴν ἐν ται̂ς ὥραις ἐφ' ἑκάτερον ὑπερβολήν, οὔτ' αὐ̂ συσκιασθει̂σαν κωφὴν καὶ ἀναίσθητον διὰ τὸν τω̂ν σαρκω̂ν ὄχλον περιιδει̂ν γιγνομένην: τη̂ς δὴ
[76a] σαρκοειδου̂ς φύσεως οὐ καταξηραινομένης λέμμα μει̂ζον περιγιγνόμενον ἐχωρίζετο, δέρμα τὸ νυ̂ν λεγόμενον. του̂το δὲ διὰ τὴν περὶ τὸν ἐγκέφαλον νοτίδα συνιὸν αὐτὸ πρὸς αὑτὸ καὶ βλαστάνον κύκλῳ περιημφιέννυεν τὴν κεφαλήν: ἡ δὲ νοτὶς ὑπὸ τὰς ῥαφὰς ἀνιου̂σα ἠ̂ρδε καὶ συνέκλεισεν αὐτὸ ἐπὶ τὴν κορυφήν, οἱ̂ον ἅμμα συναγαγου̂σα, τὸ δὲ τω̂ν ῥαφω̂ν παντοδαπὸν εἰ̂δος γέγονε διὰ τὴν τω̂ν περιόδων δύναμιν καὶ τη̂ς τροφη̂ς, μα̂λλον μὲν ἀλλήλοις μαχομένων τούτων πλείους,
[76b] ἡ̂ττον δὲ ἐλάττους. του̂το δὴ πα̂ν τὸ δέρμα κύκλῳ κατεκέντει πυρὶ τὸ θει̂ον, τρηθέντος δὲ καὶ τη̂ς ἰκμάδος ἔξω δι' αὐτου̂ φερομένης τὸ μὲν ὑγρὸν καὶ θερμὸν ὅσον εἰλικρινὲς ἀπῄειν, τὸ δὲ μεικτὸν ἐξ ὡ̂ν καὶ τὸ δέρμα ἠ̂ν, αἰρόμενον μὲν ὑπὸ τη̂ς φορα̂ς ἔξω μακρὸν ἐτείνετο, λεπτότητα ἴσην ἔχον τῳ̂ κατακεντήματι, διὰ δὲ βραδυτη̂τα ἀπωθούμενον ὑπὸ του̂ περιεστω̂τος ἔξωθεν πνεύματος πάλιν ἐντὸς ὑπὸ τὸ δέρμα
[76c] εἱλλόμενον κατερριζου̂το: καὶ κατὰ ταυ̂τα δὴ τὰ πάθη τὸ τριχω̂ν γένος ἐν τῳ̂ δέρματι πέφυκεν, συγγενὲς μὲν ἱμαντω̂δες ὂν αὐτου̂, σκληρότερον δὲ καὶ πυκνότερον τῃ̂ πιλήσει τη̂ς ψύξεως, ἣν ἀποχωριζομένη δέρματος ἑκάστη θρὶξ ψυχθει̂σα συνεπιλήθη. τούτῳ δὴ λασίαν ἡμω̂ν ἀπηργάσατο τὴν κεφαλὴν ὁ ποιω̂ν, χρώμενος μὲν αἰτίοις τοι̂ς εἰρημένοις, διανοούμενος δὲ ἀντὶ σαρκὸς αὐτὸ δει̂ν εἰ̂ναι στέγασμα τη̂ς
[76d] περὶ τὸν ἐγκέφαλον ἕνεκα ἀσφαλείας κου̂φον καὶ θέρους χειμω̂νός τε ἱκανὸν σκιὰν καὶ σκέπην παρέχειν, εὐαισθησίας δὲ οὐδὲν διακώλυμα ἐμποδὼν γενησόμενον. τὸ δ' ἐν τῃ̂ περὶ τοὺς δακτύλους καταπλοκῃ̂ του̂ νεύρου καὶ του̂ δέρματος ὀστου̂ τε, συμμειχθὲν ἐκ τριω̂ν, ἀποξηρανθὲν ἓν κοινὸν συμπάντων σκληρὸν γέγονεν δέρμα, τοι̂ς μὲν συναιτίοις τούτοις δημιουργηθέν, τῃ̂ δὲ αἰτιωτάτῃ διανοίᾳ τω̂ν ἔπειτα ἐσομένων ἕνεκα εἰργασμένον. ὡς γάρ ποτε ἐξ ἀνδρω̂ν γυναι̂κες καὶ τἀ̂λλα
[76e] θηρία γενήσοιντο, ἠπίσταντο οἱ συνιστάντες ἡμα̂ς, καὶ δὴ καὶ τη̂ς τω̂ν ὀνύχων χρείας ὅτι πολλὰ τω̂ν θρεμμάτων καὶ ἐπὶ πολλὰ δεήσοιτο ᾔδεσαν, ὅθεν ἐν ἀνθρώποις εὐθὺς γιγνομένοις ὑπετυπώσαντο τὴν τω̂ν ὀνύχων γένεσιν. τούτῳ δὴ τῳ̂ λόγῳ καὶ ται̂ς προφάσεσιν ταύταις δέρμα τρίχας ὄνυχάς τε ἐπ' ἄκροις τοι̂ς κώλοις ἔφυσαν. ἐπειδὴ δὲ πάντ' ἠ̂ν τὰ του̂ θνητου̂ ζῴου συμπεφυκότα
[77a] μέρη καὶ μέλη, τὴν δὲ ζωὴν ἐν πυρὶ καὶ πνεύματι συνέβαινεν ἐξ ἀνάγκης ἔχειν αὐτῳ̂, καὶ διὰ ταυ̂τα ὑπὸ τούτων τηκόμενον κενούμενόν τ' ἔφθινεν, βοήθειαν αὐτῳ̂ θεοὶ μηχανω̂νται. τη̂ς γὰρ ἀνθρωπίνης συγγενη̂ φύσεως φύσιν ἄλλαις ἰδέαις καὶ αἰσθήσεσιν κεραννύντες, ὥσθ' ἕτερον ζῳ̂ον εἰ̂ναι, φυτεύουσιν: ἃ δὴ νυ̂ν ἥμερα δένδρα καὶ φυτὰ καὶ σπέρματα παιδευθέντα ὑπὸ γεωργίας τιθασω̂ς πρὸς ἡμα̂ς ἔσχεν, πρὶν δὲ ἠ̂ν μόνα τὰ
[77b] τω̂ν ἀγρίων γένη, πρεσβύτερα τω̂ν ἡμέρων ὄντα. πα̂ν γὰρ οὐ̂ν ὅτιπερ ἂν μετάσχῃ του̂ ζη̂ν, ζῳ̂ον μὲν ἂν ἐν δίκῃ λέγοιτο ὀρθότατα: μετέχει γε μὴν του̂το ὃ νυ̂ν λέγομεν του̂ τρίτου ψυχη̂ς εἴδους, ὃ μεταξὺ φρενω̂ν ὀμφαλου̂ τε ἱδρυ̂σθαι λόγος, ᾡ̂ δόξης μὲν λογισμου̂ τε καὶ νου̂ μέτεστιν τὸ μηδέν, αἰσθήσεως δὲ ἡδείας καὶ ἀλγεινη̂ς μετὰ ἐπιθυμιω̂ν. πάσχον γὰρ διατελει̂ πάντα, στραφέντι δ' αὐτῳ̂ ἐν ἑαυτῳ̂ περὶ ἑαυτό, τὴν
[77c] μὲν ἔξωθεν ἀπωσαμένῳ κίνησιν, τῃ̂ δ' οἰκείᾳ χρησαμένῳ, τω̂ν αὑτου̂ τι λογίσασθαι κατιδόντι φύσει οὐ παραδέδωκεν ἡ γένεσις. διὸ δὴ ζῃ̂ μὲν ἔστιν τε οὐχ ἕτερον ζῴου, μόνιμον δὲ καὶ κατερριζωμένον πέπηγεν διὰ τὸ τη̂ς ὑφ' ἑαυτου̂ κινήσεως ἐστερη̂σθαι. ταυ̂τα δὴ τὰ γένη πάντα φυτεύσαντες οἱ κρείττους τοι̂ς ἥττοσιν ἡμι̂ν τροφήν, τὸ σω̂μα αὐτὸ ἡμω̂ν διωχέτευσαν τέμνοντες οἱ̂ον ἐν κήποις ὀχετούς, ἵνα ὥσπερ ἐκ νάματος ἐπιόντος ἄρδοιτο. καὶ πρω̂τον μὲν ὀχετοὺς κρυφαίους ὑπὸ
[77d] τὴν σύμφυσιν του̂ δέρματος καὶ τη̂ς σαρκὸς δύο φλέβας ἔτεμον νωτιαίας, δίδυμον ὡς τὸ σω̂μα ἐτύγχανεν δεξιοι̂ς τε καὶ ἀριστεροι̂ς ὄν: ταύτας δὲ καθη̂καν παρὰ τὴν ῥάχιν, καὶ τὸν γόνιμον μεταξὺ λαβόντες μυελόν, ἵνα οὑ̂τός τε ὅτι μάλιστα θάλλοι, καὶ ἐπὶ τἀ̂λλα εὔρους ἐντευ̂θεν ἅτε ἐπὶ κάταντες ἡ ἐπίχυσις γιγνομένη παρέχοι τὴν ὑδρείαν ὁμαλήν. μετὰ δὲ ταυ̂τα σχίσαντες περὶ τὴν κεφαλὴν τὰς φλέβας καὶ δι'
[77e] ἀλλήλων ἐναντίας πλέξαντες διει̂σαν, τὰς μὲν ἐκ τω̂ν δεξιω̂ν ἐπὶ τἀριστερὰ του̂ σώματος, τὰς δ' ἐκ τω̂ν ἀριστερω̂ν ἐπὶ τὰ δεξιὰ κλίναντες, ὅπως δεσμὸς ἅμα τῃ̂ κεφαλῃ̂ πρὸς τὸ σω̂μα εἴη μετὰ του̂ δέρματος, ἐπειδὴ νεύροις οὐκ ἠ̂ν κύκλῳ κατὰ κορυφὴν περιειλημμένη, καὶ δὴ καὶ τὸ τω̂ν αἰσθήσεων πάθος ἵν' ἀφ' ἑκατέρων τω̂ν μερω̂ν εἰς ἅπαν τὸ σω̂μα εἴη διάδηλον. τὸ δ' ἐντευ̂θεν ἤδη τὴν ὑδραγωγίαν παρεσκεύασαν τρόπῳ τινὶ
[78a] τοιῳ̂δε, ὃν κατοψόμεθα ῥᾳ̂ον προδιομολογησάμενοι τὸ τοιόνδε, ὅτι πάντα ὅσα ἐξ ἐλαττόνων συνίσταται στέγει τὰ μείζω, τὰ δὲ ἐκ μειζόνων τὰ σμικρότερα οὐ δύναται, πυ̂ρ δὲ πάντων γενω̂ν σμικρομερέστατον, ὅθεν δι' ὕδατος καὶ γη̂ς ἀέρος τε καὶ ὅσα ἐκ τούτων συνίσταται διαχωρει̂ καὶ στέγειν οὐδὲν αὐτὸ δύναται. ταὐτὸν δὴ καὶ περὶ τη̂ς παρ' ἡμι̂ν κοιλίας διανοητέον, ὅτι σιτία μὲν καὶ ποτὰ ὅταν εἰς αὐτὴν ἐμπέσῃ,
[78b] στέγει, πνευ̂μα δὲ καὶ πυ̂ρ σμικρομερέστερα ὄντα τη̂ς αὑτη̂ς συστάσεως οὐ δύναται. τούτοις οὐ̂ν κατεχρήσατο ὁ θεὸς εἰς τὴν ἐκ τη̂ς κοιλίας ἐπὶ τὰς φλέβας ὑδρείαν, πλέγμα ἐξ ἀέρος καὶ πυρὸς οἱ̂ον οἱ κύρτοι συνυφηνάμενος, διπλα̂ κατὰ τὴν εἴσοδον ἐγκύρτια ἔχον, ὡ̂ν θάτερον αὐ̂ πάλιν διέπλεξεν δίκρουν: καὶ ἀπὸ τω̂ν ἐγκυρτίων δὴ διετείνατο οἱ̂ον σχοίνους κύκλῳ διὰ παντὸς πρὸς τὰ ἔσχατα του̂ πλέγματος. τὰ μὲν
[78c] οὐ̂ν ἔνδον ἐκ πυρὸς συνεστήσατο του̂ πλοκάνου ἅπαντα, τὰ δ' ἐγκύρτια καὶ τὸ κύτος ἀεροειδη̂, καὶ λαβὼν αὐτὸ περιέστησεν τῳ̂ πλασθέντι ζῴῳ τρόπον τοιόνδε. τὸ μὲν τω̂ν ἐγκυρτίων εἰς τὸ στόμα μεθη̂κεν: διπλου̂ δὲ ὄντος αὐτου̂ κατὰ μὲν τὰς ἀρτηρίας εἰς τὸν πλεύμονα καθη̂κεν θάτερον, τὸ δ' εἰς τὴν κοιλίαν παρὰ τὰς ἀρτηρίας: τὸ δ' ἕτερον σχίσας τὸ μέρος ἑκάτερον κατὰ τοὺς ὀχετοὺς τη̂ς ῥινὸς ἀφη̂κεν κοινόν, ὥσθ' ὅτε μὴ κατὰ στόμα ἴοι+ θάτερον, ἐκ τούτου πάντα καὶ τὰ
[78d] ἐκείνου ῥεύματα ἀναπληρου̂σθαι. τὸ δὲ ἄλλο κύτος του̂ κύρτου περὶ τὸ σω̂μα ὅσον κοι̂λον ἡμω̂ν περιέφυσεν, καὶ πα̂ν δὴ του̂το τοτὲ μὲν εἰς τὰ ἐγκύρτια συρρει̂ν μαλακω̂ς, ἅτε ἀέρα ὄντα, ἐποίησεν, τοτὲ δὲ ἀναρρει̂ν μὲν τὰ ἐγκύρτια, τὸ δὲ πλέγμα, ὡς ὄντος του̂ σώματος μανου̂, δύεσθαι εἴσω δι' αὐτου̂ καὶ πάλιν ἔξω, τὰς δὲ ἐντὸς του̂ πυρὸς ἀκτι̂νας διαδεδεμένας ἀκολουθει̂ν ἐφ' ἑκάτερα ἰόντος του̂ ἀέρος, καὶ του̂το,
[78e] ἕωσπερ ἂν τὸ θνητὸν συνεστήκῃ ζῳ̂ον, μὴ διαπαύεσθαι γιγνόμενον: τούτῳ δὲ δὴ τῳ̂ γένει τὸν τὰς ἐπωνυμίας θέμενον ἀναπνοὴν καὶ ἐκπνοὴν λέγομεν θέσθαι τοὔνομα. πα̂ν δὲ δὴ τό τ' ἔργον καὶ τὸ πάθος του̂θ' ἡμω̂ν τῳ̂ σώματι γέγονεν ἀρδομένῳ καὶ ἀναψυχομένῳ τρέφεσθαι καὶ ζη̂ν: ὁπόταν γὰρ εἴσω καὶ ἔξω τη̂ς ἀναπνοη̂ς ἰούσης τὸ πυ̂ρ ἐντὸς συνημμένον ἕπηται, διαιωρούμενον δὲ ἀεὶ διὰ τη̂ς κοιλίας εἰσελθὸν τὰ
[79a] σιτία καὶ ποτὰ λάβῃ, τήκει δή, καὶ κατὰ σμικρὰ διαιρου̂ν, διὰ τω̂ν ἐξόδων ᾑ̂περ πορεύεται διάγον, οἱ̂ον ἐκ κρήνης ἐπ' ὀχετοὺς ἐπὶ τὰς φλέβας ἀντλου̂ν αὐτά, ῥει̂ν ὥσπερ αὐλω̂νος διὰ του̂ σώματος τὰ τω̂ν φλεβω̂ν ποιει̂ ῥεύματα. πάλιν δὲ τὸ τη̂ς ἀναπνοη̂ς ἴδωμεν πάθος, αἱ̂ς χρώμενον αἰτίαις τοιου̂τον γέγονεν οἱ̂όνπερ τὰ νυ̂ν ἐστιν. ὡ̂δ' οὐ̂ν.
[79b] ἐπειδὴ κενὸν οὐδέν ἐστιν εἰς ὃ τω̂ν φερομένων δύναιτ' ἂν εἰσελθει̂ν τι, τὸ δὲ πνευ̂μα φέρεται παρ' ἡμω̂ν ἔξω, τὸ μετὰ του̂το ἤδη παντὶ δη̂λον ὡς οὐκ εἰς κενόν, ἀλλὰ τὸ πλησίον ἐκ τη̂ς ἕδρας ὠθει̂: τὸ δ' ὠθούμενον ἐξελαύνει τὸ πλησίον ἀεί, καὶ κατὰ ταύτην τὴν ἀνάγκην πα̂ν περιελαυνόμενον εἰς τὴν ἕδραν ὅθεν ἐξη̂λθεν τὸ πνευ̂μα, εἰσιὸν ἐκει̂σε καὶ ἀναπληρου̂ν αὐτὴν συνέπεται τῳ̂ πνεύματι, καὶ του̂το ἅμα πα̂ν
[79c] οἱ̂ον τροχου̂ περιαγομένου γίγνεται διὰ τὸ κενὸν μηδὲν εἰ̂ναι. διὸ δὴ τὸ τω̂ν στηθω̂ν καὶ τὸ του̂ πλεύμονος ἔξω+ μεθιὲν τὸ πνευ̂μα πάλιν ὑπὸ του̂ περὶ τὸ σω̂μα ἀέρος, εἴσω διὰ μανω̂ν τω̂ν σαρκω̂ν δυομένου καὶ περιελαυνομένου, γίγνεται πλη̂ρες: αὐ̂θις δὲ ἀποτρεπόμενος ὁ ἀὴρ+ καὶ διὰ του̂ σώματος+ ἔξω ἰὼν εἴσω τὴν ἀναπνοὴν περιωθει̂ κατὰ τὴν του̂ στόματος καὶ τὴν τω̂ν μυκτήρων δίοδον. τὴν δ' αἰτίαν τη̂ς ἀρχη̂ς αὐτω̂ν θετέον
[79d] τήνδε. πα̂ν ζῳ̂ον αὑτου̂ τἀντὸς περὶ τὸ αἱ̂μα καὶ τὰς φλέβας θερμότατα ἔχει, οἱ̂ον ἐν ἑαυτῳ̂ πηγήν τινα ἐνου̂σαν πυρός: ὃ δὴ καὶ προσῃκάζομεν τῳ̂ του̂ κύρτου πλέγματι, κατὰ μέσον διατεταμένον ἐκ πυρὸς πεπλέχθαι πα̂ν, τὰ δὲ ἄλλα ὅσα ἔξωθεν, ἀέρος. τὸ θερμὸν δὴ κατὰ φύσιν εἰς τὴν αὑτου̂ χώραν ἔξω πρὸς τὸ συγγενὲς ὁμολογητέον ἰέναι: δυοι̂ν δὲ τοι̂ν διεξόδοιν οὔσαιν, τη̂ς μὲν κατὰ τὸ σω̂μα ἔξω, τη̂ς δὲ αὐ̂
[79e] κατὰ τὸ στόμα καὶ τὰς ῥι̂νας, ὅταν μὲν ἐπὶ θάτερα ὁρμήσῃ, θάτερα περιωθει̂, τὸ δὲ περιωσθὲν εἰς τὸ πυ̂ρ ἐμπι̂πτον θερμαίνεται, τὸ δ' ἐξιὸν ψύχεται. μεταβαλλούσης δὲ τη̂ς θερμότητος καὶ τω̂ν κατὰ τὴν ἑτέραν ἔξοδον θερμοτέρων γιγνομένων πάλιν ἐκείνῃ ῥέπον αὐ̂ τὸ θερμότερον μα̂λλον, πρὸς τὴν αὑτου̂ φύσιν φερόμενον, περιωθει̂ τὸ κατὰ θάτερα: τὸ δὲ τὰ αὐτὰ πάσχον καὶ τὰ αὐτὰ ἀνταποδιδὸν ἀεί, κύκλον οὕτω σαλευόμενον ἔνθα καὶ ἔνθα ἀπειργασμένον ὑπ' ἀμφοτέρων τὴν ἀναπνοὴν καὶ ἐκπνοὴν γίγνεσθαι παρέχεται. καὶ δὴ καὶ τὰ τω̂ν περὶ τὰς ἰατρικὰς σικύας παθημάτων
[80a] αἴτια καὶ τὰ τη̂ς καταπόσεως τά τε τω̂ν ῥιπτουμένων, ὅσα ἀφεθέντα μετέωρα καὶ ὅσα ἐπὶ γη̂ς φέρεται, ταύτῃ διωκτέον, καὶ ὅσοι φθόγγοι ταχει̂ς τε καὶ βραδει̂ς ὀξει̂ς τε καὶ βαρει̂ς φαίνονται, τοτὲ μὲν ἀνάρμοστοι φερόμενοι δι' ἀνομοιότητα τη̂ς ἐν ἡμι̂ν ὑπ' αὐτω̂ν κινήσεως, τοτὲ δὲ σύμφωνοι δι' ὁμοιότητα. τὰς γὰρ τω̂ν προτέρων καὶ θαττόνων οἱ βραδύτεροι κινήσεις ἀποπαυομένας ἤδη τε εἰς ὅμοιον ἐληλυθυίας,
[80b] αἱ̂ς ὕστερον αὐτοὶ προσφερόμενοι κινου̂σιν ἐκείνας, καταλαμβάνουσιν, καταλαμβάνοντες δὲ οὐκ ἄλλην ἐπεμβάλλοντες ἀνετάραξαν κίνησιν, ἀλλ' ἀρχὴν βραδυτέρας φορα̂ς κατὰ τὴν τη̂ς θάττονος, ἀποληγούσης δέ, ὁμοιότητα προσάψαντες, μίαν ἐξ ὀξείας καὶ βαρείας συνεκεράσαντο πάθην: ὅθεν ἡδονὴν μὲν τοι̂ς ἄφροσιν, εὐφροσύνην δὲ τοι̂ς ἔμφροσιν διὰ τὴν τη̂ς θείας ἁρμονίας μίμησιν ἐν θνηται̂ς γενομένην φοραι̂ς παρέσχον. καὶ δὴ καὶ τὰ τω̂ν ὑδάτων πάντα ῥεύματα, ἔτι δὲ
[80c] τὰ τω̂ν κεραυνω̂ν πτώματα καὶ τὰ θαυμαζόμενα ἠλέκτρων περὶ τη̂ς ἕλξεως καὶ τω̂ν ̔Ηρακλείων λίθων, πάντων τούτων ὁλκὴ μὲν οὐκ ἔστιν οὐδενί ποτε, τὸ δὲ κενὸν εἰ̂ναι μηδὲν περιωθει̂ν τε αὑτὰ ταυ̂τα εἰς ἄλληλα, τό τε διακρινόμενα καὶ συγκρινόμενα πρὸς τὴν αὑτω̂ν διαμειβόμενα ἕδραν ἕκαστα ἰέναι πάντα, τούτοις τοι̂ς παθήμασιν πρὸς ἄλληλα συμπλεχθει̂σιν τεθαυματουργημένα τῳ̂ κατὰ τρόπον ζητου̂ντι φανήσεται.
[80d] καὶ δὴ καὶ τὸ τη̂ς ἀναπνοη̂ς, ὅθεν ὁ λόγος ὥρμησεν, κατὰ ταυ̂τα καὶ διὰ τούτων γέγονεν, ὥσπερ ἐν τοι̂ς πρόσθεν εἴρηται, τέμνοντος μὲν τὰ σιτία του̂ πυρός, αἰωρουμένου δὲ ἐντὸς τῳ̂ πνεύματι συνεπομένου, τὰς φλέβας τε ἐκ τη̂ς κοιλίας τῃ̂ συναιωρήσει πληρου̂ντος τῳ̂ τὰ τετμημένα αὐτόθεν ἐπαντλει̂ν: καὶ διὰ ταυ̂τα δὴ καθ' ὅλον τὸ σω̂μα πα̂σιν τοι̂ς ζῴοις τὰ τη̂ς τροφη̂ς νάματα οὕτως ἐπίρρυτα γέγονεν. νεότμητα δὲ καὶ ἀπὸ συγγενω̂ν ὄντα, τὰ μὲν καρπω̂ν, τὰ δὲ χλόης,
[80e] ἃ θεὸς ἐπ' αὐτὸ του̂θ' ἡμι̂ν ἐφύτευσεν, εἰ̂ναι τροφήν, παντοδαπὰ μὲν χρώματα ἴσχει διὰ τὴν σύμμειξιν, ἡ δ' ἐρυθρὰ πλείστη περὶ αὐτὰ χρόα διαθει̂, τη̂ς του̂ πυρὸς τομη̂ς τε καὶ ἐξομόρξεως ἐν ὑγρῳ̂ δεδημιουργημένη φύσις. ὅθεν του̂ κατὰ τὸ σω̂μα ῥέοντος τὸ χρω̂μα ἔσχεν οἵαν ὄψιν διεληλύθαμεν ὃ καλου̂μεν αἱ̂μα, νομὴν σαρκω̂ν καὶ σύμπαντος του̂ σώματος,
[81a] ὅθεν ὑδρευόμενα ἕκαστα πληροι̂ τὴν του̂ κενουμένου βάσιν: ὁ δὲ τρόπος τη̂ς πληρώσεως ἀποχωρήσεώς τε γίγνεται καθάπερ ἐν τῳ̂ παντὶ παντὸς ἡ φορὰ γέγονεν, ἣν τὸ συγγενὲς πα̂ν φέρεται πρὸς ἑαυτό. τὰ μὲν γὰρ δὴ περιεστω̂τα ἐκτὸς ἡμα̂ς τήκει τε ἀεὶ καὶ διανέμει πρὸς ἕκαστον εἰ̂δος τὸ ὁμόφυλον ἀποπέμποντα, τὰ δὲ ἔναιμα αὐ̂, κερματισθέντα ἐντὸς παρ' ἡμι̂ν καὶ περιειλημμένα ὥσπερ ὑπ'
[81b] οὐρανου̂ συνεστω̂τος ἑκάστου του̂ ζῴου, τὴν του̂ παντὸς ἀναγκάζεται μιμει̂σθαι φοράν: πρὸς τὸ συγγενὲς οὐ̂ν φερόμενον ἕκαστον τω̂ν ἐντὸς μερισθέντων τὸ κενωθὲν τότε πάλιν ἀνεπλήρωσεν. ὅταν μὲν δὴ πλέον του̂ ἐπιρρέοντος ἀπίῃ, φθίνει πα̂ν, ὅταν δὲ ἔλαττον, αὐξάνεται. νέα μὲν οὐ̂ν σύστασις του̂ παντὸς ζῴου, καινὰ τὰ τρίγωνα οἱ̂ον ἐκ δρυόχων ἔτι ἔχουσα τω̂ν γενω̂ν, ἰσχυρὰν μὲν τὴν σύγκλεισιν αὐτω̂ν πρὸς ἄλληλα κέκτηται, συμπέπηγεν δὲ ὁ πα̂ς ὄγκος αὐτη̂ς
[81c] ἁπαλός, ἅτ' ἐκ μυελου̂ μὲν νεωστὶ γεγονυίας, τεθραμμένης δὲ ἐν γάλακτι: τὰ δὴ περιλαμβανόμενα ἐν αὐτῃ̂ τρίγωνα ἔξωθεν ἐπεισελθόντα, ἐξ ὡ̂ν ἂν ᾐ̂ τά τε σιτία καὶ ποτά, τω̂ν ἑαυτη̂ς τριγώνων παλαιότερα ὄντα καὶ ἀσθενέστερα καινοι̂ς ἐπικρατει̂ τέμνουσα, καὶ μέγα ἀπεργάζεται τὸ ζῳ̂ον τρέφουσα ἐκ πολλω̂ν ὁμοίων. ὅταν δ' ἡ ῥίζα τω̂ν τριγώνων χαλᾳ̂ διὰ τὸ πολλοὺς ἀγω̂νας ἐν πολλῳ̂ χρόνῳ πρὸς πολλὰ
[81d] ἠγωνίσθαι, τὰ μὲν τη̂ς τροφη̂ς εἰσιόντα οὐκέτι δύναται τέμνειν εἰς ὁμοιότητα ἑαυτοι̂ς, αὐτὰ δὲ ὑπὸ τω̂ν ἔξωθεν ἐπεισιόντων εὐπετω̂ς διαιρει̂ται: φθίνει δὴ πα̂ν ζῳ̂ον ἐν τούτῳ κρατούμενον, γη̂ράς τε ὀνομάζεται τὸ πάθος. τέλος δέ, ἐπειδὰν τω̂ν περὶ τὸν μυελὸν τριγώνων οἱ συναρμοσθέντες μηκέτι ἀντέχωσιν δεσμοὶ τῳ̂ πόνῳ διιστάμενοι, μεθια̂σιν τοὺς τη̂ς ψυχη̂ς αὐ̂ δεσμούς, ἡ δὲ λυθει̂σα κατὰ φύσιν μεθ' ἡδονη̂ς
[81e] ἐξέπτατο: πα̂ν γὰρ τὸ μὲν παρὰ φύσιν ἀλγεινόν, τὸ δ' ᾑ̂ πέφυκεν γιγνόμενον ἡδύ. καὶ θάνατος δὴ κατὰ ταὐτὰ ὁ μὲν κατὰ νόσους καὶ ὑπὸ τραυμάτων γιγνόμενος ἀλγεινὸς καὶ βίαιος, ὁ δὲ μετὰ γήρως ἰὼν ἐπὶ τέλος κατὰ φύσιν ἀπονώτατος τω̂ν θανάτων καὶ μα̂λλον μεθ' ἡδονη̂ς γιγνόμενος ἢ λύπης. τὸ δὲ τω̂ν νόσων ὅθεν συνίσταται, δη̂λόν που καὶ παντί.
82a}} τεττάρων γὰρ ὄντων γενω̂ν ἐξ ὡ̂ν συμπέπηγεν τὸ σω̂μα, γη̂ς πυρὸς ὕδατός τε καὶ ἀέρος, τούτων ἡ παρὰ φύσιν πλεονεξία καὶ ἔνδεια καὶ τη̂ς χώρας μετάστασις ἐξ οἰκείας ἐπ' ἀλλοτρίαν γιγνομένη, πυρός τε αὐ̂ καὶ τω̂ν ἑτέρων ἐπειδὴ γένη πλείονα ἑνὸς ὄντα τυγχάνει, τὸ μὴ προση̂κον ἕκαστον ἑαυτῳ̂ προσλαμβάνειν, καὶ πάνθ' ὅσα τοιαυ̂τα, στάσεις καὶ νόσους παρέχει: παρὰ φύσιν γὰρ ἑκάστου γιγνομένου καὶ μεθισταμένου θερμαίνεται μὲν ὅσα ἂν πρότερον ψύχηται,
[82b] ξηρὰ δὲ ὄντα εἰς ὕστερον γίγνεται νοτερά, καὶ κου̂φα δὴ καὶ βαρέα, καὶ πάσας πάντῃ μεταβολὰς δέχεται. μόνως γὰρ δή, φαμέν, ταὐτὸν ταὐτῳ̂ κατὰ ταὐτὸν καὶ ὡσαύτως καὶ ἀνὰ λόγον προσγιγνόμενον καὶ ἀπογιγνόμενον ἐάσει ταὐτὸν ὂν αὑτῳ̂ σω̂ν καὶ ὑγιὲς μένειν: ὃ δ' ἂν πλημμελήσῃ τι τούτων ἐκτὸς ἀπιὸν ἢ προσιόν, ἀλλοιότητας παμποικίλας καὶ νόσους φθοράς τε ἀπείρους παρέξεται. δευτέρων δὴ συστάσεων αὐ̂ κατὰ φύσιν συνεστηκυιω̂ν,
[82c] δευτέρα κατανόησις νοσημάτων τῳ̂ βουλομένῳ γίγνεται συννοη̂σαι. μυελου̂ γὰρ ἐξ ἐκείνων ὀστου̂ τε καὶ σαρκὸς καὶ νεύρου συμπαγέντος, ἔτι τε αἵματος ἄλλον μὲν τρόπον, ἐκ δὲ τω̂ν αὐτω̂ν γεγονότος, τω̂ν μὲν ἄλλων τὰ πλει̂στα ᾑ̂περ τὰ πρόσθεν, τὰ δὲ μέγιστα τω̂ν νοσημάτων τῃ̂δε χαλεπὰ συμπέπτωκεν: ὅταν ἀνάπαλιν ἡ γένεσις τούτων πορεύηται, τότε ταυ̂τα διαφθείρεται. κατὰ φύσιν γὰρ σάρκες μὲν καὶ νευ̂ρα ἐξ αἵματος γίγνεται, νευ̂ρον μὲν ἐξ ἰνω̂ν διὰ τὴν συγγένειαν,
[82d] σάρκες δὲ ἀπὸ του̂ παγέντος ὃ πήγνυται χωριζόμενον ἰνω̂ν: τὸ δὲ ἀπὸ τω̂ν νεύρων καὶ σαρκω̂ν ἀπιὸν αὐ̂ γλίσχρον καὶ λιπαρὸν ἅμα μὲν τὴν σάρκα κολλᾳ̂ πρὸς τὴν τω̂ν ὀστω̂ν φύσιν αὐτό τε τὸ περὶ τὸν μυελὸν ὀστου̂ν τρέφον αὔξει, τὸ δ' αὐ̂ διὰ τὴν πυκνότητα τω̂ν ὀστω̂ν διηθούμενον καθαρώτατον γένος τω̂ν τριγώνων λειότατόν τε καὶ λιπαρώτατον, λειβόμενον ἀπὸ τω̂ν ὀστω̂ν καὶ στάζον, ἄρδει τὸν
[82e] μυελόν. καὶ κατὰ ταυ̂τα μὲν γιγνομένων ἑκάστων ὑγίεια συμβαίνει τὰ πολλά: νόσοι δέ, ὅταν ἐναντίως. ὅταν γὰρ τηκομένη σὰρξ ἀνάπαλιν εἰς τὰς φλέβας τὴν τηκεδόνα ἐξιῃ̂+, τότε μετὰ πνεύματος αἱ̂μα πολύ τε καὶ παντοδαπὸν ἐν ται̂ς φλεψὶ χρώμασι καὶ πικρότησι ποικιλλόμενον, ἔτι δὲ ὀξείαις καὶ ἁλμυραι̂ς δυνάμεσι, χολὰς καὶ ἰχω̂ρας καὶ φλέγματα παντοι̂α ἴσχει: παλιναίρετα γὰρ πάντα γεγονότα καὶ διεφθαρμένα τό τε αἱ̂μα αὐτὸ πρω̂τον διόλλυσι, καὶ αὐτὰ οὐδεμίαν
[83a] τροφὴν ἔτι τῳ̂ σώματι παρέχοντα φέρεται πάντῃ διὰ τω̂ν φλεβω̂ν, τάξιν τω̂ν κατὰ φύσιν οὐκέτ' ἴσχοντα περιόδων, ἐχθρὰ μὲν αὐτὰ αὑτοι̂ς διὰ τὸ μηδεμίαν ἀπόλαυσιν ἑαυτω̂ν ἔχειν, τῳ̂ συνεστω̂τι δὲ του̂ σώματος καὶ μένοντι κατὰ χώραν πολέμια, διολλύντα καὶ τήκοντα. ὅσον μὲν οὐ̂ν ἂν παλαιότατον ὂν τη̂ς σαρκὸς τακῃ̂, δύσπεπτον γιγνόμενον μελαίνει μὲν ὑπὸ παλαια̂ς συγκαύσεως, διὰ δὲ τὸ πάντῃ διαβεβρω̂σθαι
[83b] πικρὸν ὂν παντὶ χαλεπὸν προσπίπτει του̂ σώματος ὅσον ἂν μήπω διεφθαρμένον ᾐ̂, καὶ τοτὲ μὲν ἀντὶ τη̂ς πικρότητος ὀξύτητα ἔσχεν τὸ μέλαν χρω̂μα, ἀπολεπτυνθέντος μα̂λλον του̂ πικρου̂, τοτὲ δὲ ἡ πικρότης αὐ̂ βαφει̂σα αἵματι χρω̂μα ἔσχεν ἐρυθρώτερον, του̂ δὲ μέλανος τούτῳ συγκεραννυμένου χλοω̂δες: ἔτι δὲ συμμείγνυται ξανθὸν χρω̂μα μετὰ τη̂ς πικρότητος, ὅταν νέα συντακῃ̂ σὰρξ ὑπὸ του̂ περὶ τὴν φλόγα πυρός. καὶ τὸ μὲν κοινὸν ὄνομα πα̂σιν τούτοις ἤ τινες
[83c] ἰατρω̂ν που χολὴν ἐπωνόμασαν, ἢ καί τις ὢν δυνατὸς εἰς πολλὰ μὲν καὶ ἀνόμοια βλέπειν, ὁρα̂ν δὲ ἐν αὐτοι̂ς ἓν γένος ἐνὸν ἄξιον ἐπωνυμίας πα̂σιν: τὰ δ' ἄλλα ὅσα χολη̂ς εἴδη λέγεται, κατὰ τὴν χρόαν ἔσχεν λόγον αὐτω̂ν ἕκαστον ἴδιον. ἰχὼρ δέ, ὁ μὲν αἵματος ὀρὸς πρᾳ̂ος, ὁ δὲ μελαίνης χολη̂ς ὀξείας τε ἄγριος, ὅταν συμμειγνύηται διὰ θερμότητα ἁλμυρᾳ̂ δυνάμει: καλει̂ται δὲ ὀξὺ φλέγμα τὸ τοιου̂τον. τὸ δ' αὐ̂ μετ' ἀέρος τηκόμενον ἐκ νέας καὶ ἁπαλη̂ς σαρκός, τούτου δὲ
[83d] ἀνεμωθέντος καὶ συμπεριληφθέντος ὑπὸ ὑγρότητος, καὶ πομφολύγων συστασω̂ν ἐκ του̂ πάθους τούτου καθ' ἑκάστην μὲν ἀοράτων διὰ σμικρότητα, συναπασω̂ν δὲ τὸν ὄγκον παρεχομένων ὁρατόν, χρω̂μα ἐχουσω̂ν διὰ τὴν του̂ ἀφρου̂ γένεσιν ἰδει̂ν λευκόν, ταύτην πα̂σαν τηκεδόνα ἁπαλη̂ς σαρκὸς μετὰ πνεύματος συμπλακει̂σαν λευκὸν εἰ̂ναι φλέγμα φαμέν. φλέγματος δὲ αὐ̂ νέου συνισταμένου ὀρὸς ἱδρὼς καὶ δάκρυον,
[83e] ὅσα τε ἄλλα τοιαυ̂τα σώματα τὸ καθ' ἡμέραν χει̂ται καθαιρόμενα: καὶ ταυ̂τα μὲν δὴ πάντα νόσων ὄργανα γέγονεν, ὅταν αἱ̂μα μὴ ἐκ τω̂ν σιτίων καὶ ποτω̂ν πληθύσῃ κατὰ φύσιν, ἀλλ' ἐξ ἐναντίων τὸν ὄγκον παρὰ τοὺς τη̂ς φύσεως λαμβάνῃ νόμους. διακρινομένης μὲν οὐ̂ν ὑπὸ νόσων τη̂ς σαρκὸς ἑκάστης, μενόντων δὲ τω̂ν πυθμένων αὐται̂ς ἡμίσεια τη̂ς συμφορα̂ς ἡ δύναμις--ἀνάληψιν γὰρ ἔτι μετ' εὐπετείας ἴσχει—
[84a] τὸ δὲ δὴ σάρκας+ ὀστοι̂ς+ συνδου̂ν ὁπότ'+ ἂν νοσήσῃ, καὶ μηκέτι αὐτὸ ἐξ ἰνω̂ν †αἱ̂μα καὶ νεύρων ἀποχωριζόμενον ὀστῳ̂ μὲν τροφή, σαρκὶ δὲ πρὸς ὀστου̂ν γίγνηται δεσμός, ἀλλ' ἐκ λιπαρου̂ καὶ λείου καὶ γλίσχρου τραχὺ καὶ ἁλμυρὸν αὐχμη̂σαν ὑπὸ κακη̂ς διαίτης γένηται, τότε ταυ̂τα πάσχον πα̂ν τὸ τοιου̂τον καταψήχεται μὲν αὐτὸ πάλιν ὑπὸ τὰς σάρκας καὶ τὰ νευ̂ρα, ἀφιστάμενον ἀπὸ τω̂ν ὀστω̂ν, αἱ δ' ἐκ τω̂ν
[84b] ῥιζω̂ν συνεκπίπτουσαι τά τε νευ̂ρα γυμνὰ καταλείπουσι καὶ μεστὰ ἅλμης: αὐταὶ δὲ πάλιν εἰς τὴν αἵματος φορὰν ἐμπεσου̂σαι τὰ πρόσθεν ῥηθέντα νοσήματα πλείω ποιου̂σιν. χαλεπω̂ν δὲ τούτων περὶ τὰ σώματα παθημάτων γιγνομένων μείζω ἔτι γίγνεται τὰ πρὸ τούτων, ὅταν ὀστου̂ν διὰ πυκνότητα σαρκὸς ἀναπνοὴν μὴ λαμβάνον ἱκανήν, ὑπ' εὐρω̂τος θερμαινόμενον, σφακελίσαν μήτε τὴν τροφὴν καταδέχηται
[84c] πάλιν τε αὐτὸ εἰς ἐκείνην ἐναντίως ἴῃ ψηχόμενον, ἡ δ' εἰς σάρκας, σὰρξ δὲ εἰς αἱ̂μα ἐμπίπτουσα τραχύτερα πάντα τω̂ν πρόσθεν τὰ νοσήματα ἀπεργάζηται: τὸ δ' ἔσχατον πάντων, ὅταν ἡ του̂ μυελου̂ φύσις+ ἀπ' ἐνδείας ἤ τινος ὑπερβολη̂ς νοσήσῃ, τὰ μέγιστα καὶ κυριώτατα πρὸς θάνατον τω̂ν νοσημάτων ἀποτελει̂, πάσης ἀνάπαλιν τη̂ς του̂ σώματος φύσεως ἐξ ἀνάγκης ῥυείσης. τρίτον δ' αὐ̂ νοσημάτων εἰ̂δος τριχῃ̂ δει̂ διανοει̂σθαι
[84d] γιγνόμενον, τὸ μὲν ὑπὸ πνεύματος, τὸ δὲ φλέγματος, τὸ δὲ χολη̂ς. ὅταν μὲν γὰρ ὁ τω̂ν πνευμάτων τῳ̂ σώματι ταμίας πλεύμων μὴ καθαρὰς παρέχῃ τὰς διεξόδους ὑπὸ ῥευμάτων φραχθείς, ἔνθα μὲν οὐκ ἰόν, ἔνθα δὲ πλει̂ον ἢ τὸ προση̂κον πνευ̂μα εἰσιὸν τὰ μὲν οὐ τυγχάνοντα ἀναψυχη̂ς σήπει, τὰ δὲ τω̂ν φλεβω̂ν διαβιαζόμενον καὶ συνεπιστρέφον αὐτὰ τη̂κόν τε τὸ σω̂μα εἰς τὸ μέσον αὐτου̂ διάφραγμά τ' ἴσχον
[84e] ἐναπολαμβάνεται, καὶ μυρία δὴ νοσήματα ἐκ τούτων ἀλγεινὰ μετὰ πλήθους ἱδρω̂τος πολλάκις ἀπείργασται. πολλάκις δ' ἐν τῳ̂ σώματι διακριθείσης σαρκὸς πνευ̂μα ἐγγενόμενον καὶ ἀδυνατου̂ν ἔξω πορευθη̂ναι τὰς αὐτὰς τοι̂ς ἐπεισεληλυθόσιν ὠδι̂νας παρέσχεν, μεγίστας δέ, ὅταν περὶ τὰ νευ̂ρα καὶ τὰ ταύτῃ φλέβια περιστὰν καὶ ἀνοιδη̂σαν τούς τε ἐπιτόνους καὶ τὰ συνεχη̂ νευ̂ρα οὕτως εἰς τὸ ἐξόπισθεν κατατείνῃ τούτοις: ἃ δὴ καὶ ἀπ' αὐτου̂ τη̂ς συντονίας του̂ παθήματος τὰ νοσήματα τέτανοί τε καὶ ὀπισθότονοι προσερρήθησαν. ὡ̂ν καὶ τὸ φάρμακον χαλεπόν: πυρετοὶ γὰρ οὐ̂ν δὴ τὰ τοιαυ̂τα ἐπιγιγνόμενοι
[85a] μάλιστα λύουσιν. τὸ δὲ λευκὸν φλέγμα διὰ τὸ τω̂ν πομφολύγων πνευ̂μα χαλεπὸν ἀποληφθέν, ἔξω δὲ του̂ σώματος ἀναπνοὰς ἴσχον ἠπιώτερον μέν, καταποικίλλει δὲ τὸ σω̂μα λεύκας ἀλφούς τε καὶ τὰ τούτων συγγενη̂ νοσήματα ἀποτίκτον. μετὰ χολη̂ς δὲ μελαίνης κερασθὲν ἐπὶ τὰς περιόδους τε τὰς ἐν τῃ̂ κεφαλῃ̂ θειοτάτας οὔσας ἐπισκεδαννύμενον καὶ συνταράττον αὐτάς, καθ' ὕπνον μὲν ἰὸν πρᾳύ̈τερον,
[85b] ἐγρηγορόσιν δὲ ἐπιτιθέμενον δυσαπαλλακτότερον: νόσημα δὲ ἱερα̂ς ὂν φύσεως ἐνδικώτατα ἱερὸν λέγεται. φλέγμα δ' ὀξὺ καὶ ἁλμυρὸν πηγὴ πάντων νοσημάτων ὅσα γίγνεται καταρροϊκά: διὰ δὲ τοὺς τόπους εἰς οὓς ῥει̂ παντοδαποὺς ὄντας παντοι̂α ὀνόματα εἴληφεν. ὅσα δὲ φλεγμαίνειν λέγεται του̂ σώματος, ἀπὸ του̂ κάεσθαί τε καὶ φλέγεσθαι, διὰ χολὴν γέγονε πάντα. λαμβάνουσα μὲν οὐ̂ν ἀναπνοὴν ἔξω παντοι̂α
[85c] ἀναπέμπει φύματα ζέουσα, καθειργνυμένη δ' ἐντὸς πυρίκαυτα νοσήματα πολλὰ ἐμποιει̂, μέγιστον δέ, ὅταν αἵματι καθαρῳ̂ συγκερασθει̂σα τὸ τω̂ν ἰνω̂ν γένος ἐκ τη̂ς ἑαυτω̂ν διαφορῃ̂ τάξεως, αἳ διεσπάρησαν μὲν εἰς αἱ̂μα, ἵνα συμμέτρως λεπτότητος ἴσχοι καὶ πάχους καὶ μήτε διὰ θερμότητα ὡς ὑγρὸν ἐκ μανου̂ του̂ σώματος ἐκρέοι, μήτ' αὐ̂ πυκνότερον δυσκίνητον
[85d] ὂν μόλις ἀναστρέφοιτο ἐν ται̂ς φλεψίν. καιρὸν δὴ τούτων ἰ̂νες τῃ̂ τη̂ς φύσεως γενέσει φυλάττουσιν: ἃς ὅταν τις καὶ τεθνεω̂τος αἵματος ἐν ψύξει τε ὄντος πρὸς ἀλλήλας συναγάγῃ, διαχει̂ται πα̂ν τὸ λοιπὸν αἱ̂μα, ἐαθει̂σαι δὲ ταχὺ μετὰ του̂ περιεστω̂τος αὐτὸ ψύχους συμπηγνύασιν. ταύτην δὴ τὴν δύναμιν ἐχουσω̂ν ἰνω̂ν ἐν αἵματι χολὴ φύσει παλαιὸν αἱ̂μα γεγονυι̂α καὶ πάλιν ἐκ τω̂ν σαρκω̂ν εἰς του̂το τετηκυι̂α, θερμὴ καὶ ὑγρὰ κατ' ὀλίγον τὸ πρω̂τον ἐμπίπτουσα πήγνυται
[85e] διὰ τὴν τω̂ν ἰνω̂ν δύναμιν, πηγνυμένη δὲ καὶ βίᾳ κατασβεννυμένη χειμω̂να καὶ τρόμον ἐντὸς παρέχει. πλείων δ' ἐπιρρέουσα, τῃ̂ παρ' αὐτη̂ς θερμότητι κρατήσασα τὰς ἰ̂νας εἰς ἀταξίαν ζέσασα διέσεισεν: καὶ ἐὰν μὲν ἱκανὴ διὰ τέλους κρατη̂σαι γένηται, πρὸς τὸ του̂ μυελου̂ διαπεράσασα γένος κάουσα ἔλυσεν τὰ τη̂ς ψυχη̂ς αὐτόθεν οἱ̂ον νεὼς πείσματα μεθη̂κέν τε ἐλευθέραν, ὅταν δ' ἐλάττων ᾐ̂ τό τε σω̂μα ἀντίσχῃ τηκόμενον, αὐτὴ κρατηθει̂σα ἢ κατὰ πα̂ν τὸ σω̂μα ἐξέπεσεν, ἢ διὰ τω̂ν φλεβω̂ν εἰς τὴν κάτω συνωσθει̂σα ἢ τὴν ἄνω κοιλίαν, οἱ̂ον φυγὰς ἐκ πόλεως στασιασάσης ἐκ
[86a] του̂ σώματος ἐκπίπτουσα, διαρροίας καὶ δυσεντερίας καὶ τὰ τοιαυ̂τα νοσήματα πάντα παρέσχετο. τὸ μὲν οὐ̂ν ἐκ πυρὸς ὑπερβολη̂ς μάλιστα νοση̂σαν σω̂μα συνεχη̂ καύματα καὶ πυρετοὺς ἀπεργάζεται, τὸ δ' ἐξ ἀέρος ἀμφημερινούς, τριταίους δ' ὕδατος διὰ τὸ νωθέστερον ἀέρος καὶ πυρὸς αὐτὸ εἰ̂ναι: τὸ δὲ γη̂ς, τετάρτως ὂν νωθέστατον τούτων, ἐν τετραπλασίαις περιόδοις χρόνου καθαιρόμενον, τεταρταίους πυρετοὺς ποιη̂σαν ἀπαλλάττεται μόλις.
[86b] καὶ τὰ μὲν περὶ τὸ σω̂μα νοσήματα ταύτῃ συμβαίνει γιγνόμενα, τὰ δὲ περὶ ψυχὴν διὰ σώματος ἕξιν τῃ̂δε. νόσον μὲν δὴ ψυχη̂ς ἄνοιαν συγχωρητέον, δύο δ' ἀνοίας γένη, τὸ μὲν μανίαν, τὸ δὲ ἀμαθίαν. πα̂ν οὐ̂ν ὅτι πάσχων τις πάθος ὁπότερον αὐτω̂ν ἴσχει, νόσον προσρητέον, ἡδονὰς δὲ καὶ λύπας ὑπερβαλλούσας τω̂ν νόσων μεγίστας θετέον τῃ̂ ψυχῃ̂: περιχαρὴς γὰρ ἄνθρωπος ὢν ἢ καὶ τἀναντία ὑπὸ
[86c] λύπης πάσχων, σπεύδων τὸ μὲν ἑλει̂ν ἀκαίρως, τὸ δὲ φυγει̂ν, οὔθ' ὁρα̂ν οὔτε ἀκούειν ὀρθὸν οὐδὲν δύναται, λυττᾳ̂ δὲ καὶ λογισμου̂ μετασχει̂ν ἥκιστα τότε δὴ δυνατός. τὸ δὲ σπέρμα ὅτῳ πολὺ καὶ ῥυω̂δες περὶ τὸν μυελὸν γίγνεται καὶ καθαπερεὶ δένδρον πολυκαρπότερον του̂ συμμέτρου πεφυκὸς ᾐ̂, πολλὰς μὲν καθ' ἕκαστον ὠδι̂νας, πολλὰς δ' ἡδονὰς κτώμενος ἐν ται̂ς ἐπιθυμίαις καὶ τοι̂ς περὶ τὰ τοιαυ̂τα τόκοις, ἐμμανὴς τὸ πλει̂στον γιγνόμενος του̂ βίου διὰ τὰς μεγίστας ἡδονὰς
[86d] καὶ λύπας, νοσου̂σαν καὶ ἄφρονα ἴσχων ὑπὸ του̂ σώματος τὴν ψυχήν, οὐχ ὡς νοσω̂ν ἀλλ' ὡς ἑκὼν κακὸς δοξάζεται: τὸ δὲ ἀληθὲς ἡ περὶ τὰ ἀφροδίσια ἀκολασία κατὰ τὸ πολὺ μέρος διὰ τὴν ἑνὸς γένους ἕξιν ὑπὸ μανότητος ὀστω̂ν ἐν σώματι ῥυώδη καὶ ὑγραίνουσαν νόσος ψυχη̂ς γέγονεν. καὶ σχεδὸν δὴ πάντα ὁπόσα ἡδονω̂ν ἀκράτεια καὶ ὄνειδος ὡς ἑκόντων λέγεται τω̂ν κακω̂ν, οὐκ ὀρθω̂ς ὀνειδίζεται: κακὸς
[86e] μὲν γὰρ ἑκὼν οὐδείς, διὰ δὲ πονηρὰν ἕξιν τινὰ του̂ σώματος καὶ ἀπαίδευτον τροφὴν ὁ κακὸς γίγνεται κακός, παντὶ δὲ ταυ̂τα ἐχθρὰ καὶ ἄκοντι προσγίγνεται. καὶ πάλιν δὴ τὸ περὶ τὰς λύπας ἡ ψυχὴ κατὰ ταὐτὰ διὰ σω̂μα πολλὴν ἴσχει κακίαν. ὅτου γὰρ ἂν ἢ τω̂ν ὀξέων καὶ τω̂ν ἁλυκω̂ν φλεγμάτων καὶ ὅσοι πικροὶ καὶ χολώδεις χυμοὶ κατὰ τὸ σω̂μα πλανηθέντες ἔξω μὲν μὴ λάβωσιν ἀναπνοήν, ἐντὸς δὲ εἱλλόμενοι
[87a] τὴν ἀφ' αὑτω̂ν ἀτμίδα τῃ̂ τη̂ς ψυχη̂ς φορᾳ̂ συμμείξαντες ἀνακερασθω̂σι, παντοδαπὰ νοσήματα ψυχη̂ς ἐμποιου̂σι μα̂λλον καὶ ἡ̂ττον καὶ ἐλάττω καὶ πλείω, πρός τε τοὺς τρει̂ς τόπους ἐνεχθέντα τη̂ς ψυχη̂ς, πρὸς ὃν ἂν ἕκαστ' αὐτω̂ν προσπίπτῃ, ποικίλλει μὲν εἴδη δυσκολίας καὶ δυσθυμίας παντοδαπά, ποικίλλει δὲ θρασύτητός τε καὶ δειλίας, ἔτι δὲ λήθης ἅμα καὶ δυσμαθίας. πρὸς δὲ τούτοις, ὅταν οὕτως
[87b] κακω̂ς παγέντων πολιτει̂αι κακαὶ καὶ λόγοι κατὰ πόλεις ἰδίᾳ τε καὶ δημοσίᾳ λεχθω̂σιν, ἔτι δὲ μαθήματα μηδαμῃ̂ τούτων ἰατικὰ ἐκ νέων μανθάνηται, ταύτῃ κακοὶ πάντες οἱ κακοὶ διὰ δύο ἀκουσιώτατα γιγνόμεθα: ὡ̂ν αἰτιατέον μὲν τοὺς φυτεύοντας ἀεὶ τω̂ν φυτευομένων μα̂λλον καὶ τοὺς τρέφοντας τω̂ν τρεφομένων, προθυμητέον μήν, ὅπῃ τις δύναται, καὶ διὰ τροφη̂ς καὶ δι' ἐπιτηδευμάτων μαθημάτων τε φυγει̂ν μὲν κακίαν, τοὐναντίον δὲ ἑλει̂ν. ταυ̂τα μὲν οὐ̂ν δὴ τρόπος ἄλλος λόγων.
[87c] τὸ δὲ τούτων ἀντίστροφον αὐ̂, τὸ περὶ τὰς τω̂ν σωμάτων καὶ διανοήσεων θεραπείας αἱ̂ς αἰτίαις σῴζεται, πάλιν εἰκὸς καὶ πρέπον ἀνταποδου̂ναι: δικαιότερον γὰρ τω̂ν ἀγαθω̂ν πέρι μα̂λλον ἢ τω̂ν κακω̂ν ἴσχειν λόγον. πα̂ν δὴ τὸ ἀγαθὸν καλόν, τὸ δὲ καλὸν οὐκ ἄμετρον: καὶ ζῳ̂ον οὐ̂ν τὸ τοιου̂τον ἐσόμενον σύμμετρον θετέον. συμμετριω̂ν δὲ τὰ μὲν σμικρὰ διαισθανόμενοι συλλογιζόμεθα, τὰ δὲ κυριώτατα καὶ μέγιστα
[87d] ἀλογίστως ἔχομεν. πρὸς γὰρ ὑγιείας καὶ νόσους ἀρετάς τε καὶ κακίας οὐδεμία συμμετρία καὶ ἀμετρία μείζων ἢ ψυχη̂ς αὐτη̂ς πρὸς σω̂μα αὐτό: ὡ̂ν οὐδὲν σκοπου̂μεν οὐδ' ἐννοου̂μεν, ὅτι ψυχὴν ἰσχυρὰν καὶ πάντῃ μεγάλην ἀσθενέστερον καὶ ἔλαττον εἰ̂δος ὅταν ὀχῃ̂, καὶ ὅταν αὐ̂ τοὐναντίον συμπαγη̂τον τούτω, οὐ καλὸν ὅλον τὸ ζῳ̂ον--ἀσύμμετρον γὰρ ται̂ς μεγίσταις συμμετρίαις--τὸ δὲ ἐναντίως ἔχον πάντων θεαμάτων τῳ̂ δυναμένῳ καθορα̂ν κάλλιστον καὶ ἐρασμιώτατον.
[87e] οἱ̂ον οὐ̂ν ὑπερσκελὲς ἢ καί τινα ἑτέραν ὑπέρεξιν ἄμετρον ἑαυτῳ̂ τι σω̂μα ὂν ἅμα μὲν αἰσχρόν, ἅμα δ' ἐν τῃ̂ κοινωνίᾳ τω̂ν πόνων πολλοὺς μὲν κόπους, πολλὰ δὲ σπάσματα καὶ διὰ τὴν παραφορότητα πτώματα παρέχον μυρίων κακω̂ν αἴτιον ἑαυτῳ̂, ταὐτὸν δὴ διανοητέον καὶ περὶ του̂ συναμφοτέρου, ζῳ̂ον ὃ καλου̂μεν, ὡς ὅταν τε ἐν αὐτῳ̂ ψυχὴ κρείττων
[88a] οὐ̂σα σώματος περιθύμως ἴσχῃ, διασείουσα πα̂ν αὐτὸ ἔνδοθεν νόσων ἐμπίμπλησι, καὶ ὅταν εἴς τινας μαθήσεις καὶ ζητήσεις συντόνως ἴῃ, κατατήκει, διδαχάς τ' αὐ̂ καὶ μάχας ἐν λόγοις ποιουμένη δημοσίᾳ καὶ ἰδίᾳ δι' ἐρίδων καὶ φιλονικίας γιγνομένων διάπυρον αὐτὸ ποιου̂σα σαλεύει, καὶ ῥεύματα ἐπάγουσα, τω̂ν λεγομένων ἰατρω̂ν ἀπατω̂σα τοὺς πλείστους, τἀναίται αἰτια̂σθαι ποιει̂: σω̂μά τε ὅταν αὐ̂ μέγα καὶ ὑπέρψυχον σμικρᾳ̂ συμφυὲς ἀσθενει̂ τε διανοίᾳ γένηται, διττω̂ν
[88b] ἐπιθυμιω̂ν οὐσω̂ν φύσει κατ' ἀνθρώπους, διὰ σω̂μα μὲν τροφη̂ς, διὰ δὲ τὸ θειότατον τω̂ν ἐν ἡμι̂ν φρονήσεως, αἱ του̂ κρείττονος κινήσεις κρατου̂σαι καὶ τὸ μὲν σφέτερον αὔξουσαι, τὸ δὲ τη̂ς ψυχη̂ς κωφὸν καὶ δυσμαθὲς ἀμνη̂μόν τε ποιου̂σαι, τὴν μεγίστην νόσον ἀμαθίαν ἐναπεργάζονται. μία δὴ σωτηρία πρὸς ἄμφω, μήτε τὴν ψυχὴν ἄνευ σώματος κινει̂ν μήτε σω̂μα ἄνευ ψυχη̂ς, ἵνα ἀμυνομένω γίγνησθον ἰσορρόπω καὶ
[88c] ὑγιη̂. τὸν δὴ μαθηματικὸν ἤ τινα ἄλλην σφόδρα μελέτην διανοίᾳ κατεργαζόμενον καὶ τὴν του̂ σώματος ἀποδοτέον κίνησιν, γυμναστικῃ̂ προσομιλου̂ντα, τόν τε αὐ̂ σω̂μα ἐπιμελω̂ς πλάττοντα τὰς τη̂ς ψυχη̂ς ἀνταποδοτέον κινήσεις, μουσικῃ̂ καὶ πάσῃ φιλοσοφίᾳ προσχρώμενον, εἰ μέλλει δικαίως τις ἅμα μὲν καλός, ἅμα δὲ ἀγαθὸς ὀρθω̂ς κεκλη̂σθαι. κατὰ δὲ ταὐτὰ ταυ̂τα καὶ τὰ μέρη θεραπευτέον, τὸ του̂ παντὸς
[88d] ἀπομιμούμενον εἰ̂δος. του̂ γὰρ σώματος ὑπὸ τω̂ν εἰσιόντων καομένου τε ἐντὸς καὶ ψυχομένου, καὶ πάλιν ὑπὸ τω̂ν ἔξωθεν ξηραινομένου καὶ ὑγραινομένου καὶ τὰ τούτοις ἀκόλουθα πάσχοντος ὑπ' ἀμφοτέρων τω̂ν κινήσεων, ὅταν μέν τις ἡσυχίαν ἄγον τὸ σω̂μα παραδιδῳ̂ ται̂ς κινήσεσι, κρατηθὲν διώλετο, ἐὰν δὲ ἥν τε τροφὸν καὶ τιθήνην του̂ παντὸς προσείπομεν μιμη̂ταί τις, καὶ τὸ σω̂μα μάλιστα μὲν μηδέποτε ἡσυχίαν ἄγειν ἐᾳ̂, κινῃ̂ δὲ καὶ σεισμοὺς ἀεί τινας ἐμποιω̂ν αὐτῳ̂ διὰ
[88e] παντὸς τὰς ἐντὸς καὶ ἐκτὸς ἀμύνηται κατὰ φύσιν κινήσεις, καὶ μετρίως σείων τά τε περὶ τὸ σω̂μα πλανώμενα παθήματα καὶ μέρη κατὰ συγγενείας εἰς τάξιν κατακοσμῃ̂ πρὸς ἄλληλα, κατὰ τὸν πρόσθεν λόγον ὃν περὶ του̂ παντὸς ἐλέγομεν, οὐκ ἐχθρὸν παρ' ἐχθρὸν τιθέμενον ἐάσει πολέμους ἐντίκτειν τῳ̂ σώματι καὶ νόσους, ἀλλὰ φίλον παρὰ φίλον τεθὲν ὑγίειαν
[89a] ἀπεργαζόμενον παρέξει. τω̂ν δ' αὐ̂ κινήσεων ἡ ἐν ἑαυτῳ̂ ὑφ' αὑτου̂ ἀρίστη κίνησις--μάλιστα γὰρ τῃ̂ διανοητικῃ̂ καὶ τῃ̂ του̂ παντὸς κινήσει συγγενής--ἡ δὲ ὑπ' ἄλλου χείρων: χειρίστη δὲ ἡ κειμένου του̂ σώματος καὶ ἄγοντος ἡσυχίαν δι' ἑτέρων αὐτὸ κατὰ μέρη κινου̂σα. διὸ δὴ τω̂ν καθάρσεων καὶ συστάσεων του̂ σώματος ἡ μὲν διὰ τω̂ν γυμνασίων ἀρίστη, δευτέρα δὲ ἡ διὰ τω̂ν αἰωρήσεων κατά τε τοὺς πλου̂ς καὶ ὅπῃπερ ἂν ὀχήσεις ἄκοποι γίγνωνται: τρίτον δὲ εἰ̂δος κινήσεως
[89b] σφόδρα ποτὲ ἀναγκαζομένῳ χρήσιμον, ἄλλως δὲ οὐδαμω̂ς τῳ̂ νου̂ν ἔχοντι προσδεκτέον, τὸ τη̂ς φαρμακευτικη̂ς καθάρσεως γιγνόμενον ἰατρικόν. τὰ γὰρ νοσήματα, ὅσα μὴ μεγάλους ἔχει κινδύνους, οὐκ ἐρεθιστέον φαρμακείαις. πα̂σα γὰρ σύστασις νόσων τρόπον τινὰ τῃ̂ τω̂ν ζῴων φύσει προσέοικε. καὶ γὰρ ἡ τούτων σύνοδος ἔχουσα τεταγμένους του̂ βίου γίγνεται χρόνους του̂ τε γένους σύμπαντος, καὶ καθ' αὑτὸ τὸ ζῳ̂ον εἱμαρμένον ἕκαστον ἔχον τὸν βίον φύεται,
[89c] χωρὶς τω̂ν ἐξ ἀνάγκης παθημάτων: τὰ γὰρ τρίγωνα εὐθὺς κατ' ἀρχὰς ἑκάστου δύναμιν ἔχοντα συνίσταται μέχρι τινὸς χρόνου δυνατὰ ἐξαρκει̂ν, οὑ̂ βίον οὐκ ἄν ποτέ τις εἰς τὸ πέραν ἔτι βιῴη. τρόπος οὐ̂ν ὁ αὐτὸς καὶ τη̂ς περὶ τὰ νοσήματα συστάσεως: ἣν ὅταν τις παρὰ τὴν εἱμαρμένην του̂ χρόνου φθείρῃ φαρμακείαις, ἅμα ἐκ σμικρω̂ν μεγάλα καὶ πολλὰ ἐξ ὀλίγων νοσήματα φιλει̂ γίγνεσθαι. διὸ παιδαγωγει̂ν δει̂ διαίταις πάντα τὰ τοιαυ̂τα, καθ' ὅσον ἂν ᾐ̂ τῳ σχολή,
[89d] ἀλλ' οὐ φαρμακεύοντα κακὸν δύσκολον ἐρεθιστέον. καὶ περὶ μὲν του̂ κοινου̂ ζῴου καὶ του̂ κατὰ τὸ σω̂μα αὐτου̂ μέρους, ᾑ̂ τις ἂν καὶ διαπαιδαγωγω̂ν καὶ διαπαιδαγωγούμενος ὑφ' αὑτου̂ μάλιστ' ἂν κατὰ λόγον ζῴη, ταύτῃ λελέχθω: τὸ δὲ δὴ παιδαγωγη̂σον αὐτὸ μα̂λλόν που καὶ πρότερον παρασκευαστέον εἰς δύναμιν ὅτι κάλλιστον καὶ ἄριστον εἰς τὴν παιδαγωγίαν εἰ̂ναι. δι' ἀκριβείας μὲν οὐ̂ν περὶ τούτων
[89e] διελθει̂ν ἱκανὸν ἂν γένοιτο αὐτὸ καθ' αὑτὸ μόνον ἔργον: τὸ δ' ἐν παρέργῳ κατὰ τὰ πρόσθεν ἑπόμενος ἄν τις οὐκ ἄπο τρόπου τῃ̂δε σκοπω̂ν ὡ̂δε τῳ̂ λόγῳ διαπεράναιτ' ἄν. καθάπερ εἴπομεν πολλάκις, ὅτι τρία τριχῃ̂ ψυχη̂ς ἐν ἡμι̂ν εἴδη κατῴκισται, τυγχάνει δὲ ἕκαστον κινήσεις ἔχον, οὕτω κατὰ ταὐτὰ καὶ νυ̂ν ὡς διὰ βραχυτάτων ῥητέον ὅτι τὸ μὲν αὐτω̂ν ἐν ἀργίᾳ διάγον καὶ τω̂ν ἑαυτου̂ κινήσεων ἡσυχίαν ἄγον ἀσθενέστατον ἀνάγκη γίγνεσθαι, τὸ δ' ἐν γυμνασίοις ἐρρωμενέστατον:
[90a] διὸ φυλακτέον ὅπως ἂν ἔχωσιν τὰς κινήσεις πρὸς ἄλληλα συμμέτρους. τὸ δὲ δὴ περὶ του̂ κυριωτάτου παρ' ἡμι̂ν ψυχη̂ς εἴδους διανοει̂σθαι δει̂ τῃ̂δε, ὡς ἄρα αὐτὸ δαίμονα θεὸς ἑκάστῳ δέδωκεν, του̂το ὃ δή φαμεν οἰκει̂ν μὲν ἡμω̂ν ἐπ' ἄκρῳ τῳ̂ σώματι, πρὸς δὲ τὴν ἐν οὐρανῳ̂ συγγένειαν ἀπὸ γη̂ς ἡμα̂ς αἴρειν ὡς ὄντας φυτὸν οὐκ ἔγγειον ἀλλὰ οὐράνιον, ὀρθότατα λέγοντες: ἐκει̂θεν γάρ, ὅθεν ἡ πρώτη τη̂ς ψυχη̂ς γένεσις ἔφυ, τὸ θει̂ον τὴν κεφαλὴν καὶ ῥίζαν ἡμω̂ν
[90b] ἀνακρεμαννὺν ὀρθοι̂ πα̂ν τὸ σω̂μα. τῳ̂ μὲν οὐ̂ν περὶ τὰς ἐπιθυμίας ἢ περὶ φιλονικίας τετευτακότι καὶ ταυ̂τα διαπονου̂ντι σφόδρα πάντα τὰ δόγματα ἀνάγκη θνητὰ ἐγγεγονέναι, καὶ παντάπασιν καθ' ὅσον μάλιστα δυνατὸν θνητῳ̂ γίγνεσθαι, τούτου μηδὲ σμικρὸν ἐλλείπειν, ἅτε τὸ τοιου̂τον ηὐξηκότι: τῳ̂ δὲ περὶ φιλομαθίαν καὶ περὶ τὰς ἀληθει̂ς φρονήσεις ἐσπουδακότι καὶ ταυ̂τα μάλιστα τω̂ν αὑτου̂ γεγυμνασμένῳ
[90c] φρονει̂ν μὲν ἀθάνατα καὶ θει̂α, ἄνπερ ἀληθείας ἐφάπτηται, πα̂σα ἀνάγκη που, καθ' ὅσον δ' αὐ̂ μετασχει̂ν ἀνθρωπίνῃ φύσει ἀθανασίας ἐνδέχεται, τούτου μηδὲν μέρος ἀπολείπειν, ἅτε δὲ ἀεὶ θεραπεύοντα τὸ θει̂ον ἔχοντά τε αὐτὸν εὐ̂ κεκοσμημένον τὸν δαίμονα σύνοικον ἑαυτῳ̂, διαφερόντως εὐδαίμονα εἰ̂ναι. θεραπεία δὲ δὴ παντὶ παντὸς μία, τὰς οἰκείας ἑκάστῳ τροφὰς καὶ κινήσεις ἀποδιδόναι. τῳ̂ δ' ἐν ἡμι̂ν θείῳ συγγενει̂ς εἰσιν κινήσεις αἱ του̂ παντὸς διανοήσεις
[90d] καὶ περιφοραί: ταύταις δὴ συνεπόμενον ἕκαστον δει̂, τὰς περὶ τὴν γένεσιν ἐν τῃ̂ κεφαλῃ̂ διεφθαρμένας ἡμω̂ν περιόδους ἐξορθου̂ντα διὰ τὸ καταμανθάνειν τὰς του̂ παντὸς ἁρμονίας τε καὶ περιφοράς, τῳ̂ κατανοουμένῳ τὸ κατανοου̂ν ἐξομοιω̂σαι κατὰ τὴν ἀρχαίαν φύσιν, ὁμοιώσαντα δὲ τέλος ἔχειν του̂ προτεθέντος ἀνθρώποις ὑπὸ θεω̂ν ἀρίστου βίου πρός τε τὸν παρόντα καὶ τὸν ἔπειτα χρόνον.
[90e] καὶ δὴ καὶ τὰ νυ̂ν ἡμι̂ν ἐξ ἀρχη̂ς παραγγελθέντα διεξελθει̂ν περὶ του̂ παντὸς μέχρι γενέσεως ἀνθρωπίνης σχεδὸν ἔοικε τέλος ἔχειν. τὰ γὰρ ἄλλα ζῳ̂α ᾑ̂ γέγονεν αὐ̂, διὰ βραχέων ἐπιμνηστέον, ὃ μή τις ἀνάγκη μηκύνειν: οὕτω γὰρ ἐμμετρότερός τις ἂν αὑτῳ̂ δόξειεν περὶ τοὺς τούτων λόγους εἰ̂ναι. τῃ̂δ' οὐ̂ν τὸ τοιου̂τον ἔστω λεγόμενον. τω̂ν γενομένων ἀνδρω̂ν ὅσοι δειλοὶ καὶ τὸν βίον ἀδίκως διη̂λθον, κατὰ λόγον τὸν εἰκότα γυναι̂κες μετεφύοντο ἐν τῃ̂ δευτέρᾳ
[91a] γενέσει: καὶ κατ' ἐκει̂νον δὴ τὸν χρόνον διὰ ταυ̂τα θεοὶ τὸν τη̂ς συνουσίας ἔρωτα ἐτεκτήναντο, ζῳ̂ον τὸ μὲν ἐν ἡμι̂ν, τὸ δ' ἐν ται̂ς γυναιξὶν συστήσαντες ἔμψυχον, τοιῳ̂δε τρόπῳ ποιήσαντες ἑκάτερον. τὴν του̂ ποτου̂ διέξοδον, ᾑ̂ διὰ του̂ πλεύμονος τὸ πω̂μα ὑπὸ τοὺς νεφροὺς εἰς τὴν κύστιν ἐλθὸν καὶ τῳ̂ πνεύματι θλιφθὲν συνεκπέμπει δεχομένη, συνέτρησαν εἰς τὸν ἐκ τη̂ς κεφαλη̂ς κατὰ τὸν αὐχένα καὶ διὰ τη̂ς ῥάχεως
[91b] μυελὸν συμπεπηγότα, ὃν δὴ σπέρμα ἐν τοι̂ς πρόσθεν λόγοις εἴπομεν: ὁ δέ, ἅτ' ἔμψυχος ὢν καὶ λαβὼν ἀναπνοήν, του̂θ' ᾑ̂περ ἀνέπνευσεν, τη̂ς ἐκροη̂ς ζωτικὴν ἐπιθυμίαν ἐμποιήσας αὐτῳ̂, του̂ γεννα̂ν ἔρωτα ἀπετέλεσεν. διὸ δὴ τω̂ν μὲν ἀνδρω̂ν τὸ περὶ τὴν τω̂ν αἰδοίων φύσιν ἀπειθές τε καὶ αὐτοκρατὲς γεγονός, οἱ̂ον ζῳ̂ον ἀνυπήκοον του̂ λόγου, πάντων δι' ἐπιθυμίας οἰστρώδεις ἐπιχειρει̂ κρατει̂ν: αἱ δ' ἐν
[91c] ται̂ς γυναιξὶν αὐ̂ μη̂τραί τε καὶ ὑστέραι λεγόμεναι διὰ τὰ αὐτὰ ταυ̂τα, ζῳ̂ον ἐπιθυμητικὸν ἐνὸν τη̂ς παιδοποιίας, ὅταν ἄκαρπον παρὰ τὴν ὥραν χρόνον πολὺν γίγνηται, χαλεπω̂ς ἀγανακτου̂ν φέρει, καὶ πλανώμενον πάντῃ κατὰ τὸ σω̂μα, τὰς του̂ πνεύματος διεξόδους ἀποφράττον, ἀναπνει̂ν οὐκ ἐω̂ν εἰς ἀπορίας τὰς ἐσχάτας ἐμβάλλει καὶ νόσους παντοδαπὰς ἄλλας παρέχει, μέχριπερ ἂν ἑκατέρων ἡ ἐπιθυμία καὶ ὁ
[91d] ἔρως συναγαγόντες, οἱ̂ον ἀπὸ δένδρων καρπὸν καταδρέψαντες, ὡς εἰς ἄρουραν τὴν μήτραν ἀόρατα ὑπὸ σμικρότητος καὶ ἀδιάπλαστα ζῳ̂α κατασπείραντες καὶ πάλιν διακρίναντες μεγάλα ἐντὸς ἐκθρέψωνται καὶ μετὰ του̂το εἰς φω̂ς ἀγαγόντες ζῴων ἀποτελέσωσι γένεσιν. γυναι̂κες μὲν οὐ̂ν καὶ τὸ θη̂λυ πα̂ν οὕτω γέγονεν: τὸ δὲ τω̂ν ὀρνέων φυ̂λον μετερρυθμίζετο, ἀντὶ τριχω̂ν πτερὰ φύον, ἐκ τω̂ν ἀκάκων ἀνδρω̂ν, κούφων δέ, καὶ μετεωρολογικω̂ν μέν, ἡγουμένων δὲ δι' ὄψεως
[91e] τὰς περὶ τούτων ἀποδείξεις βεβαιοτάτας εἰ̂ναι δι' εὐήθειαν. τὸ δ' αὐ̂ πεζὸν καὶ θηριω̂δες γέγονεν ἐκ τω̂ν μηδὲν προσχρωμένων φιλοσοφίᾳ μηδὲ ἀθρούντων τη̂ς περὶ τὸν οὐρανὸν φύσεως πέρι μηδέν, διὰ τὸ μηκέτι ται̂ς ἐν τῃ̂ κεφαλῃ̂ χρη̂σθαι περιόδοις, ἀλλὰ τοι̂ς περὶ τὰ στήθη τη̂ς ψυχη̂ς ἡγεμόσιν ἕπεσθαι μέρεσιν. ἐκ τούτων οὐ̂ν τω̂ν ἐπιτηδευμάτων τά τ' ἐμπρόσθια κω̂λα καὶ τὰς κεφαλὰς εἰς γη̂ν ἑλκόμενα ὑπὸ συγγενείας ἤρεισαν, προμήκεις τε καὶ παντοίας ἔσχον τὰς
[92a] κορυφάς, ὅπῃ συνεθλίφθησαν ὑπὸ ἀργίας ἑκάστων αἱ περιφοραί: τετράπουν τε τὸ γένος αὐτω̂ν ἐκ ταύτης ἐφύετο καὶ πολύπουν τη̂ς προφάσεως, θεου̂ βάσεις ὑποτιθέντος πλείους τοι̂ς μα̂λλον ἄφροσιν, ὡς μα̂λλον ἐπὶ γη̂ν ἕλκοιντο. τοι̂ς δ' ἀφρονεστάτοις αὐτω̂ν τούτων καὶ παντάπασιν πρὸς γη̂ν πα̂ν τὸ σω̂μα κατατεινομένοις ὡς οὐδὲν ἔτι ποδω̂ν χρείας οὔσης, ἄποδα αὐτὰ καὶ ἰλυσπώμενα ἐπὶ γη̂ς ἐγέννησαν. τὸ δὲ
[92b] τέταρτον γένος ἔνυδρον γέγονεν ἐκ τω̂ν μάλιστα ἀνοητοτάτων καὶ ἀμαθεστάτων, οὓς οὐδ' ἀναπνοη̂ς καθαρα̂ς ἔτι ἠξίωσαν οἱ μεταπλάττοντες, ὡς τὴν ψυχὴν ὑπὸ πλημμελείας πάσης ἀκαθάρτως ἐχόντων, ἀλλ' ἀντὶ λεπτη̂ς καὶ καθαρα̂ς ἀναπνοη̂ς ἀέρος εἰς ὕδατος θολερὰν καὶ βαθει̂αν ἔωσαν ἀνάπνευσιν: ὅθεν ἰχθύων ἔθνος καὶ τὸ τω̂ν ὀστρέων συναπάντων τε ὅσα ἔνυδρα γέγονεν, δίκην ἀμαθίας ἐσχάτης ἐσχάτας οἰκήσεις
[92c] εἰληχότων. καὶ κατὰ ταυ̂τα δὴ πάντα τότε καὶ νυ̂ν διαμείβεται τὰ ζῳ̂α εἰς ἄλληλα, νου̂ καὶ ἀνοίας ἀποβολῃ̂ καὶ κτήσει μεταβαλλόμενα. καὶ δὴ καὶ τέλος περὶ του̂ παντὸς νυ̂ν ἤδη τὸν λόγον ἡμι̂ν φω̂μεν ἔχειν: θνητὰ γὰρ καὶ ἀθάνατα ζῳ̂α λαβὼν καὶ συμπληρωθεὶς ὅδε ὁ κόσμος οὕτω, ζῳ̂ον ὁρατὸν τὰ ὁρατὰ περιέχον, εἰκὼν του̂ νοητου̂ θεὸς αἰσθητός, μέγιστος καὶ ἄριστος κάλλιστός τε καὶ τελεώτατος γέγονεν εἱ̂ς οὐρανὸς ὅδε μονογενὴς ὤν.
Mοιραστείτε το:




0 Σχόλια:

Σας παρακαλούμε πολύ να γράφετε με Ελληνικούς χαρακτήρες και οι σχολιασμοί σας να μη ξεφεύγουν απο τα όρια της ευπρέπειας. Σχόλια
τα οποία περιέχουν ύβρεις, θα αποκλείονται. Ευχαριστούμε.

 
Copyright © 2010-2013. Ελληνικό Αρχείο - All Rights Reserved | Designed by Graphopoly Designs